← 诺努斯

狄奥尼索斯谭

§7.279-7.368

宙斯与塞墨勒的结合及神子预许

宙斯企盼夜幕降临,向太阳、月神与幽夜倾诉,随后降临底比斯塞墨勒的卧榻与其结合,预示了狄奥尼索斯的诸般形态,并向她揭示自身的神圣身份,许诺诞下不朽的儿子。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
279

θάμβος ἔχων· φιλίῳ γὰρ ἔρως πέλε θαύματι γείτων.

怀着惊叹;因为爱欲本是亲切惊异的近邻。

280

καὶ μόγις εἰς πόλον ἦλθε δολοπλόκος ὑψιμέδων Ζεὺς

织谋的高天统治者宙斯好不容易才返回穹苍,

ἔνθεον ἀμφιέπων παλινάγρετον εἶδος ὀπωπῆς.

重显其神圣本初的面貌。

καὶ νυχίης ἐθέλων Σεμέλης ἐπιβήμεναι εὐνῆςεἰς δύσιν ὄμμα τίταινε, πότε γλυκὺς Ἕσπερος ἔλθῃ·

他渴望登上塞墨勒的幽夜卧榻,便将目光投向西方,看那甘美的暮星何时升起;

καὶ δολιχὴν Φαέθοντος ἐμέμφετο δείελον ὥρην,

他埋怨法厄同漫长的午后时光,以亲切的口吻吐露出焦灼难耐的呼喊:

285

καὶ φιλίοις στομάτεσσι δυσίμερον ἴαχε φωνήν·

“告诉我,

Ἔννεπε, Νὺξ χρονίη, φθονερὴ πότε δύεται Ἠώς;

延宕的幽夜,嫉妒的黎明何时方能沉落?

ἀλλὰ σὺ δαλὸν ἄειρε Διὸς προκέλευθον Ἐρώτων,

快扬起你作为宙斯诸爱欲先驱的火把,

λαμπάδα νυκτιπόλοιο προθεσπίζουσα Λυαίου

预示夜巡者吕埃俄斯的明灯!

ζηλήμων Φαέθων με βιάζεται· ἦ ῥα καὶ αὐτὸς

嫉妒的法厄同苦苦逼迫我:

290

ἱμείρει Σεμέλης καὶ ἐμοὶ ποθέοντι μεγαίρει;

难道他也恋慕塞墨勒,对满怀情欲的我心生忌恨?

ἠέλιε, κλονέεις με καὶ εἰ μάθες οἶστρον Ἐρώτων·

太阳啊,纵使你深谙爱欲的狂乱,却仍将我折磨。

φειδομένῃ μάστιγι πόθεν βραδὺν ἵππον ἱμάσσεις;

因何以怜惜的鞭梢击打那迟缓的骏马?

οἶδα καὶ ὀξυτάτην ἑτέρην δύσιν· ἢν ἐθελήσω,καὶ σὲ καὶ ἠριγένειαν ἐμοῖς νεφέεσσι καλύψω,

我亦知晓另一种最为迅疾的西沉:若我愿意,我便用我的云霓将你与晨曦之神一同遮蔽;

295

καὶ σέο κευθομένοιο φανήσεται ἠματίη Νὺξ

当你被遮掩时,

Ζηνὸς ἐπειγομένοιο γαμοστόλος, ὄφρα φαείνῃ

白昼的幽夜便将现身,为焦渴的宙斯充当婚典的侍从,

ἄστρα μεσημβρίζοντα, καὶ ἠθάδα πομπὸν Ἐρώτων

好让正午闪耀群星,

ἕσπερον ἀντέλλοντα καὶ οὐ δύνοντα τελέσσω.1

并使爱欲惯常的引导者——暮星升起且永不沉没。

ἀλλὰ τεὸν προκέλευθον Ἑωσφόρον εἰς δύσιν ἕλκων

请将你那先行的晨星引向西方,

300

σοὶ καὶ ἐμοὶ ποθέοντι χαρίζεο, παννύχιος δὲ

施恩于你自己和满怀渴求的我;

σῆς Κλυμένης ἀπόναιο, καὶ εἰς Σεμέλην ταχὺς ἔλθω.

