← 诺努斯

狄奥尼索斯谭

§48.654-48.737

奥拉的发狂屠杀与发现身怀双胄

奥拉苏醒后发现童贞被夺,陷入狂暴,大肆屠杀牧人与农夫,捣毁阿佛洛狄忒神庙并誓向诸神复仇;随后她发现自己身怀双胄,在狂乱中企图自杀并堕去胎儿。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
654

θάμβεϊ δʼ εἰσορόωσα σαόφρονος ἔκτοθι μίτρης

她惊骇地注视着裸露在贞洁束带外的胸膛,

655

στήθεα γυμνωθέντα καὶ ἀσκεπέος πτύχα μηροῦκαὶ γαμίῃ ῥαθάμιγγι περιστιχθέντα χιτῶνα,

以及未受遮掩的大腿之折痕,

ἁρπαμένην ἀνάεδνον ἀπαγγέλλοντα κορείην,

并见长袍上溅满了宣告她无聘礼而遭强夺的童贞之婚姻点滴,

μαίνετο παπταίνουσα· καὶ ἥρμοσε κυκλάδα μίτρηνστέρνα πάλιν σκιόωσα, καὶ ἠθάδος ἄντυγα μαζοῦ

凝视之中狂怒大作。她重新整理圆环般的束带以遮蔽胸口,

660

παρθενίῳ ζωστῆρι μάτην ἐσφίγγετο δεσμῷ.

徒劳地以处女的腰带束紧往昔熟悉的乳房轮廓。

ἀχνυμένη δʼ ὀλόλυζε, κατάσχετος ἅλματι λύσσης·

她悲戚哀嚎,为疯狂的飞跃所俘获。

ἀγρονόμους δʼ ἐδίωξε, καὶ εὐπετάλου σχεδὸν ὄχθης

她追逐乡野之人,在枝繁叶茂的河岸旁,

τινυμένη δολόεντα πόσιν ποινήτορι θεσμῷ

依着复仇之规惩罚诡诈的丈夫,

μηλονόμους ἐδάιξεν· ἀμειλίκτῳ δὲ σιδήρῳβουκόλον ἔκτανε μᾶλλον, ἐπεὶ μάθε νυμφίον Ἠοῦς,

斩杀了牧羊人。她更以无情的铁刃击杀了牧牛人,

Τιθωνὸν χαρίεντα, δυσίμερον ἀνέρα βούτην,ὅττι βοῶν ἀγέλαις μεμελημένον ἔσχε καὶ αὐτὴ

因为她得知黎明的新郎——俊美的提托诺斯——乃是被狂热爱恋的放牛人,

Λάτμιον Ἐνδυμίωνα βοῶν ἐλάτειρα Σελήνη·

且驱牛的塞勒涅自身亦以看护牛群的拉特摩斯之恩底弥翁为夫。

ἔκλυε καὶ Φρυγίοιο, τὸν ἔκτανε παρθένος ἄλλη,

她亦听闻那被另一位少女所杀的弗律癸亚人之事,

670

ὕμνου πικρὸν ἔρωτα, ποθοβλήτοιο νομῆος·

那位因渴望受击的牧人的诗歌苦恋。

αἰπόλον ἔκτανε μᾶλλον, ὅλον χορὸν ἔκτανεν αἰγῶναἰνοπαθής, ὅτι Πᾶνα δυσίμερον ἔδρακε κούρη

她更击杀了牧山羊人,在凄厉的痛楚中屠尽整群山羊,

ἰσοφυῆ μεθέποντα δασύτριχος αἰγὸς ὀπωπήν·

因少女得见欲火中烧的潘神具有与多毛山羊相似的面貌;

