- 底本
- Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2045.tlg001.humanitext-grc2:48.894-48.978
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
产后的奥拉因狂乱吞噬了双胞胎中的一个,随后投河自尽化为清泉;幸存的孩子被阿耳忒弥斯救下,并由狄奥尼索斯托付给尼凯亚与雅典娜,成为厄琉息斯密仪中的神祇伊阿克科斯,狄奥尼索斯则将阿里阿德涅的冠冕置于星空并升入奥林匹斯。
αὔρης δʼ εἰς ὑμέναιον ἐπώνυμοι ἤλυθον αὖραι·
正如其名,清风来到了奥拉的婚礼;
καὶ λοχίας ἐχέτωσαν ἐμὰς ὠδῖνας ἀῆται.
愿风儿承受我临盆的阵痛!
ἔρρετέ μοι, νέα τέκνα δολορραφέος γενετῆρος,
离我而去吧,狡诈父亲的新生儿女!
ὑμέας οὐκ ἐλόχευσα· τί μοι κακὰ θηλυτεράων;
我并未诞育你们;女人的苦难与我何干?
ἀμφαδὸν ἄρτι, λέοντες, ἐλεύθεροι εἰς νομὸν ὕλης
如今狮子们,你们大可毫无畏惧、
ἔλθετε θαρσήεντες, ὅτʼ οὐκέτι μάρναται Αὔρη·
自由坦荡地来到森林牧场,因为奥拉不再战斗!
καὶ σκυλάκων ἑλίκωπες ἀρείονές ἐστε λαγωοί·
旋转眼眸的野兔啊,你们已胜过了猎犬;
θῶες, ἐμοὶ τέρπεσθε· παρʼ ἡμετέρῃ δὲ χαμεύνῃ
豺狼啊,因我而欢悦吧;在我的简陋床榻旁,
πόρδαλιν ἀπτοίητον ἐπισκαίροντα νοήσω·
我将目睹无畏的豹子欢跃跳动;
ἄξατε σύννομον ἄρκτον ἀταρβέα· παιδοτόκου γὰρ
牵来你们无惧的旅伴野熊吧;因为诞育孩儿的奥拉那披挂青铜的利箭,
αὔρης χαλκοχίτωνες ἐθηλύνθησαν ὀιστοί.
已变得如同妇人般软弱。
αἰδέομαι μεθέπειν μετὰ παρθένον οὔνομα νύμφης,
我耻于在处女之后承受新娘之名,
μὴ βριαρὸν τεκέεσσιν ἐμόν ποτε μαζὸν ὀπάσσω·
但愿我永不向孩儿奉上坚挺的乳房,
μὴ παλάμῃ θλίψοιμι νόθον γάλα, μηδʼ ἐνὶ λόχμαις
但愿我不以手掌挤出杂种的乳汁,
θηροφόνος γεγαυῖα γυνὴ φιλότεκνος ἀκούσω.1
也休让在丛林中生为野兽杀手的我被称为慈母之妇!”
θῆκεν ὑπὸ σπήλυγγι λεχώια δεῖπνα λεαίνης·2
她将孩子置于洞穴之下,作为雌狮临盆后的餐食;
ἀλλὰ Διωνύσοιο νέην εὔπαιδα γενέθλην,
然而对于狄奥尼索斯那俊美的新生骨肉,
πόρδαλις ὠμοβόροισι δέμας λιχμῶσα γενείοις,
一头母豹以生啖血肉的下颌舔舐着他的躯体,
ἔμφρονα θυμὸν ἔχουσα σοφῷ μαιώσατο μαζῷ·
怀着明智之心,用智慧的乳房哺乳接生。
θαμβαλέοι δὲ δράκοντες ἐκυκλώσαντο λοχείην
可怖的巨蛇也以喷吐毒液的巨口环卫着出生的婴孩,
ἰοβόλοις στομάτεσσιν, ἐπεὶ νέα τέκνα φυλάσσων
因为奥拉的新郎守护着新生的儿女,
μειλιχίους καὶ θῆρας ἐθήκατο νυμφίος Αὔρης.
