- 底本
- Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2046.tlg001.humanitext-grc2:1.232-1.306
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
波达耳刻斯为报墨尼波斯之仇斩杀克洛尼厄,却被彭忒西勒亚重创致死;阿开奥斯诸将随即奋起反击,斩杀多名亚马孙与特洛伊勇士,墨革斯大显身手,波吕波忒斯斩杀德瑞塞俄斯,并引出西皮洛斯山上尼俄伯化石的生动描绘。
ὅππως κε Τρώεσσιν ἐϋσθενέεσσι μάχηται.1
为了同强大的特洛伊人交战。
τοῦ δʼ ἄρʼ ἀποφθιμένοιο2 Ποδάρκεϊ θυμὸς ὠρίνθη
当他阵亡之后,伊菲克罗斯之子波达耳刻斯的心中激起了狂怒,
Ἰφικληιάδῃ· τὸν γὰρ μέγα φίλαθʼ ἑταίρων·
因为他在同伴中最深爱此人。
αἶψα δʼ ὅ γʼ ἀντιθέην Κλονίην βάλε, τῆς δὲ διαπρὸ
他随即刺中如神祇般的克洛尼厄,
ἦλθε δόρυ στιβαρὸν κατὰ νηδύος, ἐκ δέ οἱ ὦκα
粗重的长矛直穿她的腹部,
δουρὶ χύθη μέλαν αἷμα, συνέσπετο δʼ ἔγκατα πάντα·
黑血迅速沿着长矛喷涌而出,所有的内脏也随之流出。
τῆς δʼ ἄρα Πενθεσίλεια χολώσατο,3 καί ῥα Ποδάρκεα
彭忒西勒亚见此勃然大怒,
οὔτασεν ἐς μυῶνα παχὺν περιμήκεϊ δουρὶ
以长矛刺入波达耳刻斯右臂的厚实肌肉,
χειρὸς δεξιτερῆς, διὰ δὲ φλέβας αἱματοέσσαςκέρσε, μέλαν δέ οἱ αἷμα διʼ ἕλκεος οὐταμένοιο
割断了血脉,
ἔβλυσεν ἐσσυμένως· ὁ δʼ ἄρα στενάχων ἀπόρουσεν
黑血从刺穿的伤口中喷涌而出。他呻吟着向后跃退,
εἰσοπίσω· μάλα γάρ οἱ ἐδάμνατο θυμὸν ἀνίη·
因为剧烈的痛苦彻底击垮了他的心神;
τοῦ δʼ ἄρʼ ἀπεσσυμένοιο ποθὴ Φυλάκεσσιν ἐτύχθη
在他疾退离去之后,菲拉刻的士兵们陷入了无尽的悲恸。
ἄσπετος· ὃς δʼ ἄρα βαιὸν ἀπὸ πτολέμοιο λιασθεὶς
他稍稍退离战场,
κάτθανε καρπαλίμως σφετέρων ἐν χερσὶν ἑταίρων.
便迅速死在自己同伴的怀中。
Ἰδομενεὺς δὲ Βρέμουσαν ἐνήρατο δούρατι τύψας
伊多墨纽斯用长矛刺中布蕾穆萨的右乳之侧,
δεξιτερὸν παρὰ μαζόν, ἄφαρ δέ οἱ ἦτορ ἔλυσεν·
将其斩杀,立刻夺去了她的性命。
ἡ δʼ ἔπεσεν μελίῃ ἐναλίγκιος, ἥν τʼ ἐν ὄρεσσι
她仆倒在地,宛如樵夫在山间砍倒的高耸梣树,
δουροτόμοι τέμνουσιν ὑπείροχον, ἡ δʼ ἀλεγεινὸν
倾颓之时带着凄厉的风声与轰响;
ῥοῖζον ὁμῶς καὶ δοῦπον ἐρειπομένη προΐησιν·
她便是这般呻吟着仆倒,
ὣς ἡ ἀνοιμώξασα πέσεν, τῆς δʼ ἅψεα πάντα
毁灭的死神松解了她全身的四肢,
λῦσε μόρος, ψυχὴ δʼ ἐμίγη πολυαέσιν αὔραις.
灵魂融入了呼啸的风中。
Εὐάνδρην δʼ ἄρα Μηριόνης ἰδὲ Θερμώδωσανεἷλεν ἐπεσσυμένας ὀλοὴν ἀνὰ δηιοτῆτα
墨里俄涅斯斩杀了冲入凶险战阵的厄旺德勒和忒耳墨多萨,
τῇ μὲν ἄρʼ ἐς κραδίην ἐλάσας δόρυ, τῇ δʼ ὑπὸ νηδὺν
一矛刺入前者的心脏,
φάσγανον ἐγχρίμψας· τὰς δʼ ἐσσυμένως λίπεν αἰών.
又将利剑刺入后者的腹下;生命迅速离她们而去。
Δηρινόην δʼ ἐδάμασσεν Ὀϊλέος ὄβριμος υἱὸς
俄琉斯的勇猛之子用带棱角的长矛刺穿锁骨,
ἔγχεϊ ὀκριόεντι διὰ κληῖδα τυχήσας.
