← 诺努斯

狄奥尼索斯谭

§8.170-8.253

赫拉假扮老乳母唆使塞墨勒

欺瞒之神将能够迷惑宙斯的心魄宝带授予赫拉后离去。赫拉化身为当年抚养卡德摩斯的老乳母潜入塞墨勒的寝殿,在逼问受孕的塞墨勒后,巧言唆使她要求情郎显出雷电霹雳的真身以证明其为宙斯。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
170

Ἄρεα μὲν κομίσειας ἐς οὐρανόν· ἢν δʼ ἐθελήσῃς,

“你且将阿瑞斯带回天庭;若你愿意,

θέλγε νόον Κρονίδαο καί, εἰ χρέος, Ὠκεανοῖο

便迷住克洛诺斯之子的心意;若有必要,

χωομένου·1 χθονίων δὲ λιπὼν ὑμέναιον Ἐρώτων

亦可迷住暴怒的俄刻阿诺斯的心。至高统治者宙斯将抛却凡尘爱欲的婚榻,

ἵξεται αὐτοκέλευστος ἐς οὐρανὸν ὑψιμέδων Ζεὺς

被我们这巧夺天工的宝带降伏心智,

ἡμετέρῳ δολόεντι περιγνάμψας φρένα κεστῷ·

自行重返太虚;

175

οὗτος ἐμῆς Παφίης φρενοθελγέα κεστὸν ἐλέγχει.

此带足以压倒我那帕福斯女主迷人心魄的香囊。”

ὣς φαμένη δολόμητις ὑπηνέμιος φύγε δαίμων

诡计多端的女神言罢,便迅如疾风般飞遁而去,

ἠέρα πωτήεντι διαστείχουσα πεδίλῳ.

以生翼的宝鞋踏空而行。

Δικταίης δὲ λιποῦσα σακέσπαλον ἄντρον ἐρίπνης

怀着满腔妒火的欺诈赫拉,

καὶ λοχίην σπήλυγγα τελεσσιγόνοιο θεαίνης

抛下狄克忒那震击盾牌的险峰,

180

εἰς θάλαμον Σεμέλης ἀπατήλιος ἤλυθεν Ἥρη,

抛下使胎儿完满降生的女神的产褥洞穴,

ζήλῳ φυσιόωσα· μελιγλώσσῳ δὲ γεραιῇἰσοφανὴς φιλόπαιδι δέμας μορφοῦτο τιθήνῃ

向着塞墨勒的寝殿走去。她将身形化作一位言语甜美、

παιδοκόμῳ, τὴν αὐτὸς ἀνηέξησεν Ἀγήνωρ,

慈爱孩童的老乳母——当年正是阿格诺尔亲自抚养了她,

καί οἱ κλῆρον ἔδωκε, καὶ ὤπασεν ἀνδρὶ γυναῖκα

赐她封邑,如生父般为她择偶婚配;

185

οἷα πατήρ· κομιδῆς δὲ χάριν τίνουσα καὶ αὐτὴ2

而她为报答抚育之恩,

νήπιον εἰσέτι Κάδμον ἑᾷ μαιώσατο μαζῷ

在卡德摩斯尚在襁褓时便以己乳哺之,

καὶ βρέφος Εὐρώπην φιλίῳ πήχυνεν ἀγοστῷ.

以爱怜的双臂将幼婴欧罗巴抱在怀中。

τῇ δέμας ἶσον ἔχουσα διέστιχεν εἰς δόμον Ἥρη

赫拉化作这般身形,怀着对塞墨勒、

χωομένη Σεμέλῃ καὶ Κύπριδι καὶ Διονύσῳμή πω φέγγος ἰδόντι, καὶ ἀρτιγάμῳ παρὰ παστῷ

塞浦路斯女神以及尚未得见天日的狄奥尼索斯的满腔怒火走入宫殿;

τοῖχον ἐς ἀντικέλευθον ἑὴν ἔκλινεν ὀπωπὴν

在刚成婚的寝榻旁,她将目光别向对面的墙壁,

ὄμμα παρατρέψασα, Διὸς μὴ λέκτρα νοήσῃ.

