← 诺努斯

狄奥尼索斯谭

§8.337-8.418

塞墨勒被雷火焚毙与巴克科斯获救

宙斯无法拒绝塞墨勒的乞求,遂携雷霆霹雳的神圣真容降临;塞墨勒被烈火焚毁,但腹中幼子巴克科斯获救,塞墨勒自身亦被升入天界化为不朽女神。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
337

σοὶ πόρεν ἁρπαμένοιο πάλιν σπινθῆρα κεραυνοῦ·1

(卡德摩斯)曾将那被夺走的霹雳火花重又奉还与你;

δεῖξον ἐμῷ γενετῆρι, τά περ πόρε· γηραλέος γὰρ

请将他所奉献的展示给我的生父吧,

Κάδμος ἀπαιτίζει με τεῆς σημήιον εὐνῆς.

因为年迈的卡德摩斯正向我索求你同榻的凭证。

340

οὔ πω ἐγὼ Κρονίωνος ἀληθέος εἶδον ὀπωπήν,

我至今未曾得见真正的克洛诺斯之子的容颜,

οὐ βλεφάρων ἀκτῖνα σελασφόρον, οὐδὲ προσώπου

未见其双眸放出的耀目光华,

μαρμαρυγὰς ἐνόησα καὶ ἀστράπτουσαν ὑπήνην·

未曾领略其面容的闪烁与电光闪耀的髭须;

οὔ πω ἴδον τεὸν εἶδος Ὀλύμπιον, ἀλλὰ δοκεύω

我至今未见你奥林匹斯的真容,

πόρδαλιν ἠὲ λέοντα, θεὸν δʼ οὐκ εἶδον ἀκοίτην.

只疑心是豹是狮,未曾得见神明夫君。

345

ὡς βροτὸν εἰσορόω σε θεὸν μέλλουσα λοχεύειν.

我虽将要诞下神明,却视你如凡人。

ἄλλον ἐγὼ πυθόμην φλογερὸν γάμον· ἠέλιος γὰρ

我听闻过另一场炽烈的婚典:

σὺν πυρὶ νυμφιδίῳ Κλυμένην ἠγκάσσατο νύμφην.

太阳伴着婚礼的烈焰拥抱了新娘克吕墨涅。

ἔννεπεν αἰτίζουσα φίλον μόρον· ἶσα γὰρ Ἥρῃ

她这般说着,乞求着她亲身的末日;

εἰς γάμον ἀθρῆσαι μινυώριος ἔλπετο νύμφη

因为这短命的新娘期望在婚典中目睹平静雷霆那温和的火花,

350

μειλίχιον σπινθῆρα γαληναίοιο κεραυνοῦ.

恰如赫拉所见一般。

Ζεὺς δὲ πατὴρ ἀίων φθονεραῖς ἐπεμέμφετο Μοίραις,

而父神宙斯听闻,责怪着善妒的命运三女神,

καὶ Σεμέλην ἐλέαιρεν ἀώριον· ἀμφὶ δὲ Βάκχῳ

并怜悯这未至寿数的塞墨勒;关于巴克科斯,

κερδαλέον γίνωσκεν ἀμειλίκτου χόλον Ἥρης.

他洞察了严酷赫拉那深具算计的怒火。

Ἑρμείῃ δὲ κέλευεν ἀπὸ φλογεροῖο κεραυνοῦ

他遂命赫耳墨斯从烈火雷霆中,

355

ἁρπάξαι νέον υἷα πυριβλήτοιο Θυώνης.

将烈焰所击之堤俄涅的新生幼子夺出。

καί τινα μῦθον ἔλεξε πατὴρ ὑψαύχενι κούρῃ·

父神对这昂首高傲的少女说出这般言语:

Ὦ γύναι, ἦ σε δόλοις φθονερὸς νόος ἤπαφεν Ἥρης·

“妇人啊,赫拉那嫉妒的心思委实以诡计欺瞒了你!