击杀了德里诺厄。
Ἀλκιβίης δʼ ἄρα Τυδείδης καὶ Δηριμαχείηςἄμφω κρᾶτʼ ἀπέκοψε σὺν αὐχέσιν ἄχρις ἐπʼ ὤμους
堤丢斯之子用凶残的利剑,
ἄορι λευγαλέῳ· ταὶ δʼ ἠΰτε πόρτιες ἄμφω
将阿尔基比厄与德里玛刻亚两人的头颅连同颈项齐肩斩断。她们两人扑倒在地,
κάππεσον, ἅς τʼ αἰζηὸς ἄφαρ ψυχῆς ἀπαμέρσῃ
宛如壮年青年用坚固的宰牛斧砍断颈部韧带、
κόψας αὐχενίους στιβαρῷ βουπλῆγι τένοντας·
瞬间夺其性命的小母牛;
ὣς αἱ Τυδείδαο πέσον παλάμῃσι δαμεῖσαι
她们就这样屈服于堤丢斯之子的双手之下,
Τρώων ἂμ πεδίον σφετέρων ἀπὸ νόσφι καρήνων.
头颅分离,倒在特洛伊的平原上。
τῇσι δʼ ἔπι Σθένελος κρατερὸν κατέπεφνε Κάβειρον,
在这两人之后,斯忒涅罗斯斩杀了刚强的卡贝罗斯;
ὃς κίεν ἐκ Σηστοῖο λιλαιόμενος πολεμίζειν
他昔日怀着与阿耳戈斯人作战的渴望自塞斯托斯而来,
Ἀργείοις, οὐδʼ αὖθις ἑὴν νοστήσατο πάτρην.
却再未能返回自己的故土。
τοῦ δὲ Πάρις κραδίην ἐχολώσατο δῃωθέντος,
见他被杀,帕里斯心头大怒,
καί ῥʼ ἔβαλε Σθενέλοιο καταντίον· οὐδʼ ἄρα τόν γε
迎面射向斯忒涅罗斯;然而尽管满怀杀意,
οὔτασεν ἐσσύμενός περ, ἀπεπλάγχθη γὰρ ὀϊστὸς
他却未曾射中此人,因为箭矢被偏转至他处,
ἄλλῃ, ὅπῃ μιν Κῆρες ἀμείλιχοι ἰθύνεσκον·
顺着冷酷的死神所指引的方向飞去,
κτεῖνε δʼ ἄρʼ ἐσσυμένως Εὐήνορα χαλκεομίτρην,
飞快地射杀了身披青铜护腹、
ὅς ῥʼ ἐκ Δουλιχίοιο κίεν Τρώεσσι μάχεσθαι.
从杜利基翁赶来与特洛伊人交战的厄厄诺耳。
τοῦ δʼ ἄρʼ ἀποφθιμένοιο πάϊς Φυλῆος ἀγαυοῦ
见他阵亡,尊贵的费琉斯之子怒火中烧;
ὠρίνθη· μάλα δʼ ὦκα λέων ὣς πώεσι μήλων
他如扑向羊群的雄狮般疾速跃出,
ἔνθορε· τοὶ δʼ ἅμα πάντες ὑπέτρεσαν ὄβριμον ἄνδρα·κτεῖνε γὰρ Ἰτυμονῆα καὶ Ἱππασίδην Ἀγέλαον,οἵ ῥʼ ἀπὸ Μιλήτοιο φέρον Δαναοῖσιν ὁμοκλὴν
众人皆畏缩退让,畏惧这位勇士。
Νάστῃ ὑπʼ ἀντιθέῳ καὶ ὑπʼ Ἀμφιμάχῳ μεγαθύμῳ,
因他斩杀了从米利都率部随同神圣的纳斯忒斯与勇猛的安菲马科斯前来向达那奥斯人挑衅的伊图墨纽斯与希帕索斯之子阿格拉俄斯。
οἳ Μυκάλην ἐνέμοντο Λάτμοιό τε λευκὰ κάρηνα
他们曾聚居于米卡勒、拉特莫斯的皑皑白峰、
Βράγχου τʼ ἄγκεα μακρὰ καὶ ἠιόεντα Πάνορμον
布兰科斯的悠长峡谷、
Μαιάνδρου τε ῥέεθρα βαθυρρόου, ὅς ῥʼ ἐπὶ γαῖανΚαρῶν ἀμπελόεσσαν ἀπὸ Φρυγίης πολυμήλου
沿海的帕诺耳摩斯,以及深漩流淌的迈安德罗斯河畔——此河曲折蜿蜒,
εἶσι πολυγνάμπτοισιν ἑλισσόμενος προχοῇσι.