ἔλπετο γὰρ μάλα τοῦτο, πόθῳ δεδονημένος Ἠχοῦς

她深信牧羊的潘神必是因对厄科的渴望而动荡,

675

ὅττί μιν ὑπναλέην ἐβιήσατο μηλονόμος Πάν·

趁她沉睡时强暴了她。

γειοπόνους δʼ ἐδάμασσε πολὺ πλέον, ὅττι καὶ αὐτοὶΚύπριδι θητεύουσιν, ἐπεὶ πέλε γηπόνος ἀνήρ,

她更严酷地压制耕夫,因他们亦服侍塞浦路斯女神,

Ἰασίων, Δήμητρος ἀμαλλοτόκου παρακοίτην·1

只因身为农夫的伊阿西翁曾为结穗得谷的德墨忒尔的枕边人。

ἔκτανε δʼ ἀγρευτῆρα παλαιοτέρῳ τινὶ μύθῳπειθομένη· Κέφαλον γάρ, ἀμήτορος ἀστὸν Ἀθήνης,

她又顺从古老传说杀死了猎人;

ἔκλυε θηρητῆρα ῥοδοστεφέος πόσιν Ἠοῦς·

因她听闻无母之雅典的公民猎人刻法罗斯乃是佩戴玫瑰花冠之黎明的丈夫。

Βακχείης δʼ ἐδάιξεν ὑποδρηστῆρας ὀπώρης,

她又砍杀了侍奉巴克科斯收获之人,

ὅττι φιλακρήτοιο μέθης βλύζοντες ἐέρσην

因他们涌溢着不杂之酒的醉人甘露,

οἰνοβαρεῖς δυσέρωτες ὀπάονές εἰσι Λυαίου·οὔ πω γὰρ δεδάηκε δολοφροσύνην Διονύσου

是酒醉情迷、沉沦爱欲的吕埃俄斯的仆从。

καὶ ποτὸν ἠπεροπῆα φιλακρήτου Κυθερείης,

因她尚不知狄奥尼索斯的奸谲与嗜纯酒的癸忒耳女神的欺惘甘浆,

ἀλλὰ φιλοσκοπέλων καλύβας ἐκένωσε νομήων

却扫荡了喜好岩壁的牧人的棚舍,

αἵματι φοινήεντι περιρραίνουσα κολώνας.

以殷红的鲜血喷洒山冈。

καὶ νόον αἰθύσσουσα, κατάσχετος ἅλματι λύσσης,

她心潮激荡,为疯狂的飞跃所俘获,

690

Κύπριδος εἰς δόμον ἦλθεν· ἀπειλητῆρα δὲ κεστοῦ

来到塞浦路斯女神的神庙;

λυσαμένη ζωστῆρα νεοκλώστοιο χιτῶνος2

她解开新织长袍的腰带以抗衡美带,

ἁβρὸν ἀνικήτοιο δέμας μάστιζε θεαίνης·

鞭笞着未尝败绩的女神娇嫩的身躯。

καὶ βρέτας ἁρπάξασα τελεσσιγάμου Κυθερείης

她夺下圆满婚事的癸忒耳女神的雕像,

Σαγγαρίου σχεδὸν ἦλθε, κυλινδομένην δὲ ῥεέθροις

来到桑加里俄斯河畔,将在水流中翻滚的赤裸阿佛洛狄忒,

695

γυμναῖς Νηιάδεσσι πόρεν γυμνὴν Ἀφροδίτην.

交给赤身的水精们。

καὶ μετὰ θεῖον ἄγαλμα καὶ αὐτοέλικτον ἱμάσθλην

继神圣的雕像与自卷的皮鞭之后,

δείκελον ἁβρὸν Ἔρωτος ἀπηκόντιζε κονίῃ·

她又将厄洛斯纤弱的塑像掷入尘埃;

καὶ κενεὸν λίπε δῶμα Κυβηλίδος ἀφρογενείης.