ἦ ῥα, γύναι, δοκέεις, ὅτι μείλιχοί εἰσι κεραυνοί;

妇人啊,你当真以为雷霆是温和之物么?

τλῆθι μένειν χρόνον ἄλλον, ἕως ἔτι φόρτον ἀείρεις,

暂且忍耐再待些时日吧,只要你仍身怀重负;

360

τλῆθι μένειν χρόνον ἄλλον, ἕως ἐμὸν υἷα λοχεύεις·

暂且忍耐再待些时日吧,直到你为我诞下儿子;

μὴ πρὸ τόκου πυρόεντας ἀπαιτίζῃς με φονῆας·

切莫在产期之前向我索求你那烈火的索命者!

οὐ στεροπὴν μεθέπων Δανάης σύλησα κορείην,

我并非携着闪电夺去丹奈的童贞,

οὐ βροντῆς κελάδημα, καὶ οὐ Τυρίης σέο νύμφης

亦非伴着雷鸣之啸;雷霆未曾为你那提尔新娘欧罗巴主婚;

Εὐρώπης ὑμέναιον ἐνυμφεύσαντο κεραυνοί,

伊纳科斯的牝牛亦未见此光辉;

365

οὐκ ἴδεν Ἰναχίη δαμάλη σέλας· ἀλλὰ σὺ μούνη

然而唯独你这凡女,

θνητὴ ἀπαιτίζεις με, τὰ μὴ θεὸς ᾔτεε Λητώ.

竟向我索求连勒托女神都不曾乞求之物。”

τοῖον ἔπος κατέλεξε καὶ οὐ μενέαινεν ἐρίζειν

他说完此话,却不欲与定数之丝相争;

νήμασι Μοιριδίοισι· διʼ αἰθερίοιο δὲ κόλπου

他闪耀着穿过长空的怀抱,

ἀστράπτων πεφόρητο καὶ ἱκεσίην ἕο νύμφης

聚电的夫君宙斯虽不情愿,

370

οὐκ ἐθέλων ἐτέλεσσε πόσις στεροπηγερέτα Ζεύς,

仍成全了新娘的祈求;他向塞墨勒翩然而至,

εἰς Σεμέλην δʼ ἐχόρευε κατηφέι χειρὶ τιταίνων

垂落的手中执着那夺去婚姻的雷霆的婚娶火花;

νυμφιδίους σπινθῆρας ἀμερσιγάμοιο κεραυνοῦ·

洞房因闪电而辉耀,

καὶ θάλαμος στεροπῇσιν ἐλάμπετο, καὶ πυρὸς ἀτμῷ

伊斯墨诺斯河因烈火的蒸腾而闪烁,

Ἰσμηνὸς σελάγιζεν, ὅλη δʼ ἀμαρύσσετο Θήβη.

整个忒拜城皆映照生辉。

375

καὶ Σεμέλη φλογόεντας ἑοὺς ὁρόωσα φονῆας

塞墨勒望见她那烈火缠身的索命仇敌,

αὐχένα γαῦρον ἄειρε καὶ ὑψινόῳ φάτο φωνῇ·

昂起骄傲的头颈,以意气高昂之声说道:

Πηκτίδος οὐ χατέω λιγυηχέος, οὐ χρέος αὐλοῦ·

“我无须清脆的竖琴,

βρονταὶ ἐμοὶ γεγάασι Διὸς σύριγγες Ἐρώτων,

亦不用长笛;于我而言,宙斯的雷鸣便是爱神的排箫,

αὐλὸς ἐμοὶ κτύπος οὗτος Ὀλύμπιος, αἰθερίης δὲ

这奥林匹斯的轰鸣便是我的长笛,

380

δαλὸς ἐμῶν θαλάμων στεροπῆς σέλας· οὐτιδανῶν δὲ

天界闪电的光辉便是我寝殿的火炬;

οὐκ ἀλέγω δαΐδων· δαΐδες δέ μοί εἰσι κεραυνοί.