从羊群繁茂的弗律癸亚奔流注入盛产葡萄的卡里亚之地。
καὶ τοὺς μὲν κατέπεφνε Μέγης δηιοτῆτι·
墨革斯在激战中斩杀了这些人;
ἄλλους δʼ αὖτʼ ἐδάμασσεν, ὅσους κίχε δουρὶ κελαινῷ·
凡是他那黑色的长矛所及之处,又击杀了许多其他人;
ἐν γάρ οἱ στέρνοισι θράσος βάλε Τριτογένεια,
盖因特里托生女神已将无畏注入他的胸膛,
ὄφρα κε δυσμενέεσσιν ὀλέθριον ἦμαρ ἐφείη.
好让他给敌人带来毁灭之日。
Δρησαῖον δʼ ἐδάμασσεν ἀρηίφιλος Πολυποίτης,τὸν τέκε δῖα Νέαιρα περίφρονι Θειοδάμαντι
嗜战的波吕波忒斯击杀了德瑞塞俄斯。
μιχθεῖσʼ ἐν λεχέεσσιν ὑπαὶ Σιπύλῳ νιφόεντι,
〔德瑞塞俄斯〕乃是神圣的涅埃拉在白雪皑皑的西皮洛斯山下与明智的忒俄达玛斯合欢所生之子。
ᾗχι θεοὶ Νιόβην λᾶαν θέσαν, ἧς ἔτι δάκρυ
诸神曾在该处将尼俄伯化为巨石;
πουλὺ μάλα στυφελῆς καταλείβεται ὑψόθι πέτρης,καί οἱ συστοναχοῦσι ῥοαὶ πολυηχέος Ἕρμου
至今那坚硬高耸的岩石上仍有源源不断的泪水流淌而下,
καὶ κορυφαὶ Σιπύλου περιμήκεες, ὧν καθύπερθεν
轰鸣回响的赫耳摩斯河水与西皮洛斯的险峻峰峦与她一同哀鸣,
ἐχθρὴ μηλονόμοισιν ἀεὶ περιπέπτατʼ ὀμίχλη·
群峰之上终年弥漫着牧羊人所厌弃的浓雾。
ἡ δὲ πέλει μέγα θαῦμα παρεσσυμένοισι βροτοῖσιν,
对路过的凡人而言,这乃是一大奇观,
οὕνεκʼ ἔοικε γυναικὶ πολυστόνῳ, ἥ τʼ ἐπὶ λυγρῷ
因其酷似一位悲苦哀恸的妇人,
πένθεϊ μυρομένη μάλα μυρία δάκρυα χεύει·
在凄楚的哀痛中泪流不止;
καὶ τὸ μὲν ἀτρεκέως φῂς ἔμμεναι, ὁππότʼ ἄρʼ αὐτὴν
当你从远处凝望她时,定会真切地说那就是个妇人;
τηλόθεν ἀθρήσειας· ἐπὴν δέ οἱ ἐγγὺς ἵκηαι,
但当你走近身前,
φαίνεται4 αἰπήεσσα πέτρη Σιπύλοιό τʼ ἀπορρώξ.
她所显现的却只是西皮洛斯高耸险峻的绝壁危岩。
ἀλλʼ ἡ μὲν μακάρων ὀλοὸν χόλον ἐκτελέουσα
然而,她承受着福乐诸神毁灭性的愤怒,
μύρεται ἐν πέτρῃσιν ἔτʼ ἀχνυμένῃ εἰκυῖα.
在群岩之间抽泣,依旧形同那位满怀哀愁之人。
- 1.232ὅππως κε Τρώεσσιν ἐϋσθενέεσσι μάχηται
承接前一段落末尾的关系从句(ὅς ῥα πάρος Φυλακῆθεν ἐφέσπετο Πρωτεσιλάῳ)的目的从句。连词 ὅππως 加上助词 κε 及虚拟语气 μάχηται,表示其随军出征的目的。
- 1.233τοῦ δʼ ἄρʼ ἀποφθιμένοιο
属格独立结构。τοῦ 指代前文提及的墨尼波斯(Μένιππον),意为“当他阵亡之时”,与主句中表示受影响者的与格 Ποδάρκεϊ 在意义上紧密呼应。
- 1.238τῆς δʼ ἄρα Πενθεσίλεια χολώσατο
τῆς 是由表示情感的动词 χολώσατο(发怒)所支配的原因属格,指代刚刚阵亡的己方女战士克洛尼厄(Κλονίην),意为“因她的缘故/为她,彭忒西勒亚勃然大怒”。
- 1.297καὶ τὸ μὲν ἀτρεκέως φῂς ἔμμεναι, ὁππότʼ ἄρʼ αὐτὴν / τηλόθεν ἀθρήσειας· ἐπὴν δέ οἱ ἐγγὺς ἵκηαι, / φαίνεται
第二人称单数直陈式现在时 φῂς 用作泛指任何观察者或读者的泛指人称(“人们定会说”)。随后的两个条件从句构成了鲜明对比:远眺时使用表示假想/潜在视角的祈愿语气(τηλόθεν ἀθρήσειας),而走近观察时则使用表示一般条件的 ἐπήν + 虚拟语气(ἐγγὺς ἵκηαι),在句法上精妙地表现出由妇人形象到陡峭绝壁的视觉转变。
