- 底本
- Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2045.tlg001.humanitext-grc2:48.87-48.170
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
狄奥尼索斯退出了击溃巨人的战场,将余敌留给生父宙斯,转而去迎战因父亲阻挠而杀戮求婚者的少女帕勒涅;他以求婚者身份参与摔跤比试,在充满情欲与戏弄的角力中与少女周旋。
καί νύ κε πάντας ἔπεφνεν ἑῷ ῥηξήνορι θύρσῳ,
彼时他本可用那击溃勇士的酒神杖将他们尽数诛灭,
ἀλλὰ1 παλινδίνητος ἑκὼν ἀνεχάζετο χάρμης,
却自愿回身从战阵中退却,
δυσμενέας ζώοντας ἑῷ γενετῆρι φυλάσσων.
将活着的仇敌留给了自己的生父。
καί νύ κεν εἰς Φρυγίην ταχὺς ἔδραμεν ὠκέι ταρσῷ,
彼时他本可迈着敏捷的脚掌迅速奔向弗里吉亚,
ἀλλά μιν ἄλλος ἄεθλος ἐρήτυεν, ὄφρα θανόντων
然而另一场竞赛却将他留住,
τοσσατίων ἕνα φῶτα κατακτείνειε φονῆα
好叫他为死去的无数人诛灭一个凶手——帕勒涅那带来死亡的生父。
Παλλήνης γενέτην θανατηφόρον, ὅς ποτε κούρης
此人曾因对女儿怀着践踏婚约的悖理邪念,
οἶστρον ἔχων ἀθέμιστον ἁμαρτιγάμων ὑμεναίων
屡屡阻断良缘,
συζυγίην ἀνέκοπτεν, ἀμετρήτους δὲ δαΐζων
残杀并刈除了无数待婚的求婚者;
μελλογάμους μνηστῆρας ἀπέθρισεν, ὧν ὑπὸ λύθρῳ
在他们被阵阵轰然击杀之际,
κτεινομένων2 καναχηδὸν ἐφοινίσσοντο παλαῖστραι,
鲜血染红了角力场,
εἰσόκε Βάκχος ἵκανε Δίκης πρόμος· ἀγχιγάμου δὲ
直至正义的先驱巴克科斯到来。
Παλλήνης δυσέρωτι παριστάμενος γενετῆρι
他立在待嫁帕勒涅那邪淫的生父身旁,
ῥιγεδανῆς ὑμέναιον ἀτάσθαλον ᾔτεε κούρης,
为这令人胆寒的少女求取那任性的婚约,
ποικίλα δʼ ὤρεγε δῶρα· καὶ αἰτίζοντι Λυαίῳ
奉上斑斓的厚礼;面对吕埃俄斯的求娶,
φρικτὸς ἀνὴρ κήρυξε παλαισμοσύνην ὑμεναίων·
那可怕的人宣告了一场关乎婚姻的摔跤之战。
καί μιν ἄγων ἐπέβησε κακοξείνοιο παλαίστρης,
他领着他,踏入了那残害宾客的角力场,
ὁππόθι τολμήεσσα δορυσσόος ἵστατο κούρη
英勇而挥舞长矛的少女正立在那里,
νυμφιδίην ὤμοισιν ἐλαφρίζουσα βοείην.
肩上轻背着婚配用的牛皮盾牌。
καὶ τότε Κύπρις ἔην ἐναγώνιος· ἦν δʼ ἐνὶ μέσσῳ
彼时库普里斯担任了竞技的主持;
γυμνὸς Ἔρως καὶ στέμμα γαμήλιον ὤρεγε Βάκχῳ,
全裸的厄洛斯居于正中,向巴克科斯递上婚冠,
ἦν δὲ παλαισμοσύνη νυμφοστόλος· ἀργυφέῳ δὲ
角力本身则成了伴娘。
ἁβρὸν ἀνεχλαίνωσεν ἑὸν δέμας εἵματι Πειθὼ
佩托以银白色的衣裳披覆自己柔美的身躯,
νίκην μελλογάμοιο προθεσπίζουσα Λυαίου.