侧转双眸,唯恐看见宙斯的床榻。

τὴν μὲν Πεισιάνασσα καθίζανεν ὑψόθι δίφρουἀμφίπολος Σεμέλης, Τυρίης βλάστημα γενέθλης,

塞墨勒的侍女珀西阿纳萨——一位出身推罗的名媛——请她在高椅上就座,

195

Θελξινόη δὲ τάπητας ἐνήρμοσεν ἤνοπι δίφρῳ.

塞耳克西诺厄则在明亮的椅子上铺好毛毯。

ἔνθα θεὰ σχεδὸν ἧστο δολοπλόκος· εὗρε δὲ κούρην

织就诡计的女神便坐在近旁;

βριθομένην ὠδῖνι πεπαινομένου τοκετοῖο·

她看见那少女正被即将成熟的临盆阵痛所困扰。

καὶ τόκον, οὐ ψαύοντα τελεσσιγόνοιο Σελήνης,

那尚未触及产月之限的胎儿,正由她未隆起的腹部、

γαστρὸς ἀσημάντου χλοερὴ κήρυξε παρειὴ

苍白的面颊以及昔日如酒般润泽、

200

καὶ χλόος οἰνώπων μελέων πάρος·3 ἑζομένης δὲ

今已褪色的四肢显露出来。

Ἥρης ψευδομένης δολόεν δέμας ἔτρεμε παλμῷ

假冒的赫拉落座时,虚幻的身躯发出相反的颤抖,

ἀντιτύπῳ, καὶ νέρθεν ἐπὶ χθόνα κάμπτετο νεύων

老迈弯曲的脖颈连同沉重低垂的双肩,

ὤμοις θλιβομένοισι γέρων κυρτούμενος αὐχήν.

从下方朝地面佝偻蜷缩。

καὶ πρόφασιν μόγις εὗρεν· ἐπεστενάχιζε δὲ μύθῳ

她好不容易寻得借口;自脸上擦去精心做作的泪水,

205

δάκρυον εὐποίητον ἀποψήσασα προσώπου,

她哀声叹息,以惑人心神的嗓音吐出欺诈的言辞:

καὶ δολόεν κατέλεξεν ἔπος φρενοθελγέι φωνῇ·

“王女啊,

Εἰπέ, πόθεν, βασίλεια, τεαὶ χλοάουσι παρειαί;

请告诉我,你的双颊为何如此苍白?

πῇ σέο κάλλος ἐκεῖνο; τίς εἴδεϊ σεῖο μεγαίρων

你昔日的美貌何处去了?是谁嫉妒你的容颜,

πορφυρέους σπινθῆρας ἀπημάλδυνε προσώπου;

熄灭了你脸上绯红的光彩?

210

καὶ ῥόδα τίς μετάμειψεν ἐς ὠκυμόρους ἀνεμώνας;

是谁将鲜艳的玫瑰化作了夭折的银莲花?

καὶ σὺ κατηφιόωσα τί τήκεαι; ἦ ῥα καὶ αὐτὴ

你为何这般低垂着头,憔悴消沉?

ἔκλυες αἴσχεα κεῖνα, τά περ βοόωσι πολῖται;

难道连你自己也听到了城中百姓喧嚷的那些可耻谣言?

ἐρρέτω ἀρχεκάκων ὀλοὸν στόμα θηλυτεράων.

愿那群肇事为恶的妇人破灭其祸端之口!

εἰπὲ δέ μοι, μὴ κρύπτε τεῆς συλήτορα μίτρης·

但请告诉我,切莫隐瞒夺去你处女之带的人:

215

τίς σε θεῶν ἐμίηνε; τίς ἥρπασε σεῖο κορείην;

究竟是哪位神明玷污了你?是谁夺走了你的童贞?

εἰ μὲν Ἄρης λαθραῖος ἐμὴν νυμφεύσατο κούρην

若是隐秘的阿瑞斯迎娶了我的姑娘,

καὶ Σεμέλῃ παρίαυεν ἀφειδήσας Ἀφροδίτης,

不顾阿佛洛狄忒而与塞墨勒同榻,

ἐλθέτω εἰς σέο λέκτρα γαμήλιον ἔγχος ἀφάσσων·

便让他手抚婚典的战矛来到你的寝榻;

γινώσκει μενέχαρμον ἑὸν γενέτην σέο μήτηρ.