她使库柏勒的生于泡沫之女神的殿宇为之一空。

φοιταλέη δʼ ἀκίχητος ἐθήμονα δύσατο λόχμην,

她癫狂不可接近,遁入熟悉的密林,

700

καὶ σταλίκων ἔψαυσε, πάλιν δʼ ἐμνήσατο θήρης·

抚摸网桩,重忆狩猎;

καὶ διεροῖς βλεφάροισιν ἑὴν στενάχιζε κορείην,ὀξὺ δὲ κωκύουσα τόσην ἐφθέγξατο φωνήν·

以湿润的双眸为自己的处女之身悲泣,凄厉号哭,吐露这般言辞:

Τίς θεὸς ἡμετέρης ἀνελύσατο δεσμὰ κορείης;

“何方神圣解开了我们童贞的锁链?

εἰ μὲν ἐμὲ κνώσσουσαν ἐρημονόμων ἐπὶ λέκτρωνεἶδος ὑποκλέπτων ἐβιήσατο μητίετα Ζεύς,

若是明智的宙斯趁我于荒野卧榻微睡之时窃换形态强暴了我,

οὐδὲ καὶ ἡμετέρην ᾐδέσσατο γείτονα Ῥείην,

甚至不曾对我们的邻人瑞亚怀有羞赧,

ἀγροτέρους μετὰ θῆρας ὀιστεύσω πόλον ἄστρων·

那我将在野兽之后用箭射向星辰的天极。

εἰ δέ μοι ὑπναλέῃ παρελέξατο Φοῖβος Ἀπόλλων,

若是福玻斯·阿波罗趁我沉睡与我同卧,

πέρσω πασιμέλουσαν ὅλην πετρώδεα Πυθώ·

我将洗劫万民所系的整座多石的皮托。

710

εἰ δὲ λέχος σύλησεν ἐμὸν Κυλλήνιος Ἑρμῆς,

若是库勒涅的赫耳墨斯劫掠了我的床榻,

Ἀρκαδίην προθέλυμνον ἐμοῖς βελέεσσιν ὀλέσσω,

我将用我的箭矢将阿耳卡狄亚连根拔起,

καὶ τελέσω θεράπαιναν ἐμὴν χρυσάμπυκα Πειθώ·

并使金发带的劝导女神沦为我的女仆。

εἰ δὲ δόλοις γαμίοισιν ὀνειρείων ὑμεναίωνἀπροϊδὴς Διόνυσος ἐμὴν σύλησε κορείην,

若是狡黠的狄奥尼索斯以如梦婚礼的婚配欺诈盗取了我的童贞,

715

ἵξομαι, ἧχι πέλει Κυβέλης δόμος, ὑψιλόφου δὲ

我将前往库柏勒的居所,

οἰστρομανῆ Διόνυσον ἀπὸ Τμώλοιο διώξω·

把狂暴的狄奥尼索斯自高脊的特摩罗斯山驱逐。

καὶ φονίην ὤμοισιν ἐπικρεμάσασα φαρέτρην

我将在肩上挂上嗜杀的箭袋,

εἰς Πάφον, εἰς Φρυγίην θωρήξομαι· ἀμφοτέροις γὰρ

武装奔赴帕福斯与弗律癸亚;因我将向双方张弓搭箭,

τόξον ἐμὸν τανύσω, καὶ Κύπριδι καὶ Διονύσῳ.

向塞浦路斯女神与狄奥尼索斯。

720

σοὶ πλέον, ἰοχέαιρα, χολώομαι, ὅττί με, κούρη,

然而放箭的少女啊,我更向你发怒,

οὐ κτάνες ὑπναλέην ἔτι παρθένον, οὐδὲ καὶ αὐτῷ

因你未能在我沉睡尚为处女时将我杀死,

σοῖς καθαροῖς βελέεσσιν ἐθωρήχθης παρακοίτῃ.