你且整夜去尽享你的克吕墨涅,好让我疾速奔向塞墨勒。

ζεῦξον ἐμοὶ τεὸν ἅρμα, φαεσφόρε καὶ σὺ Σελήνη,

司光的塞勒涅啊,你也为我驾驭你的战车,

μαρμαρυγὴν πέμπουσα φυτηκόμον, ὅττι γενέθληνθεσπίζει γάμος οὗτος ἀεξιφύτου Διονύσου,

洒下滋养草木的辉光,因为这场婚典预示着草木之神狄奥尼索斯的降生;

305

καὶ Σεμέλης ἐρατοῖσιν ἐπαντέλλουσα μελάθροιςλάμψον ἐμοὶ ποθέοντι σὺν ἀστέρι Κυπρογενείης,

升起在塞墨勒可爱的宫室之上吧,与塞浦路斯所生女神的星辰一同,为满怀渴求的我闪耀,

καὶ γλυκερὴν μήκυνε Διὸς θαλαμηπόλον ὄρφνην.

且延长侍候宙斯寝殿的甘美幽暗。”

τοῖα πατὴρ ἀγόρευε, τά περ πόθος οἶδε κελεῦσαι.

父神如此诉说,正道出了情欲所深谙的吩咐。

ἀλλʼ ὅτε οἱ σπεύδοντι χαμαιγενὲς ἅλμα τιταίνωνἀκροτενὴς περίμετρος ἀνέδραμε κῶνος ὀμίχλης,2

然而正当他急不可耐之际,那耸立于地面飞升而起的锥形雾气圆周攀援而上,挟带着反衬西沉晨曦的湿润幽暗,

δυομένης ζόφον ὑγρὸν ἄγων ἀντίσκιον Ἠοῦς,

就在此时,

ἀστερόεν τότε δῶμα παρέστιχεν ἠέριος Ζεὺςεἰς Σεμέλης ὑμέναιον, ἀτεκμάρτῳ δὲ πεδίλῳ

空中的宙斯掠过缀满繁星的殿宇,奔赴塞墨勒的婚典;他迈着难以捉摸的神履,

ἅλμα θορὼν πρώτιστον ὅλην παρεμέτρεε ταρσῷἀτραπὸν ἠερίην· τὸ δὲ δεύτερον ἵκετο Θήβηνὡς πτερὸν ἠὲ νόημα· διεσσυμένῳ δὲ μελάθρου

仅借第一跃便以足掌丈量了整个天空的行道,第二跃便已如飞羽或思绪般迅疾降临底比斯;

αὐτόματοι πυλεῶνος ἀνωίχθησαν ὀχῆες.

当他掠入宫室,门厅的门栓便自行敞开。

καὶ Σεμέλην φιλίῳ παλάμης ἠγκάσσατο δεσμῷ,

他以双臂温柔的羁绊拥抱塞墨勒,

πῇ μὲν ὑπὲρ λεχέων βοέην μυκώμενος ἠχώ,ἀνδρομέοις μελέεσσιν ἔχων κερόεσσαν ὀπωπήν,

时而在卧榻之上发出公牛般的哞叫,在凡人肢体上呈现生角的面容,与生角的狄奥尼索斯如出一辙;

ἰσοφυὲς μίμημα βοοκραίρου Διονύσου,πῇ δὲ λεοντείην πυκινότριχα δύσατο μορφήν,ἄλλοτε πόρδαλις ἦεν, ἅτε θρασὺν υἷα φυτεύων,πορδαλίων ἐλατῆρα καὶ ἡνιοχῆα λεόντων·

时而披上毛发浓密的雄狮之躯,时而又化作豹子,宛如在孕育一位骁勇的儿子,那豹子的驾驭者与狮子的御手;

325

ἄλλοτε μιτρωθεῖσαν ὑπὸ σπείρῃσι δρακόντων

时而,新郎被盘绕的蛇躯束起额发,

νυμφίος ἀμπελόεντι κόμην ἐσφίγγετο δεσμῷ,

以藤萝的羁绊紧束发丝,

οἴνοπα δινεύων ἑλικώδεα κισσὸν ἐθείρης,

旋动着发间酒红色的卷须常春藤,

Βάκχου πλεκτὸν ἄγαλμα· δράκων δέ τις ἀγκύλος ἕρπων

那是巴克科斯编结的华饰;