预言着待婚吕埃俄斯的胜利。
καὶ βριαρῶν μελέων ἀπεδύσατο φάρεα κούρη,
少女从强健的肢体上褪去外衣,
καὶ δόρυ θοῦρον ἔθηκε γαμήλιον, ἁβροτέρη δὲ
放下了狂暴的婚战长矛,
Σιθονὶς ἀκρήδεμνος ἀσάμβαλος ἵστατο κούρη,
这更加娇柔的西托尼亚少女不戴头巾、
θηλυφανής, ἀσίδηρος, ἐρευθιόωντι δὲ δεσμῷ
不着鞋履,现出女子之态,手无寸铁,
ἀκλινέων τροχόεσσαν ἴτυν μιτρώσατο μαζῶν·
以猩红的带子系紧坚挺而浑圆的双乳;
καὶ δέμας ἀσκεπὲς ἦεν, ἀμετρήτων δὲ κομάων
她躯体袒露,浓密的发丝未曾编结,
ἀπλεκέες πλοκαμῖδες ἐπέρρεον αὐχένι κούρης,
流淌在少女的颈项,
καὶ κνήμας ἀνέφαινε καὶ ἀσκεπέων πτύχα μηρῶν
裸露的小腿与未受遮蔽的大腿曲折显现,
γυμνῆς φαινομένης ἐπιγουνίδος· ἀμφὶ δὲ μηροῖς
光裸的膝头清晰可见;大腿周围裹着一袭白布,
ἥρμοσε λευκὸν ὕφασμα, γυναικείης σκέπας αἰδοῦς·
以遮掩女子的羞赧;
καὶ χρόα πιαλέῳ πεπαλαγμένον εἶχεν ἐλαίῳ
她的肌肤涂抹着肥美的油膏,
καὶ παλάμας πολὺ μᾶλλον, ὅπως ἀλύτων ἀπὸ χειρῶν
掌心更是尤甚,
ὑγρὸν ὀλισθήσειε πιεζομένη χρόα κούρη.
好让被挤压的少女之润滑身躯能从无法解脱的双手中滑脱。
καὶ βλοσυροῖς στομάτεσσιν ἀπειλήσασα Λυαίῳ
她以狰狞的神情威吓着吕埃俄斯,
νυμφοκόμῳ μνηστῆρι παρίστατο, διχθάδιον δὲ
立在装扮新娘的求婚者身旁,以前臂合拢牵引之力,
αὐχένι δεσμὸν ἔβαλλεν ὁμόζυγι πήχεος ὁλκῷ·
将双重的束缚套上他的脖颈。
ἀλλὰ παλινδίνητον ἑὴν ἀνελύσατο δειρὴν
然而巴克科斯回身将自己的脖子解脱出来,
Βάκχος ἀπορρίψας ἁπαλόχροα δάκτυλα κούρης,
甩开了少女柔嫩肌肤的十指,
δεσμοῖς θηλυτέροισι περίπλοκον αὐχένα σείων·
摇动着缠绕着女子锁套的颈项。
καὶ διδύμας στεφανηδὸν ἐπʼ ἰξύι χεῖρας ἑλίξας
他将双手如冠冕般盘缠在她的腰际,
Παλλήνην ἐτίναξε ποδῶν ἑτεραλκέι παλμῷ·
以双足的反向跳跃震动了帕勒涅;
καὶ ῥοδέης παλάμης ἐδράξατο, Κυπριδίην δὲ
他抓住了她桃红的手掌,紧握那雪白的纤手,
εἶχε παραιφασίην χιονώδεα χεῖρα πιέζων·
获得了库普里斯的慰藉;
οὐδὲ τόσον μενέαινεν ἐπὶ χθονὶ παῖδα κυλίνδειν,
他并不急于将少女摔倒在地上,
ὅσσον ἐπιψαύειν ἁπαλοῦ χροός, ἡδέι μόχθῳ
更愿抚摩那柔嫩的肌肤,在甜蜜的劳作中自得其乐;
τερπόμενος· καὶ ἔκαμνε δολοπλόκον ἄσθμα τιταίνων
他如同凡人一般作伪地喘着粗气假装疲惫,
ὡς βροτός, ἀμβολίῃ δὲ θελήμονι κάλλιπε νίκην.
以情愿的拖延将胜利搁置一旁。
Παλλήνη δʼ ἐρόεσσα πάλης τεχνήμονι παλμῷ
美丽的帕勒涅以摔跤的精妙跃动,
θηλυτέραις παλάμῃσι δέμας κούφιζε Λυαίου·
用女性的双手试图托起吕埃俄斯的身躯;
οὐδέ μιν ἠέρταζε, τόσον βάρος, ἀλλὰ καμοῦσα
然而面对如此沉重的身躯她无法将他抬起,精疲力竭之下,
ἄρσενα γυῖα λέλοιπεν ἀκινήτου Διονύσου.
只得放开岿然不动的狄奥尼索斯那雄健的肢体。
καὶ θεὸς ἀντιτύπῳ περιδέσμιον ἅμματι χειρῶν
于是神明以交错环扣的双手将可爱的少女擒获,
παρθενικὴν ἐρόεσσαν ἑλών, ἅτε θύρσον ἀείρων,
宛如擎起酒神杖一般,
δόχμιον ἀμφιέλικτον ἐκούφισεν ὑψόθεν ὤμου·
将她斜斜缠绕的身子高高举过肩头;
χειρὶ δὲ φειδομένῃ βριαρὴν ἀπεσείσατο κούρην,
他以克制的手掌甩落强健的少女,
Παλλήνην δʼ ἀτίνακτον ὅλην ἐτανύσσατο γαίῃ·
让帕勒涅完好无损地平展在地上;
καὶ δολίοις βλεφάροισιν ἑὴν ἐλέλιζεν ὀπωπήν,κούρης ἁβροκόμου κεκονιμένα γυῖα δοκεύων
他以狡黠的眼帘转动目光,
καὶ πλοκάμους ῥυπόωντας ἀκηδέστοιο καρήνου.
