- 底本
- Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2045.tlg001.humanitext-grc2:48.417-48.494
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿耳忒弥斯恳求涅墨西斯将奥拉化为顽石以雪耻,但涅墨西斯因提坦同族之谊回绝此请,转而许诺夺去奥拉的童贞,并以正义之鞭降伏其傲慢心智。随后厄洛斯发箭射中狄奥尼索斯,使他对奥拉陷入煎熬难耐的单相思。
οὐ Ζεύς, οὐ Νιόβη με, καὶ οὐ θρασὺς Ὦτος ὀρίνει·
“非是宙斯,非是尼俄伯,亦非狂妄的俄托斯令我烦扰;
οὐ Τιτυὸς βαθύπεπλον ἐμὴν ἀνεσείρασε Λητώ·
并非提堤俄斯强拽我那身着深袍的勒托;
οὐ νέος Ὠρίων με βιάζεται, υἱὸς Ἀρούρης·
亦非大地之子新俄里翁对我施暴。
ἀλλά με κερτομέουσα βαρύστομος ὀξέι μύθῳ
然而勒兰托斯之女、可憎的处女奥拉,
ἤκαχε Ληλάντοιο πάις, δυσπάρθενος Αὔρη·
以刻毒之口发出尖锐之言出语嘲弄,深深伤痛了我。
ἀλλὰ τί σοι τάδε πάντα διίξομαι; αἰδέομαι γὰρ
但我何须向你详述这一切?
αἶσχος ἐμῶν μελέων ἐνέπειν καὶ ὀνείδεα μαζῶν·
因我羞于启齿谈及我肢体的屈辱与双乳所受的讥讽。
μητρὶ δʼ ἐμῇ πάθον ἄλγος ὁμοίιον· ἀμφότερον γὰρ
我遭受了与我母亲相似的创痛;因在弗律癸亚,
ἐν Φρυγίῃ Νιόβη διδυμητόκον ἤκαχε Λητώ,
尼俄伯曾折辱诞下双生的勒托;
καὶ πάλιν ἐν Φρυγίῃ με θεημάχος ἤκαχεν Αὔρη·
如今又在弗律癸亚,抗神的奥拉再次折辱了我。
ἀλλʼ ἡ μὲν νόθον εἶδος ἀμειψαμένη πόρε ποινήν,
然而前者化作异样形貌承受了惩罚,
Τανταλὶς αἰνοτόκεια, καὶ εἰσέτι δάκρυα λείβει
生下悲惨子女的坦塔洛斯之女,
ὄμμασι πετραίοισιν· ἀνιηθεῖσα δὲ μούνη
至今仍以石化的双目垂落泪珠;而我孤身一人抱痛,
αἶσχος ἔχω νήποινον, ἐπεὶ φιλοπάρθενος Αὔρη
却蒙受未经复仇的耻辱,
δάκρυσιν οὐ λίθον εἶχε λελουμένον, οὐκ ἴδε πηγὴν
只因爱慕童贞的奥拉未曾成为泪水浸泡的岩石,
μῶμον ἀπαγγέλλουσαν ἀφειδέος ἀνθερεῶνος.
亦未曾见泉水宣告那残忍下颌吐露的讥讽。
ἀλλὰ σὺ κυδαίνουσα τεὴν Τιτηνίδα φύτλην
然而你既荣耀自身的提坦血脉,
δὸς μετὰ μητρῴην ἑτέρην χάριν, ὄφρα νοήσω
便请在施惠于我母之后赐我另一恩典,
λαϊνέης ἀτίνακτον ἀμειβομένης δέμας Αὔρης·
好让我得见奥拉化为石质而不可撼动的躯体;
μηδὲ τεὴν ἔμφυλον ὀδυρομένην λίπε κούρην,
切莫弃绝你同族的痛苦少女,
μή μοι ἐπεγγελόωσαν ἴδω πάλιν ἄτροπον Αὔρην,
免得我再度得见倔强的奥拉向我冷笑——或者,
ἠέ μιν οἰστρήσειε τεὴ χαλκήλατος ἅρπη.1
愿你青铜锻造的弯刀击狂于她!”
ὣς φαμένην θάρσυνε θεὰ καὶ ἀμείβετο μύθῳ·
闻听此言,女神抚慰她并回应道:
Λητῴη φυγόδεμνε, κυνοσσόε, σύγγονε Φοίβου,
“避绝床榻的勒托之女,驱犬的猎手,福玻斯之同胞,
οὐ μὲν ἐμῷ δρεπάνῳ Τιτηνίδα παῖδα δαμάσσω,
我断不会用我的弯刀去降伏提坦的后嗣,
οὐδέ μιν ἐν Φρυγίῃ τελέσω πετρώδεα νύμφην,
亦不会让她在弗律癸亚化为顽石的新娘,
Τιτήνων γεγαυῖα παλαίτατον αἷμα καὶ αὐτή,
因我自身亦流淌着提坦最古老的血脉,
μή ποτέ μοι μέμψαιτο πατὴρ Λήλαντος ἀκούων·
免得父亲勒兰托斯闻知后向我问罪。
ἓν δέ σοι, ἰοχέαιρα, χαρίζομαι· ἀγρότις Αὔρη
然而射箭的女神啊,我赐你一桩恩典:
παρθενικὴν ἤλεγξε, καὶ οὐκέτι παρθένος ἔσται·
乡野奥拉既贬损处女,便再不得保有处子之身;
καί μιν ἐσαθρήσειας ὀρεσσιχύτου διὰ κόλπου
你定能见她在群山起伏的幽谷间,
δάκρυσι πηγαίοισιν ὀδυρομένην ἔτι μίτρην.