你的母亲深知她那善战的生父。

220

εἰ δέ σοι ὠκυπέδιλος ἐκώμασε νυμφίος Ἑρμῆς

若是捷足的赫耳墨斯化作新郎前来幽会,

καὶ Σεμέλης διὰ κάλλος ἑὴν ἠρνήσατο Πειθώ,

为了塞墨勒的美貌而舍弃了他的珀伊托,

ῥάβδον ἑὴν ὀπάσειε τεῆς αὐτάγγελον εὐνῆς,

便让他献上神杖自任婚床的信使,

ἠέ σε κοσμήσειεν ἑοῖς χρυσέοισι πεδίλοις

或以他的黄金履饰装点于你,

δῶρον ἄγων λεχέων σέθεν ἄξιον, ὄφρα καὶ αὐτὴ

带来配得上你床榻的赠礼,

225

εἴης χρυσοπέδιλος, ἅ περ Διὸς εὐνέτις Ἥρη.

好让你也同宙斯之偶赫拉一样成为足踏金履之神!

εἰ δέ σοι οὐρανόθεν πόσις ἤλυθε καλὸς Ἀπόλλων

若是俊美的阿波罗从天而降作为夫君,

καὶ Σεμέλης ὑπʼ ἔρωτι λελασμένος ἔπλετο Δάφνης,

因眷恋塞墨勒而忘却了达芙妮,

νόσφι δόλου κρυφίοιο διʼ ἠέρος εἰς σὲ χορεύσῃ

便让他摒弃隐秘的诡计,

ἁβρὸς ἀσιγήτων ἐποχημένος ἅρματι κύκνων,

乘着不息鸣唱的天鹅之车穿空起舞来到你身边,

230

ἕδνα τεῆς φιλότητος ἑὴν φόρμιγγα κομίζων,

携其里拉琴作为你爱情的聘礼,

πιστὸν ἑῶν θαλάμων σημήιον· εἰσορόων γὰρ

作为他洞房坚确的信物;

Κάδμος ἐπουρανίην κιθάρην Φοίβοιο νοήσει,

因为卡德摩斯一见便会认出福玻斯那神圣的七弦琴,

ἣν ἴδεν αἰολόφωνον ἑῆς παρὰ δεῖπνα τραπέζης

昔日在他宴饮的席案旁,

Ἁρμονίης μέλπουσαν ἐπιχθονίους ὑμεναίους.

正是那琴音婉转歌唱着哈耳摩尼亚尘世的婚歌!

235

εἰ δὲ γυναιμανέων σε βιήσατο κυανοχαίτης,

若是好色的黑发神明强暴了你,

καί σε σοφῆς προβέβουλεν ἀειδομένης Μελανίππης,

将你置于睿智歌唱的墨拉尼珀之上,便让他堂堂皇皇前来赴会,

ἀμφαδὰ κωμάσσειε, παρὰ προπύλαια δὲ Κάδμου

在卡德摩斯的大门旁立下他婚礼的三叉戟刃,

νυμφιδίης πήξειεν ἑῆς γλωχῖνα τριαίνης,ξυνώσας γέρας ἶσον ἐχιδνοκόμῳ παρὰ Δίρκῃ,οἷα παρʼ Ἀργείοισι λεοντοβότῳ παρὰ Λέρνῃ,σῆμα γάμων ἔστησεν Ἀμυμώνης,4 ὅθι νύμφης

如同在阿耳戈斯人那里、

Λερναίης ἔτι χῶρος ἐπώνυμός ἐστι τριαίνης.

在狮群出没的勒尔奈旁立下阿密蒙涅的婚姻印记——那里的勒尔奈之地至今仍以那仙女的三叉戟命名——从而在育有巨蛇的狄耳刻泉旁赋予同等的荣耀!

ἀλλὰ τί κικλήσκω σε παρευνέτιν ἐννοσιγαίου;

然而我何必称你为撼地之神的床榻之侣?

ποῖα Ποσειδάωνος ἔχεις σημήια λέκτρων;

你可曾握有波塞冬寝榻的何种印记?