使野兽也变得温顺安详。
καὶ ποδὶ φοιταλέῳ Ληλαντιὰς ἄνθορε κούρη
这时勒兰托斯的少女迈着狂乱的脚步跃出,
ἄγριον ἦθος ἔχουσα δασυστέρνοιο λεαίνης,
带着丰毛雌狮的野蛮性情,
ἠερίαις δʼ ἀκίχητος ἀνηκόντιζεν ἀέλλαις
从野兽的颌间夺走了一个孩子,
θηρείων ἕνα παῖδα διαρπάξασα γενείων·
以无法企及之势将他抛向空中的疾风。
καὶ πάις ἀρτιλόχευτος ἐνὶ στροφάλιγγι κονίης
那刚出生的男婴在尘土的漩涡中,
ἠερόθεν προκάρηνος ἐπωλίσθησεν ἀρούρῃ·
自空中头朝下跌落在泥土之上;
καί μιν ἀφαρπάξασα φίλῳ τυμβεύσατο λαιμῷ,
她一把将他抓起,以自己的咽喉作为坟墓,
δαινυμένη φίλα δεῖπνα. καὶ ἀστόργοιο τεκούσης
饱餐了一顿心爱的盛宴。
ταρβαλέη τέκος ἄλλο λεχωίδος ἥρπασεν Αὔρης
而心惊胆战的射箭处女从那冷酷的产妇奥拉手中夺下了另一个孩子,
παρθένος ἰοχέαιρα, διαστείχουσα δὲ λόχμην
穿过树丛,
παιδοκόμῳ κούφιζεν ἀήθεϊ κοῦρον ἀγοστῷ.
用不习惯抚育孩儿的臂弯轻托起这名男童。
καὶ Βρομίου μετὰ λέκτρα, μετὰ στροφάλιγγα λοχείης
在布罗米奥斯的床榻之后,在生产的漩涡之后,
μῶμον ἀλυσκάζουσα γαμήλιον ἀγρότις Αὔρη,
山野的奥拉为了逃避婚姻的耻辱,
ἀρχαίης μεθέπουσα σέβας φιλοπάρθενον αἰδοῦς,
恪守着古老珍爱贞洁的敬畏,
Σαγγαρίου σχεδὸν ἦλθεν· ὀπισθοτόνῳ δʼ ἅμα τόξῳ
来到了萨迦里奥斯河畔;
εἰς προχοὰς ἀκόμιστον ἑὴν ἔρριψε φαρέτρην,
她连同那向后拉伸的长弓,将那无人照管的箭筒掷入奔流,
καὶ βυθίῳ προκάρηνος ἐπεσκίρτησε ῥεέθρῳ
以羞惭的眼眸抗拒着黎明的曙光,
ὄμμασιν αἰδομένοισιν ἀναινομένη φάος Ἠοῦς,3
头朝下跃入了幽深的水流,
καὶ ῥοθίοις ποταμοῖο καλύπτετο· τὴν δὲ Κρονίων
被河流的波涛所淹没。
εἰς κρήνην μετάμειψεν· ὀρεσσιχύτοιο δὲ πηγῆς
然而克罗诺斯之子将她化为了一汪泉水:
μαζοὶ κρουνὸς ἔην, προχοὴ δέμας, ἄνθεα χαῖται,
从这山间倾泻的泉源中,乳房化为泉眼,
καὶ κέρας ἔπλετο τόξον ἐυκραίρου ποταμοῖο
身躯化为流泉,发丝化为繁花;
ταυροφυές, καὶ σχοῖνος ἀμειβομένη πέλε νευρή,
长弓化为雄牛般生有双角之河的坚角,
καὶ δόνακες γεγαῶτες ἐπερροίζησαν ὀιστοί,
弓弦变幻为芦苇,利箭化生为鸣响的细苇;
καὶ βυθὸν ἰλυόεντα διεσσυμένη ποταμοῖο
穿过河流泥泞的深处,
εἰς γλαφυρὸν κευθμῶνα χυτὴ κελάρυζε φαρέτρη.