以泉涌般的泪水,仍在悲泣她的腰带。”
εἶπε παρηγορέουσα· καὶ οὔρεα κάλλιπε κούρη
她这般出言抚慰;少女阿耳忒弥斯便离开群山,
Ἄρτεμις ἑζομένη κεμάδων τετράζυγι δίφρῳ,
登上一车套四鹿的座驾,
καὶ Φρυγίης ἐπέβαινεν. ὁμοζήλῳ δὲ πορείῃ
踏入弗律癸亚。
παρθένος Ἀδρήστεια μετήιε δύσμαχον Αὔρην,
少女阿德剌斯忒亚亦以同心之步追击难缠的奥拉,
γρῦπας ἁμιλλητῆρας ὑποζεύξασα χαλινῷ·
将竞逐争先的狮鹫套上马勒;
καὶ ταχινὴ πεφόρητο διʼ ἠέρος ὀξέι δίφρῳ,
她乘着迅捷的战车在空中飞驰,
καὶ δρόμον ἐστήριξεν ὑπὲρ Σιπύλοιο καρήνων
将生翼四足兽弯曲的辔绳收紧,
Τανταλίδος προπάροιθε λιθογλήνοιο προσώπου,
在坦塔洛斯之女石眸的面容前、
πτηνῶν τετραπόδων σκολιοὺς σφίγγουσα χαλινούς.
西庇洛斯山的山巅停下脚步。
αὔρης δʼ ἐγγὺς ἵκανεν ἀγήνορος· ὑψίνοον δὲ
她行至傲慢的奥拉身旁,
αὐχένα δειλαίης ὀφιώδεϊ τύψεν ἱμάσθλῃ,
以毒蛇般的皮鞭抽打这可怜女子高扬的头颈,
καί μιν ἀνεστυφέλιξε δίκης τροχοειδέι κύκλῳ,
用正义的轮盘将她翻转颠覆,
καὶ νόον ἄφρονα κάμψεν ἀκαμπέος· ἀμφὶ δὲ μίτρην
折服了倔强之人的狂妄心智。
παρθενικῆς ἐλέλιζεν ἐχιδνήεσσαν ἱμάσθλην
阿尔戈斯的阿德剌斯忒亚在少女的腰带旁挥舞蝮蛇的皮鞭;
Ἀργολὶς Ἀδρήστεια· χαριζομένη δὲ θεαίνῃ,
为向女神施惠,
καὶ μάλα περ κοτέοντι κασιγνήτῳ Διονύσῳ,
亦为回应盛怒不已的兄弟狄奥尼索斯,
ὥπλισεν ἄλλον ἔρωτα, καὶ εἰ πέλε νῆις Ἐρώτων,2
尽管奥拉对情爱一无所知,
Παλλήνης μετὰ λέκτρα, μετὰ φθιμένην Ἀριάδνην,
她仍为他装备了另一场爱情——在帕勒涅的床榻之后,
τὴν μὲν λειπομένην ἐνὶ πατρίδι, τὴν δʼ ἐνὶ γαίῃ
在死去的阿里阿德涅之后(前者被遗弃在故土,
ἀλλοτρίῃ πετραῖον,3 Ἀχαιίδος ὡς βρέτας Ἥρης,
后者在异乡化作磐石犹如阿开亚赫拉的雕像),
καὶ Βερόης πολὺ μᾶλλον ἀνηνύστων περὶ λέκτρων.
亦远胜于为了贝罗厄那场未遂的婚事。
καὶ Νέμεσις πεπότητο νιφοβλήτῳ παρὰ Ταύρῳ,
涅墨西斯飞掠白雪覆盖的陶鲁斯山,
εἰσόκε Κύδνον ἵκανε τὸ δεύτερον ἀμφὶ δὲ κούρῃ
直至再度降临居德诺斯河;而厄洛斯以射出甘甜之箭,
ἡδυβόλῳ Διόνυσον Ἔρως οἴστρησεν ὀιστῷ,
围绕着少女激起了狄奥尼索斯的癫狂,
καὶ πτερὰ κυκλώσας ἐπεβήσατο κοῦφος Ὀλύμπου.
