- 底本
- Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2046.tlg001.humanitext-grc2:12.439-12.514
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
特洛伊人拆解城堞将木马迎入城中并拒绝拉奥孔的劝诫,雅典娜遂遣大蛇吞噬拉奥孔的两个儿子。绝望的父母在衣冠冢前哀恸,特洛伊人献上的祭典则接连显现出可怕的凶兆。
τέρπετʼ· Ἀθηναίη δʼ ἐπεγήθεεν· οἱ δὲ μολόντες
喜悦;雅典娜亦欣喜万分。他们
ἄστυ ποτὶ σφέτερον μεγάλης κρήδεμνα πόληος
回到自己的城邦,拆解了伟大城邦的冠带城垛,
λυσάμενοι λυγρὸν ἵππον ἐσήγαγον· αἱ δʼ ὀλόλυξαν
将凶险的木马迎入城中;特洛伊的女人们
Τρωιάδες, πᾶσαι δὲ περισταδὸν εἰσορόωσαι
发出欢呼,众人皆环立顾盼,
θάμβεον ὄβριμον ἔργον· ὃ δέ σφισιν ἔκρυφε πῆμα.
惊叹于这雄伟的造物;但这木马却向他们隐匿了灾殃。
Λαοκόων δʼ ἔτʼ ἔμιμνεν ἐποτρύνων ἑτάροισιν
拉奥孔仍旧驻足,催促同胞
ἵππον ἀμαλδῦναι μαλερῷ πυρί· τοὶ δέ οἱ οὔτι
用猛烈的烈火烧毁木马;然而他们完全
πείθοντʼ, ἀθανάτων γὰρ ὑποτρομέεσκον ὁμοκλήν.
不听从他,因为他们畏惧不朽诸神的叱责。
τῷ δʼ ἔπι κύντερον ἄλλο θεὰ μεγάθυμος Ἀθήνη
不仅如此,心志宏大的女神雅典娜更筹划了另一桩
δυστήνοις τεκέεσσιν ἐμήδετο Λαοκόωντος.
加诸拉奥孔不幸子女身上的酷烈惨祸。
δὴ γάρ που πέλεν ἄντρον ὑπὸ στυφελώδεϊ πέτρῃ
原来,在陡峭的岩石之下,有着一处幽暗的、
ἠερόεν, θνητοῖσιν ἀνέμβατον, ᾧ ἔνι θῆρες
凡人不可涉足的洞穴,在其中,毁灭性的堤丰血脉所传下的
σμερδαλέοι ναίεσκον ἔτʼ οὐλομένοιο γενέθλης
可怖怪兽,依旧盘踞在岛屿的山褶之中,
Τυφῶνος νήσοιο κατὰ πτύχας, ἥν τε Καλύδνην
那座位于特洛伊对面的海域中、
λαοὶ ἐπικλείουσιν ἔσω ἁλὸς ἀντία Τροίης.
被人们唤作卡吕德纳的岛屿。
ἔνθεν ἀναστήσασα βίην καλέεσκε δρακόντων1
女神从那里唤起大蛇的巨力,召其
ἐς Τροίην· οἱ δʼ αἶψα θεῆς ὕπο κινηθέντες
前往特洛伊;巨蛇在女神催动下迅疾
νῆσον ὅλην ἐτίναξαν· ἐπεσμαράγησε δὲ πόντος
震动了整座岛屿;在它们前行时,大海发出
νισσομένων, καὶ κῦμα διΐστατο· τοὶ δʼ ἐφέροντο
轰鸣巨响,海浪向两侧分开;它们疾驰向前,
αἰνὸν λιχμώωντες· ἔφριξε δὲ κήτεα πόντου·
可怖地吐弄着信子;深海的海怪为之颤栗;
ἀμφὶ δʼ ἄρα στενάχοντο μέγα Ξάνθοιο θύγατρες
克珊托斯与西摩伊斯的水仙女女儿们
νύμφαι καὶ Σιμόεντος· ἀπʼ Οὐλύμποιο δὲ Κύπρις
在周围发出阵阵呻吟;奥林匹斯山上的库普里斯
ἄχνυτο· τοὶ δʼ ἄφαρ ἷξον ὅπῃ θεὸς ὀτρύνεσκε,
悲伤叹息;巨蛇随即抵达了女神指引之所,
θήγοντες βλοσυρῇσι γενειάσι λοιγὸν ὀδόντων
用可怖的面颊磨砺那致死的尖牙,
δυστήνοις ἐπὶ παισί· κακὴ δʼ ἐπενίσσετο φύζα