端详着娇发少女沾满尘土的肢体与未加梳理的脏乱卷发。
ἀλλὰ παλινδίνητος ἀναΐξασα κονίης
然而少女回旋一跃,
ὄρθιος ἐστήριξε τὸ δεύτερον ἴχνια κούρη·
从尘土中跳起,再度挺立稳住双足。
καὶ τροχαλῇ Διόνυσος ἀφειδέι γούνατος ὁρμῇγαστέρα Παλλήνης κρατέων ἑτεραλκέι παλμῷ
狄奥尼索斯以膝部迅疾而毫不留情的冲力,
παρθενικὴν μενέαινεν ὑπὲρ δαπέδοιο κυλίνδειν,
借着反向的腾跃制住帕勒涅的腹部,欲将少女翻滚在地面之上;
καὶ παλάμας μετέθηκεν ἐπὶ πλευροῖσιν ἑλίξας
他变换双掌,
αὐχένα κυρτώσας ἐπικάρσιον, ἀμφὶ δὲ νώτῳ
缠绕在她的肋旁,将颈项斜屈,
μεσσατίῳ κύκλωσεν ὀπίστερα δάκτυλα κάμψας,
十指弯曲环抱在她的后背中央,
ἢ σφυρὸν ἢ κνήμην δεδοκημένος ἢ γόνυ μάρψειν.
意图擒住她的脚踝、小腿或膝盖。
καὶ θεὸς αὐτοκύλιστος ἑκούσιος ἤριπε γαίῃ
神明自己顺势翻滚,甘心情愿地倒在地上,
οὐτιδανῇ παλάμῃ νικώμενος·3 ἱμερόεν δὲ
仿佛被她微弱的手掌击败;
φάρμακον ἔσχεν ἔρωτος, ἐνὶ γλυκερῇ δὲ κονίῃ
他获得了爱恋的甜美良药,在甘美的尘土中,
κουφίζων ἐρόεις ἐπὶ νηδύι φόρτον Ἐρώτων
俊美的他将厄洛斯们的负荷轻巧地置于腹上,
ὕπτιος αὐτὸς ἔμιμνε, καὶ οὐκ ἀπεσείσατο κούρην.
自己仰面留卧,未曾甩开少女,
ἀλλά μιν ἐσφήκωσε πόθου φρενοθελγέι δεσμῷ.
反而以迷醉心智的情欲之锁将她紧紧扣住。
ἡ δὲ ταχυστροφάλιγγι ποδῶν νωμήτορι παλμῷἴχνιον ᾐώρησεν, ἐρωμανέος δὲ Λυαίου
然而她以迅疾盘旋的控足跃动将脚掌腾空,
ἄρσενα λύσατο χεῖρα· θεὸς δʼ ὑπʼ ὀλίζονι ῥιπῇ
解脱了痴情吕埃俄斯的雄健大手;神明借着微小的冲力翻转肢体,
γυῖα μεταστρέψας ῥοδέην ἐτανύσσατο κούρην
将桃红的少女伸展按倒在地上;
ἐν δαπέδῳ στορέσας· καὶ ἐπὶ χθονὶ κέκλιτο κούρη
少女仰卧在地上,
χεῖρας ἐφαπλώσασα· τιταινομένης δʼ ἐπὶ πέζῃ
摊开双手;当她伸展在地面之上时——
- 48.87καί νύ κε πάντας ἔπεφνεν ... ἀλλὰ
直陈式过去时 ἔπεφνεν 连同质词 νύ 与 κε (ἄν) 构成了与过去事实相反的虚拟条件句的结果主句(“他本可将所有人尽数诛灭”)。紧接着由 ἀλλὰ 引出的分句道出了历史事实(他主动撤退),从而阻断并限制了该潜在结局,这是史诗中常见的程式化句式。
- 48.96ὧν ὑπὸ λύθρῳ / κτεινομένων
关系代词 ὧν 指代前文的“求婚者们 (μνηστῆρας)”,在性、数、格上与现在分词 κτεινομένων 一致。介词短语 ὑπὸ λύθρῳ(“在血污之下”)嵌入该属格结构中,意为“在他们被斩杀的血污之下”,修饰后续的谓语动词 ἐφοινίσσοντο。
- 48.160οὐτιδανῇ παλάμῃ νικώμενος
现在时被动分词 νικώμενος 与主语 θεός 一致,并伴随表示方式/工具的与格 οὐτιδανῇ παλάμῃ(“借着微弱的手掌”)。紧承 ἑκούσιος ἤριπε(“心甘情愿地倒下”),该被动分词并非表示真实的落败,而是作情态分词,描摹神明佯装不敌、伪作被击败的情态。