随后拍打双翼轻灵飞升奥林波斯。
καὶ θεὸς οὐρεσίφοιτος ἱμάσσετο μείζονι πυρσῷ·
游走群山的神明被更强烈的烈焰鞭笞;
οὐ γὰρ ἔην ἐλάχεια παραίφασις· οὐ τότε κούρης
因当时别无些微慰藉——他既未怀抱这少女的爱欲希望,
ἐλπίδα Κυπριδίην, οὐ φάρμακον εἶχεν Ἐρώτων·
亦无厄洛斯诸神的解药;
ἀλλά μιν ἔφλεγε μᾶλλον Ἔρως θελξίφρονι πυρσῷ
厄洛斯反以迷人心窍的火炬愈发炽烈地灼烧他,
θυιάδος ὀψιτέλεστον ἀπειθέος εἰς γάμον Αὔρης.
引向与不驯的狂女奥拉那迟至的结合。
καὶ μογέων ἔκρυπτεν ἑὸν πόθον, οὐδʼ ἐνὶ λόχμαις
他痛苦地隐匿自己的爱欲,
Κυπριδίοις ὀάροισιν ὁμίλεεν ἐγγύθεν Αὔρης,
不敢在林莽深处靠近奥拉倾吐蜜语,
μή μιν ἀλυσκάζειε. τί κύντερον, ἢ ὅτε μοῦνοι
唯恐她仓皇遁逃。世间还有何事比单由男子渴望、
ἀνέρες ἱμείρουσι, καὶ οὐ ποθέουσι γυναῖκες;
而女子毫无情意更为残酷?
καὶ μέθεπε πραπίδεσσι πεπηγμένον ἰὸν Ἐρώτων,
当少女在密林中驱犬疾奔时,
παρθένος εἰ δρόμον εἶχε κυνοσσόον ἔνδοθι λόχμης·4
他胸中始终深扎着厄洛斯们的箭镞;
Κυπριδίοις δʼ ἀνέμοισιν ἀειρομένοιο χιτῶνος
每当在爱欲之风掀起长袍时窥见她的腿股,
μηρὸν ὀπιπεύων θηλύνετο Βάκχος ἀλήτης.
流浪的巴克科斯便心荡神迷。
ὀψὲ δὲ παφλάζοντι πόθῳ δεδονημένος ΑὔρηςΒάκχος ἀμηχανέων ἔπος ἴαχε λυσσάδι φωνῇ·
终因对奥拉沸腾的欲念而动摇颠簸,无计可施的巴克科斯以狂乱的声音呼喊道:
Πανὸς ἐγὼ δυσέρωτος ἔχω τύπον, ὅττί με φεύγει
“我有着苦恋之潘神的模样,
παρθένος ἠνεμόφοιτος, ἐρημονόμῳ δὲ πεδίλῳ
因那如风疾行的少女离我而去,她穿着游历荒野的鞋履,
πλάζεται ἀστήρικτος ἀθηήτου πλέον Ἠχοῦς.
比隐没不见的厄科更为飘忽不定地游荡。
ὄλβιε, Πάν, Βρομίοιο πολὺ πλέον, ὅττι ματεύων
潘啊,你远比布罗米俄斯更为幸福,
φάρμακον εὗρες ἔρωτος ἐνὶ φρενοθελγέι φωνῇ·
因你求索之中在抚慰心神的音调里觅得了爱情的解药;
σὸν κτύπον ὑστερόφωνος ἀμείβεται ἄστατος Ἠχὼ
飘忽的厄科尚能以滞后的声响回应你的喧嚣——”
- 48.438ἠέ μιν οἰστρήσειε τεὴ χαλκήλατος ἅρπη
由连词 ἠέ(“或者”)引导的祈愿式动词 οἰστρήσειε 承接前文的目的从句(μή... ἴδω),表达一个并列的替代性愿望:“或者愿你青铜锻造的弯刀击狂于她”,作为阿耳忒弥斯在无法将奥拉石化时的备选祈请。
- 48.465καὶ εἰ πέλε νῆις Ἐρώτων
构成让步从句,意为“即便她对爱神诸事一无所知”。主格形容词 νῆις(“无知的”)支配属格 Ἐρώτων,在此指代素以处女自傲且避绝情爱的奥拉,与后文涅墨西斯为她安排一场爱欲纠葛(ὥπλισεν ἄλλον ἔρωτα)形成尖锐反讽。
- 48.467τὴν μὲν λειπομένην ἐνὶ πατρίδι, τὴν δʼ ἐνὶ γαίῃ / ἀλλοτρίῃ πετραῖον
对前文提到的两位女性(Παλλήνης 与 Ἀριάδνην)所作的对仗同位修饰语。τὴν μέν 指被遗弃在故土色雷斯的帕勒涅,τὴν δέ 指在异乡石化(πετραῖον)的阿里阿德涅,其后紧接着的 Ἀχαιίδος ὡς βρέτας Ἥρης(“犹如阿开亚赫拉的雕像”)为针对后者的比喻。
- 48.484παρθένος εἰ δρόμον εἶχε κυνοσσόον ἔνδοθι λόχμης
连词 εἰ 与未完成过去时直陈式 εἶχε 连用,在此作时间-重复从句(“每当少女驱犬奔跑时……”),为史诗中条件连词表反复惯常动作的常见用法,说明每当奥拉在林间打猎疾驰,狄奥尼索斯心中便深扎着爱神的箭矢。