扑向不幸的孩子们;凶险的恐慌席卷了
Τρῶας, ὅτʼ εἰσενόησαν ἀνὰ πτόλιν αἰνὰ πέλωρα·
特洛伊人,当他们目睹这凶恶巨怪游荡于城中;
οὐδέ τις αἰζηῶν οὐδʼ εἰ μένος ἄτρομος ἦεν
无一人敢于驻足,即便其勇气无所畏惧;
μεῖναι ἔτλη· πάντας γὰρ ἀμείλιχον ἄμφεχε δεῖμα
因为无可抗拒的惊恐笼罩了所有人,
θῆρας ἀλευομένους, ὀδύνη δʼ ἔχεν· ἂν δὲ γυναῖκες
在他们躲避凶兽之时,剧痛攫住了他们;女人们
οἴμωζον· καί πού τις ἑῶν ἐπελήσατο τέκνων
放声哀号;甚至有人为了逃避可憎的死厄,
αὐτὴ ἀλευομένη στυγερὸν μόρον· ἀμφὶ δὲ Τροίη
竟抛下了自己的亲生骨肉;整座特洛伊
ἔστενʼ ἐπεσσυμένων· πολλοὶ δʼ ἄφαρ εἰς ἓν ἰόντες
在巨怪奔袭之际哀鸣;许多人骤然挤作一团,
γυῖα περιδρύφθησαν· ἐνεστείνοντο δʼ ἀγυιαῖς
四肢擦伤流血;他们蜷缩着
ἀμφιπεριπτώσσοντες. ἔλειπτο δὲ μοῦνος ἄπωθεν
拥塞在街道之中。唯有拉奥孔与孩子们
Λαοκόων ἅμα παισί· πέδησε γὰρ οὐλομένη Κὴρ
被远远撇在后面;因毁灭性的死厄与女神
καὶ θεός. οἱ δέ οἱ υἷας ὑποτρομέοντας ὄλεθρον
已将他束缚。巨蛇以凶残的双颚
ἀμφοτέρους ὀλοῇσιν ἀνηρείψαντο γένυσσι
攫住了他那两个畏惧死厄的儿子,
πατρὶ φίλῳ ὀρέγοντας ἑὰς χέρας· οὐδʼ ὅ γʼ ἀμύνειν
当时他们正向挚爱的父亲伸出双臂;而父亲亦无力
ἔσθενεν· ἀμφὶ δὲ Τρῶες ἀπόπροθεν εἰσορόωντες
施以援手;周围远远观望的特洛伊人
κλαῖον ὑπὸ κραδίῃσι τεθηπότες. οἱ δʼ ἄρʼ Ἀθήνης
惊骇万分,自心底潸然泪下。两蛇欣然
προφρονέως τελέσαντες ἀπεχθέα Τρωσὶν ἐφετμὴν
完成了雅典娜那令特洛伊人憎恶的旨意,
ἄμφω ἀϊστώθησαν ὑπὸ χθόνα· τῶν δʼ ἔτι σῆμα
双双隐没于大地之下;在它们潜入之处,
φαίνεθʼ, ὅπου κατέδυσαν ἐς ἱερὸν Ἀπόλλωνος·
神圣的珀耳伽摩斯阿波罗圣所之中,
Περγάμῳ ἐν ζαθέῃ. προπάροιθε δὲ Τρώιοι υἷες
至今仍可见其遗迹。在这遗迹前方,聚集在一起的特洛伊儿男,
παίδων Λαοκόωντος ἀμείλιχα δῃωθέντων
为拉奥孔那惨遭残害的孩子们
τεῦξαν ἅμʼ ἀγρόμενοι κενεὸν τάφον, ᾧ ἔπι δάκρυ
筑起了一座衣冠冢,父亲在冢前用失明的双目
χεῦε πατὴρ ἀλαοῖσιν ὑπʼ ὄμμασιν· ἀμφὶ δὲ μήτηρ
潸然洒泪;四周的母亲
πολλὰ κινυρομένη κενεῷ ἐπαΰτεε τύμβῳ
悲伤地哀鸣,对着空冢呼号,
ἐλπομένη τι καὶ ἄλλο κακώτερον, ἔστενε δʼ ἄτην
预感到还将有更可怕的灾祸,为丈夫愚妄招致的
ἀνέρος ἀφραδίῃς, μακάρων δʼ ὑπεδείδιε μῆνιν·
浩劫而叹息,并战栗于福乐神明的震怒;
ὡς δʼ ὅτʼ ἐρημαίην περιμύρεται ἀμφὶ καλιὴν
犹如夜莺在阴暗的山谷中,因巢穴荒芜而悲泣,
πολλὰ μάλʼ ἀχνυμένη κατὰ δάσκιον ἄγκος ἀηδών,
心中极度哀痛,其尚幼嫩雏鸟未及高亢鸣唱,