亦未曾以你纯洁的箭矢迎击那位丈夫本人。”

ἔννεπε, καὶ τρομέουσαν ἑὴν ἀνεσείρασε φωνὴν

她言毕,为泪水所征服,

δάκρυσι νικηθεῖσα. τελεσσιγάμου δὲ Λυαίου

勒住了颤抖的声线。

725

παιδοτόκου πλησθεῖσα γονῆς δυσπάρθενος Αὔρη

不幸的处女奥拉饱受圆满婚事的吕埃俄斯那受孕种子的充盈,

διπλόον ὄγκον ἄειρε· γυνὴ δʼ ἐπεμήνατο φόρτῳ

怀抱双重的重负。这妇人面对重压狂暴不安,

ἄσχετα βακχευθεῖσα γονῆς, δυσπάρθενος Αὔρη3

为孕育的生殖不可抑制地如狂欢般狂乱——不幸的处女奥拉——思忖这究竟是自生的胚种,

ἢ σπόρος αὐτολόχευτος ἢ ἀνέρος ἐξ ὑμεναίων

还是来自凡人的婚礼,

ἠὲ θεοῦ δολίοιο· Διὸς δʼ ἐμνήσατο νύμφης,

亦或是狡诈之神的播撒。她忆及宙斯的新娘、

730

Πλουτοῦς αἰνοτόκου Βερεκυντίδος, ἧς ἀπὸ λέκτρων

生下恶兆之子的别列昆忒亚之普路托,

Τάνταλος ἐβλάστησε. καὶ ἤθελε γαστέρα τέμνειν,

坦塔罗斯便自她的床榻孕生。她意欲剖开腹部,

ὄφρα δαϊζομένης ἀπὸ νηδύος ἄφρονι λύσσῃ

以便在狂乱中自割裂的子宫将这未蒙抚育、

ἄτροφον ἡμιτέλεστον ἀιστώσειε γενέθλην.

尚未足月的后嗣化为乌有。

καὶ ξίφος ἠέρταζε, διὰ στέρνοιο δὲ γυμνοῦ

她举起利刃,右手毫不留情,

735

δεξιτερῇ μενέαινεν ἀφειδέι φάσγανον ἕλκειν.

企图以短剑刺穿裸露的胸膛。

πολλάκι δʼ ἀρτιτόκοιο μετήιεν ἄντρα λεαίνης,

她更频频造访初产牝狮的洞穴,

ὥς κεν ὀλισθήσειε θελήμονος εἰς λίνα Μοίρης·4

以便落入甘愿受从的命运之罗网。

语法注4 条
  1. 48.678Δήμητρος ἀμαλλοτόκου παρακοίτην

    尽管前面的 Ἰασίων 在结构上是主格(作为 πέλε 的主语/表语:ἐπεὶ πέλε γηπόνος ἀνήρ, Ἰασίων),但 παρακοίτην 却作宾格出现。此系诗歌中受前文宾语(γειοπόνους)格位同化影响的破格(anacoluthon),或为意义上的松散同格。

  2. 48.690ἀπειλητῆρα δὲ κεστοῦ / λυσαμένη ζωστῆρα νεοκλώστοιο χιτῶνος

    ἀπειλητῆρα 作为 ζωστῆρα 的同格修饰语,后接属格 κεστοῦ,意为“与(阿佛洛狄忒的)法带相抗衡者/威胁者”。奥拉解下自身长袍的腰带充作皮鞭,用以对抗并惩戒女神标志性的美带。

  3. 48.727ἄσχετα βακχευθεῖσα γονῆς, δυσπάρθενος Αὔρη

    短语 δυσπάρθενος Αὔρη 在传本中与前两行(725行)重叠出现。ἄσχετα 用作副词性宾格(“难以自抑地”),γονῆς 则是修饰分词 βακχευθεῖσα 的原因属格(“因孕育/受种而发狂”)。

  4. 48.737ὥς κεν ὀλισθήσειε θελήμονος εἰς λίνα Μοίρης

    由 ὥς κεν 接希求式(ὀλισθήσειε)构成的目的从句,意为“以便她能落入甘愿受从的命运之网”,表达她故意寻死、企图被母狮撕碎吞噬的企图。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2045.tlg001.humanitext-grc2:48.654-48.737