ταρβαλέης λιχμᾶτο ῥοδόχροον αὐχένα νύμφης

一条蜿蜒游动的巨蛇以温存的双唇舔舐着受惊新娘玫瑰色的玉颈,

330

χείλεσι μειλιχίοισι, κατὰ στέρνοιο δὲ βαίνων

游移滑过胸膛,

ἀκλινέων τροχόεσσαν ἴτυν μιτρώσατο μαζῶν,

缠绕起紧致双乳的丰圆之轮,

συρίζων ὑμέναιον, ἐυσμήνοιο μελίσσης

吹奏着婚歌的笛声,倾吐出蜂巢蜜蜂的甘甜蜜汁,

ἡδὺ μέλι προχέων, οὐ λοίγιον ἰὸν ἐχίδνης.

而非蝰蛇毁灭的毒液。

Ζεὺς δὲ γάμῳ δήθυνε, καὶ ὡς παρὰ γείτονι ληνῷεὔιον ἐσμαράγησε, φιλεύιον υἷα φυτεύων·

宙斯流连于婚典,宛如置身近旁的榨酒池畔,呼啸出埃沃伊的呐喊,孕育着钟爱埃沃伊之呼的儿子;

καὶ στόματι στόμα πῆξεν ἐρωμανές, ἱμερόεν δὲνέκταρ ἀναβλύζων Σεμέλην ἐμέθυσσεν ἀκοίτης,

他将痴狂的嘴唇紧贴在她的唇上,喷涌出令人陶醉的琼浆玉液,这位夫君让塞墨勒沉醉其中,

νεκταρέης ἵνα παῖδα τέκῃ σκηπτοῦχον ὀπώρης,ἄγγελον ἐσσομένων λαθικηδέα βότρυν ἀείρων,πυρσοφόρῳ νάρθηκι καταχθέα πῆχυν ἐρείσας·

好使她生下执掌琼浆果实之权杖的孩童,高举起忘却忧烦的未来葡萄串作为信使,将负重的前臂倚在引火的巨茴香上;

ἄλλοτε θύρσον ἄειρε πολύπλοκον οἴνοπι κισσῷ,

时而他又举起与酒红常春藤繁复缠绕的酒神杖,

δέρμα φέρων ἐλάφοιο· γυναιμανέος δὲ φορῆος

身披鹿皮;在那令女人们陷入癫狂的持杖者左臂上,

λαιῷ ποικιλόνωτος ἐσείετο νεβρὶς ἀγοστῷ.

摇曳着斑纹脊背的小鹿皮。

γαῖα δὲ πᾶσα γέλασσε, καὶ αὐτοφύτοισι πετήλοις

大地尽皆欢笑,一片葡萄园自生枝叶,

345

ὄρχατος ἀμπελόεις Σεμέλης περιδέδρομεν εὐνήν,

环绕着塞墨勒的卧榻蔓延,

καὶ δροσεροῦ λειμῶνος ἀνέβρυον ἄνθεα τοῖχοι

墙壁在布罗米俄斯的孕育中喷涌出清凉草甸的鲜花;

ἀμφὶ γονῇ Βρομίοιο, καὶ ἀννεφέλων ἐπὶ λέκτρων

而在无云的寝席之上,

βρονταίοις πατάγοισιν ἐπέκτυπεν ἐνδόμυχος Ζεὺς

深隐屋内的宙斯鸣响雷霆的轰鸣,

τύμπανα νυκτελίοιο προθεσπίζων Διονύσου.

预示着幽夜狄奥尼索斯的手鼓之音。

350

καὶ Σεμέλην μετὰ λέκτρα φίλῳ προσπτύξατο μύθῳἐλπίσιν ἐσσομένῃσι παρηγορέων ἕο νύμφην·

云雨之后,他以亲切的言语拥抱塞墨勒,用未来的希望宽慰自己的新娘:

Εἰμί, γύναι, Κρονίδης σέο νυμφίος· αἰθερίῳ μὲναὐχένα γαῦρον ἄειρε συναπτομένη παρακοίτῃ,

“妇人啊,我是克洛诺斯之子,你的新郎;与天界配偶结合,你当扬起骄傲的脖颈,

μείζονα δὲ βροτέης μὴ δίζεο μέτρα γενέθλης.