245

ὑδρηλαῖς παλάμῃσι χυθεὶς ἠγκάσσατο Τυρὼ

昔日仿造伊尼培乌斯之形的假冒之神,

παφλάζων δολόεντι ῥόῳ μιμηλὸς Ἐνιπεύς.

在狡谲的激流中翻腾着泡沫,以水形之臂拥抱了堤罗。

εἰ δὲ καί, ὡς ἐνέπεις, σέο νυμφίος ἐστὶ Κρονίων,

然而,若果真如你所言,你的新郎乃克洛诺斯之子,

ἐλθέτω εἰς σέο λέκτρα σὺν ἱμερόεντι κεραυνῷ,

就让他携着令人渴慕的霹雳来到你的婚榻,

ἀστεροπῇ γαμίῃ κεκορυθμένος, ὄφρά τις εἴπῃ·

披挂婚礼的闪电,好叫众人说道:

250

Ἥρης καὶ Σεμέλης νυμφοστόλοι εἰσὶ κεραυνοί.

‘闪电正是赫拉与塞墨勒的婚礼导引!’

ζηλήμων περ ἐοῦσα Διὸς δάμαρ οὔ σε χαλέψει·

即便满怀嫉妒,宙斯的妻子亦不会加害于你;

οὐ γὰρ ἐπιτρέψειε τεὸς μητρώιος Ἄρης.

因你母系的先祖阿瑞斯绝不会容许此事。

ὀλβίη Εὐρώπη Σεμέλης πλέον, ἣν ὑπὲρ ὤμων

然而欧罗巴却比塞墨勒更为幸运,那头神牛曾将她驼在肩上……”

语法注4 条
  1. 8.171Ὠκεανοῖο χωομένου

    属格名词短语 Ὠκεανοῖο χωομένου 作为祈使动词 θέλγε 的宾语,跨过插入短语 εἰ χρέος(“若有必要”)与前文的 νόον Κρονίδαο 并列。字面意为:“迷惑克洛诺斯之子的心意,以及,若有必要,[迷惑]暴怒的俄刻阿诺斯[的心意]”。

  2. 8.185κομιδῆς δὲ χάριν τίνουσα καὶ αὐτὴ

    介词性宾格 χάριν 与属格 κομιδῆς(抚育)构成副词短语,意为“偿还抚育之恩”。主语(καὶ αὐτή,即乳母自身)曾蒙阿格诺尔抚育成人(τὴν αὐτὸς ἀνηέξησεν Ἀγήνωρ),因而投桃报李,哺育了他的子女卡德摩斯与欧罗巴。

  3. 8.198καὶ τόκον, οὐ ψαύοντα τελεσσιγόνοιο Σελήνης, γαστρὸς ἀσημάντου χλοερὴ κήρυξε παρειὴ καὶ χλόος οἰνώπων μελέων πάρος

    全句核心结构为 χλοερὴ παρειὴ καὶ χλόος … κήρυξε τόκον(“苍白的面颊与……褪色宣告了受孕”)。宾语 τόκον(“怀孕/胎儿”)由分词短语 οὐ ψαύοντα τελεσσιγόνοιο Σελήνης(“尚未达至圆满分娩之月的”)修饰。属格 γαστρὸς ἀσημάντου(“未显隆起之腹的”)说明其腹部在外表上尚未明显隆起,显出月份尚浅。

  4. 8.239ξυνώσας γέρας ἶσον ἐχιδνοκόμῳ παρὰ Δίρκῃ, οἷα παρʼ Ἀργείοισι λεοντοβότῳ παρὰ Λέρνῃ, σῆμα γάμων ἔστησεν Ἀμυμώνης

    分词 ξυνώσας(“均分/赐予”)是伴随主句祈愿语气动词 πήξειεν(“愿他刺入”)的方式分词。它与由 οἷα 引导的比较从句(“正如他曾立下阿密蒙涅的婚姻印记……”)呼应,意指波塞冬应在狄耳刻泉旁赋予与当年在阿耳戈斯的勒尔奈同样的荣耀。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2045.tlg001.humanitext-grc2:8.170-8.253