ἧς ἔτι νήπια τέκνα, πάρος κελαδεινὸν ἀείδειν,
便已被凶残长蛇的下颚以巨力摧折,
δάμναθʼ ὑπὸ γναθμοῖσι μένος βλοσυροῖο δράκοντος,
给母鸟留下无尽创痛,母鸟极其痛苦地
μητέρι δʼ ἄλγεα θῆκε, καὶ ἄσπετον ἀσχαλόωσα
在空巢周围哀啼悲鸣;
μύρεται ἀμφὶ δόμον κενεὸν μάλα κεκληγυῖα·
她亦是如此,为孩子们悲惨的破灭而呻吟,
ὣς ἥ γε στενάχιζε λυγρῷ τεκέων ἐπʼ ὀλέθρῳμυρομένη κενεῷ περὶ σήματι· σὺν δέ οἱ ἄλλοπῆμα μάλʼ ἀργαλέον πόσιος πέλεν ἀμφʼ ἀλαοῖο.καί ῥʼ ἡ μὲν φίλα τέκνα καὶ ἀνέρα κωκύεσκε
在衣冠冢旁垂泪哀悼;伴随这悲痛,还有另一桩
τοὺς μὲν ἀποφθιμένους τὸν δʼ ἄμμορον ἠελίοιο·2
因失明的丈夫而起的极其沉重的祸患。
Τρῶες δʼ ἀθανάτοισιν ἐπεντύνοντο θυηλὰς
她为挚爱的儿女与丈夫痛哭哀号, 儿女已然殒命,丈夫则被夺去了阳光;
λείβοντες μέθυ λαρόν, ἐπεί σφισιν ἦτορ ἐώλπει
特洛伊人正向不朽诸神筹备祭祀,
λευγαλέου πολέμοιο βαρὺ σθένος ἐξυπαλύξειν.
倾倒甘醇的美酒,因他们心中希冀着 得以逃脱这惨烈战争的沉重暴虐。
ἱερὰ δʼ οὐ καίοντο, πυρὸς δʼ ἐσβέννυτʼ ἀϋτμή,
然而祭品却无法燃烧,火焰的气息熄灭,
ὄμβρου ὅπως καθύπερθε δυσηχέος ἐσσυμένοιο·
宛如暴虐刺耳的暴雨自高空倾泻而下;
καπνὸς δʼ αἱματόεις ἀνεκήκιε· μηρὰ δὲ πάντα
血色的浓烟滚滚升起;所有的腿肉
πῖπτε χαμαὶ τρομέοντα· κατηρείποντο δὲ βωμοί·
颤抖着跌落在地;祭坛纷纷倾颓;
σπονδαὶ δʼ αἷμα γένοντο· θεῶν δʼ ἐξέρρεε δάκρυ,
奠酒化为鲜血;神像流下泪水,
καὶ νηοὶ δεύοντο λύθρῳ· στοναχαὶ δʼ ἐφέροντο
神殿被污血浸透;呻吟之声
ἔκποθεν ἀπροφάτοιο· περισσείοντο δὲ μακρὰ
从不可知的幽冥处传来;长长的城墙
τείχεα καὶ πύργοι μεγάλʼ ἔκτυπον, ὡς ἀχέοντες·
剧烈震颤,城楼轰鸣作响,宛如在悲鸣;
αὐτόματοι δʼ ἄρʼ ὀχῆες ἀνωίγνυντο πυλάων
城门的门闩自行开启,
αἰνὸν κεκλήγοντες· ἐπεστενάχοντο δὲ λυγρὸνἐννύχιοι ὄρνιθες ἐρημαῖον βοόωντες·
发出可怖的吱嘎声;夜鸟哀鸣,
ἄστρα δὲ πάντʼ ἐφύπερθε θεοδμήτοιο πόληος
啼出凄楚孤寂之声;神造之城上方的群星
- 12.454βίην καλέεσκε δρακόντων
史诗中常见的迂回表意结构(βίη + 属格)。“巨蛇之伟力”在语义上等同于“强悍的群蛇”(κρατεροὺς δράκοντας)。随后的复数动词与分词(οἱ δʼ... ἐτίναξαν, νισσομένων, τοὶ δʼ ἐφέροντο)直接印证了其逻辑主体为复数的巨蛇。
- 12.499τοὺς μὲν ἀποφθιμένους τὸν δʼ ἄμμορον ἠελίοιο
对前文宾语短语 φίλα τέκνα καὶ ἀνέρα 的部分同位语(全体与部分同位结构)。在宾格并列中,τοὺς μέν 照应复数名词 τέκνα(死去的孩子们),而 τὸν δέ 则照应单数名词 ἀνέρα(失去光明的丈夫),构成严谨的对应对比。