我不在意微不足道的火把,雷霆便是我的火把。

εἰμὶ δάμαρ Κρονίωνος, Ἐχίονός ἐστιν Ἀγαύη,

我是克洛诺斯之子的配偶,阿高厄属于厄喀翁;

Αὐτονόην καλέσωσιν Ἀρισταίοιο γυναῖκα·

且叫他们称奥托诺厄为阿里斯泰俄斯之妻吧;

Ἰνὼ ἔχει Νεφέλην, Σεμέλη λάχε σύγγαμον Ἥρην.2

伊诺有着涅斐勒,塞墨勒则得赫拉为共侍一夫者。

385

οὐ γενόμην Ἀθάμαντος ἐγὼ δάμαρ, ὠκύμορον δὲ

我未曾沦为阿塔玛斯之妻,

οὐ τέκον Ἀκταίωνα κυνοσπάδα, σύννομον ὕλης.

亦未曾诞下那短命而遭群犬撕碎、林莽同行的阿克泰翁。

οὐ χατέω φόρμιγγος ὀλίζονος· οὐρανίη γὰρ

我无须凡俗微薄的七弦琴;

ἀστραίη Κιθάρη Σεμέλης ὑμέναιον ἀείδει.

因为天界星辰之琴正为塞墨勒歌咏婚礼之歌!”

ἔννεπε κυδιόωσα καὶ ἤθελε χερσὶν ἀφάσσειν

她得意非凡地述说着,

390

ἀστεροπὴν ὀλέτειραν, ἀφειδήσασα δὲ Μοίρης

欲以双手抚弄毁灭的闪电,她不顾命运的定数,

τολμηρῇ παλάμῃ φονίων ἔψαυσε κεραυνῶν·

以鲁莽的掌心触摸了致命的雷霆。

καὶ γάμος ἦν Σεμέλης θανατηφόρος, ἧς ἑνὶ θεσμῷ

塞墨勒的婚典成了夺命之灾,

πυρκαϊὴν καὶ τύμβον ἐθήκατο παστὸν Ἐρινύς·

复仇女神厄里倪厄斯依同一种定数,将洞房化作火葬柴堆与坟茔;

καὶ λοχίαις ἀκτῖσι γαμήλιον ἄσθμα κεραυνοῦ

宙斯毫不留情,

395

Ζηνὸς ἀφειδήσαντος ὅλην τεφρώσατο νύμφην·

雷霆婚娶的喘息化作分娩的烈芒,将新娘整个人化作飞灰。

καὶ στεροπὴ πέλε μαῖα, καὶ Εἰλείθυια κεραυνοί·3

闪电化作了产婆,雷霆化作了分娩女神厄勒梯亚;

κόλπου δʼ αἰθομένοιο διαθρῴσκοντα τεκούσης

当巴克科斯从母亲燃烧的怀中跃出时,

Βάκχον ἐπουρανίη μαιώσατο φειδομένη φλόξ,

天界的烈火网开一面,

μητροφόνῳ σπινθῆρι μαραινομένων ὑμεναίων·4

将他接生,正值婚典消逝于弑母的火花之中;

400

καὶ βρέφος ἠλιτόμηνον ἀδηλήτου τοκετοῖο

雷霆以留情的微息,

ἄσθμασι φειδομένοισιν ἐχυτλώσαντο κεραυνοί·

洗礼了那未受损伤之产的早产婴儿;

καὶ Σεμέλη πυρόεσσαν ἐσαθρήσασα τελευτὴν

塞墨勒目睹了她那烈火的终局,

ὤλετο τερπομένη λόχιον μόρον· ἦν δὲ νοῆσαι

在欢悦中迎受了产褥的死期。在同一座洞房之内,

ἵμερον, Εἰλείθυιαν, Ἐρινύας εἰν ἑνὶ παστῷ.

竟可见情欲、分娩女神与复仇女神同在。

405

καὶ βρέφος ἡμιτέλεστον ἑῷ γενετῆρι λοχεῦσαι

赫耳墨斯将那肢体沐浴于天火之中的半成婴儿带走,

οὐρανίῳ πυρὶ γυῖα λελουμένον ἤγαγεν Ἑρμῆς.