倾泻的箭筒在幽深的洞穴中潺潺作响。
καὶ χόλον ἰοχέαιρα κατεύνασεν· ἀμφὶ δὲ λόχμῃ
射箭女神平息了怒火;
ἴχνια μαστεύουσα φιλοσκοπέλοιο Λυαίου
她在树丛四周寻觅着酷爱峭壁的吕埃奥斯的足迹前行,
ἤιεν, ἀρτιλόχευτον ἀειρομένη βρέφος Αὔρης,
托举着奥拉新生的婴孩,
πήχεϊ κουφίζουσα νόθον βάρος· αἰδομένη δὲ
以臂弯托起这私生之重;满怀羞怯,
ὤπασεν ἄρσενα παῖδα κασιγνήτῳ Διονύσῳ.
她将这男童交给了兄长狄奥尼索斯。
Νικαίῃ δʼ ἑὸν υἷα πατὴρ πόρε, μαιάδι νύμφῃ·
父亲将自己的儿子交给了尼凯亚,
ἡ δέ μιν ἠέρταζε, καὶ ἀκροτάτης ἀπὸ θηλῆς
这位充当乳母的仙女;她将他抱起,
παιδοκόμων θλίβουσα φερέσβιον ἰκμάδα μαζῶν
从育儿乳房的顶端乳头中挤出滋养生命的甘露,
κοῦρον ἀνηέξησε. λαβὼν δέ μιν ὑψόθι δίφρου
抚育男童成长。巴克科斯趁他尚在襁褓之中,
νήπιον εἰσέτι Βάκχον ἐπώνυμον υἷα τοκῆος
便从高高的战车上抱起这位冠以生父之名的儿子、
Ἀτθίδι μυστιπόλῳ παρακάτθετο Βάκχος Ἀθήνῃ,
咿呀吐露狂欢呼号的幼童巴克科斯,
εὔια παππάζοντα· θεὰ δέ μιν ἔνδοθι νηοῦ
托付给主持密仪的阿提卡雅典娜;在神殿之内,
Παλλὰς ἀνυμφεύτῳ θεοδέγμονι δέξατο κόλπῳ·
女神帕拉斯以未婚却接纳神祇的胸怀迎纳了他;
παιδὶ δὲ μαζὸν ὄρεξε, τὸν ἔσπασε μοῦνος Ἐρεχθεύς,
她向孩子奉上唯有厄瑞克透斯曾吮吸过的乳房,
αὐτοχύτῳ στάζοντα νόθον γλάγος ὄμφακι μαζῷ.4
自未成熟的乳房中滴落自然流淌的私生乳汁。
καί μιν Ἐλευσινίῃσι θεὰ παρακάτθετο Βάκχαις·
女神将他托付给厄琉息斯的巴克科斯女祭司们;
ἀμφὶ δὲ κοῦρον Ἴακχον ἐκυκλώσαντο χορείῃνύμφαι κισσοφόροι Μαραθωνίδες, ἀρτιτόκῳ δὲ
佩戴常春藤的马拉松仙女们围绕着男童伊阿克科斯翩翩起舞,
δαίμονι νυκτιχόρευτον ἐκούφισαν Ἀτθίδα πεύκην·
为这新生的神明举起了夜间起舞的阿提卡松明;
καὶ θεὸν ἱλάσκοντο μεθʼ υἱέα Περσεφονείης,
她们在珀耳塞福涅之子之后、
καὶ Σεμέλης μετὰ παῖδα, θυηπολίας δὲ Λυαίῳ
塞墨勒之子之后安抚供奉这位神祇,
ὀψιγόνῳ στήσαντο καὶ ἀρχεγόνῳ Διονύσῳ,
为后生的吕埃奥斯与初生的狄奥尼索斯设立祭祀,
καὶ τριτάτῳ νέον ὕμνον ἐπεσμαράγησαν Ἰάκχῳ.
并为第三位神明伊阿克科斯高唱崭新的颂歌。
καὶ τελεταῖς τρισσῇσιν ἐβακχεύθησαν Ἀθῆναι·
雅典城因这三重密仪而陷入狂欢;
καὶ χορὸν ὀψιτέλεστον ἀνεκρούσαντο πολῖται
市民们奏响迟来的圆舞,
Ζαγρέα κυδαίνοντες ἅμα Βρομίῳ καὶ Ἰάκχῳ.