但切莫妄求超越凡人血胤的限度。

355

οὔ σοι ἐριδμαίνει Δανάης γάμος· ἀλλὰ καὶ αὐτῆς

达那厄的婚姻不足以与你抗衡;

πατροκασιγνήτης βοέων ὑμέναιον Ἐρώτων

甚至连〔你〕父之姊那由爱神公牛所缔结的婚典,你亦已将其掩盖;

ἔκρυφες· Εὐρώπη γὰρ ἀγαλλομένη Διὸς εὐνῇ

因为欧罗巴夸耀着宙斯的卧榻远赴克里特,

ἤλυθεν εἰς Κρήτην, Σεμέλη δʼ ἐς Ὄλυμπον ἱκάνει.

而塞墨勒却登临奥林匹斯。

τί πλέον ἤθελες ἄλλο μετʼ αἰθέρα καὶ πόλον ἄστρων;

在太虚与星宿的天球之后,你还想多求何物?

360

καί ποτέ τις λέξειεν, ὅτι Κρονίδης πόρε τιμὴν

有朝一日人们定会传扬,

νερτερίῳ Μίνωι καὶ οὐρανίῳ Διονύσῳ.

克洛诺斯之子曾向冥府的米诺斯与天界的狄奥尼索斯赐予荣耀。

ἀλλὰ μετʼ Αὐτονόης βροτὸν υἱέα καὶ τόκον Ἰνοῦς,3

因此,在奥托诺厄的凡胎之子与伊诺的子嗣之后——前者死于自己的猎犬之下,后者注定丧命于杀子父亲的飞箭——,

τὸν μὲν ἑοῖς σκυλάκεσσι δεδουπότα, τὸν δὲ τοκῆος

并在狂暴的阿高厄短命的儿子之后,

παιδοφόνου μέλλοντα θανεῖν πτερόεντι βελέμνῳ,καὶ μετὰ λυσσαλέης μινυώριον υἱὸν Ἀγαύης

去孕育一位不朽的儿子吧,我将称你为不死的神明;

ἄφθιτον υἷα λόχευε, καὶ ἀθανάτην σε καλέσσω·

你是幸福的,

ὀλβίη, ὅττι θεοῖσι καὶ ἀνδράσι χάρμα λοχεύσεις

因你将受孕产下一位抚平凡尘痛苦的儿子,

υἱέα κυσαμένη βροτέης ἐπίληθον ἀνίης.

为诸神与世人带来无尽的欢悦。”

语法注3 条
  1. 7.296ὄφρα φαείνῃ / ἄστρα μεσημβρίζοντα, καὶ ἠθάδα πομπὸν Ἐρώτων / ἕσπερον ἀντέλλοντα καὶ οὐ δύνοντα τελέσσω

    由目的连词 ὄφρα(为了)引导的从句中,虚拟式 φαείνῃ(照耀)与 τελέσσω(不定过去时虚拟式或将来直陈式)并列。τελέσσω(使……成为)带双重宾格,以 ἕσπερον 为宾语,以 ἀντέλλοντα καὶ οὐ δύνοντα 为谓语性分词。

  2. 7.310ἀκροτενὴς περίμετρος ἀνέδραμε κῶνος ὀμίχλης

    此处诗意地描绘了地球阴影在大气中形成锥形的唯美天文学景象。主语为 κῶνος ὀμίχλης(雾之圆锥),修饰语为形容词 ἀκροτενής(尖端延伸的)与 περίμετρος(圆周的),构成了语序倒置与离隔(hyperbaton)。

  3. 7.362ἀλλὰ μετʼ Αὐτονόης βροτὸν υἱέα καὶ τόκον Ἰνοῦς

    介词 μετά 加宾格(意为“在……之后”)引导了一系列并列的名词短语(奥托诺厄之子、伊诺之子以及随后的阿高厄之子),修饰主句的祈使动词 ἄφθιτον υἷα λόχευε(去孕育不朽的儿子)。塞墨勒诸姐妹之子的凡人悲惨命运(阿克泰翁、勒阿耳科斯、彭透斯)与塞墨勒将诞下不朽神明形成鲜明对比。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2045.tlg001.humanitext-grc2:7.279-7.368