交给其生父去分娩产下。

Ζεὺς δὲ βαρυζήλοιο μετατρέψας νόον Ἥρης

宙斯平息了深妒赫拉的心意,

ἄγριον ἐπρήυνε παλίλλυτον ὄγκον ἀπειλῆς,

将她那暴烈的威吓气焰抚平消解;

καὶ φλογερὴν Σεμέλην μετανάστιον εἰς πόλον ἄστρων

他将化作烈火的塞墨勒迁至星宿之极,

410

οὐρανὸν οἶκον ἔχουσαν ἀνήγαγε μητέρα Βάκχου

使这巴克科斯之母以天穹为居所,与天界诸神同列一炉,

αἰθερίοις ναέτῃσιν ὁμέστιον, ὡς γένος Ἥρης,

作为赫拉的眷族,

ὡς τόκον Ἁρμονίης ἐξ Ἄρεος, ἐξ Ἀφροδίτης·

作为阿瑞斯与阿佛洛狄忒所生哈耳摩尼亚的骨肉;

καὶ καθαρῷ λούσασα νέον δέμας αἴθοπι πυρσῷ

她以纯净炽烈的火炬沐浴新躯,

καὶ βίον ἄφθιτον ἔσχεν Ὀλύμπιον· ἀντὶ δὲ Κάδμου

获享奥林匹斯不朽的生命;取代了卡德摩斯与凡世泥土、

415

καὶ χθονίου δαπέδοιο καὶ Αὐτονόης καὶ Ἀγαύης

奥托诺厄与阿高厄,

σύνθρονον Ἄρτεμιν εὗρε καὶ ὡμίλησεν Ἀθήνῃ

她见阿尔忒弥斯与己同座,与雅典娜共相交谈,

καὶ πόλον ἕδνον ἔδεκτο, μιῆς ψαύουσα τραπέζης

接纳天宇为聘礼,同宙斯、赫耳墨斯、

Ζηνὶ καὶ Ἑρμάωνι καὶ Ἄρεϊ καὶ Κυθερείῃ.

阿瑞斯与库忒瑞亚共坐一席。

语法注4 条
  1. 8.337σοὶ πόρεν ἁρπαμένοιο πάλιν σπινθῆρα κεραυνοῦ·

    该句紧接上一段末句(μνώεο, τίς Τυφῶνι δολόφρονα πότμον ὑφαίνων)构成的关系句,主语依上下文指卡德摩斯(在神话前文中以巧计欺骗堤丰夺回宙斯雷霆之人),并为下一句命令式 δεῖξον 的宾语从句 τά περ πόρε 提供所指。

  2. 8.384Ἰνὼ ἔχει Νεφέλην, Σεμέλη λάχε σύγγαμον Ἥρην.

    Νεφέλην 与 Ἥρην 在平行的对仗结构中作直接宾语,指代婚姻中的争竞对手或共事一夫者。此处塞墨勒自豪地对比:正如伊诺与阿塔玛斯的前妻涅斐勒共侍一夫,塞墨勒则通过分享宙斯而得赫拉为共侍一夫者(σύγγαμος)。

  3. 8.396καὶ στεροπὴ πέλε μαῖα, καὶ Εἰλείθυια κεραυνοί·

    μαῖα 与 Εἰλείθυια 分别作为主语 στεροπή 和 κεραυνοί 的表语名词。闪电与霹雳在此被诗意地拟人化为分娩的接生者(产婆及分娩女神厄勒梯亚)。

  4. 8.399μητροφόνῳ σπινθῆρι μαραινομένων ὑμεναίων·

    此句为独立属格结构(μαραινομένων ὑμεναίων),修饰以表手段或原因的与格短语 μητροφόνῳ σπινθῆρι,在句法上刻画出婚礼典礼本身在弑母的雷火火花中消逝化灭的伴随情境。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2045.tlg001.humanitext-grc2:8.337-8.418