将扎格柔斯与布罗米奥斯及伊阿克科斯一同荣耀赞颂。
οὐδὲ Κυδωναίων ἐπελήσατο Βάκχος Ἐρώτων,
巴克科斯亦未曾忘却基多尼亚的爱神们,
ἀλλὰ καὶ ὀλλυμένης προτέρης ἐμνήσατο νύμφης·
甚至缅怀起那位早已逝去的前妻;
καὶ Στέφανον περίκυκλον ἀποιχομένης Ἀριάδνης
他将离世的阿里阿德涅那圆环般的冠冕安置于奥林匹斯,
μάρτυν ἑῆς φιλότητος ἀνεστήριξεν Ὀλύμπῳ,
作为自身爱情的见证,
ἄγγελον οὐ λήγοντα φιλοστεφάνων ὑμεναίων.
作为永不停歇宣告眷恋冠冕婚礼的使者。
καὶ θεὸς ἀμπελόεις πατρώιον αἰθέρα βαίνων
葡萄之神踏入父辈的苍穹,
πατρὶ σὺν εὐώδινι μιῆς ἔψαυσε τραπέζης,
与经历产痛的父亲共坐同一张餐桌;
καὶ βροτέην μετὰ δαῖτα, μετὰ προτέρην χύσιν οἴνου
在凡人的筵席之后,在往昔倾倒的美酒之后,
οὐράνιον πίε νέκταρ ἀρειοτέροισι κυπέλλοις,
他与阿波罗同席,与迈亚之子同灶,
σύνθρονος Ἀπόλλωνι, συνέστιος υἱέι Μαίης.
以更高贵的杯盏痛饮天国的琼浆玉液。
- 48.905αἰδέομαι μεθέπειν μετὰ παρθένον οὔνομα νύμφης, / μὴ βριαρὸν τεκέεσσιν ἐμόν ποτε μαζὸν ὀπάσσω· / μὴ παλάμῃ θλίψοιμι νόθον γάλα, μηδʼ ἐνὶ λόχμαις / θηροφόνος γεγαυῖα γυνὴ φιλότεκνος ἀκούσω.
由 μή 引导并接虚拟式(ὀπάσσω, ἀκούσω)与希求式(θλίψοιμι)的从句依附于主动词 αἰδέομαι(羞耻于),表示羞于做出或竭力避免的后果。此外,ἀκούσω 采用了 ἀκούω 表示被动含义“被称为/享有……之名”(相当于拉丁语 bene/male audire)的惯用构词,支配主格补足语 γυνὴ φιλότεκνος。
- 48.910θῆκεν ὑπὸ σπήλυγγι λεχώια δεῖπνα λεαίνης·
根据上下文,未明言的主语是奥拉。尽管有校勘认为此行前可能存在脱文,但在句法上可理解为承前省略了双胞胎(前文的 τέκνα)作为直接宾语,并将 λεχώια δεῖπνα λεαίνης(“雌狮分娩后的餐食”)作为宾语补足语的双宾格结构。
- 48.934ὄμμασιν αἰδομένοισιν ἀναινομένη φάος Ἠοῦς
分词 ἀναινομένη(“拒绝/抗拒”)修饰主语奥拉,支配宾格直接宾语 φάος Ἠοῦς(“黎明之光”)。ὄμμασιν αἰδομένοισιν 为方式或手段与格(“以羞惭的眼眸”),表现出因失贞和分娩而无法正视天光的极致羞愧。
- 48.956παιδὶ δὲ μαζὸν ὄρεξε, τὸν ἔσπασε μοῦνος Ἐρεχθεύς, / αὐτοχύτῳ στάζοντα νόθον γλάγος ὄμφακι μαζῷ.
关系代词 τὸν 的先行词是 μαζόν(“乳房”)。分词 στάζοντα 为阳性单数宾格,修饰 μαζόν,并支配内宾格 νόθον γλάγος(“私生之乳”)。αὐτοχύτῳ ... ὄμφακι μαζῷ 作手段或伴随状况与格(“以自然流淌的未熟乳房”),指代处女神雅典娜如同抚育厄瑞克透斯旧事那样奇迹般泌乳的神话典故。
