← 诺努斯

狄奥尼索斯谭

§46.298-46.369

母亲们的哀歌与狄俄倪索斯的预言

阿高厄在清醒的极痛中哀悼彭透斯的残躯并拟定墓志铭,奥托诺厄则对比自己儿子阿克泰翁化鹿被噬的惨剧而自叹不幸,并祈求同样的毁灭;狄俄倪索斯怜悯悲痛的王室,赐予忘忧酒与慰藉,预示了卡德摩斯夫妇化蛇流亡的命运,随后进军雅典。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
298

ἀλλὰ θεοκλήτου γαμίην μετὰ δαῖτα τραπέζης,

但愿在那诸神赴会的婚宴餐席之后,

Ἁρμονίης μετὰ λέκτρον, ἐμοῦ μετὰ παστάδα Κάδμου

在哈耳摩尼亚的婚床之后,在我卡德摩斯的洞房之后,

300

ἀρχαίην κιθάρην δονέων πάλιν αὐτὸς Ἀπόλλων

阿波罗亲自再度拨响他古老的七弦琴,

θρῆνον ἕνα πλήξειε καὶ Αὐτονόῃ καὶ Ἀγαύῃ,1

为奥托诺厄与阿高厄两人同奏一曲挽歌,

ὠκύμορον Πενθῆα καὶ Ἀκταίωνα λιγαίνων.

清脆地哀唱夭亡的彭透斯与阿克泰翁!

ἡμετέρης, φίλε κοῦρε, τί φάρμακόν ἐστιν ἀνίης;

我亲爱的儿啊,我们的悲痛有什么解药?

οὔ πω σοῖς θαλάμοισιν ἐκούφισα νυμφοκόμον πῦρ·

我还不曾为你的洞房举起迎亲的火炬,

305

οὐ ζυγίων ἤκουσα τεῶν ὑμέναιον Ἐρώτων·

也未曾听闻你结为连理的诸爱神的婚礼颂歌。

ποῖον ἴδω σέο παῖδα παρήγορον; αἴθέ σε Βάκχη

我还能仰望你的什么子嗣作为慰藉?

ἄλλη ἀπηλοίησε, καὶ οὐ πολύμοχθος Ἀγαύη.

但愿击碎你的是另一个巴克科斯女伴,而非饱受磨难的阿高厄!

μητέρι μαινομένῃ μὴ μέμφεο, δύσμορε Πενθεῦ·

不幸的彭透斯啊,莫要责怪你疯狂的母亲;

Βάκχῳ μέμφεο μᾶλλον· ἀναίτιός ἐστιν Ἀγαύη.

更应当责怪巴克科斯,阿高厄是无辜的。

310

χεῖρες ἐμαί, φίλε κοῦρε, τεὴν στάζουσιν ἐέρσην

我亲爱的儿啊,我的双手正滴落着你那被斩下脖颈的甘露;

αὐχένος ἀμηθέντος· ἀπʼ αὐτοχύτου δὲ καρήνου

自你那自行倾泻的头颅中,

αἷμα τεὸν μητρῷον ὅλον φοίνιξε χιτῶνα.

你的鲜血染红了母亲的整件衣袍。

ναί, λίτομαι, Βρομίου δότε μοι δέπας· ἀντὶ γὰρ οἴνου

是的,我恳求你们,把布洛米俄斯的杯盏给我吧;

λύθρον ἐμοῦ Πενθῆος ἐπισπένδω Διονύσῳ.

因为我要向狄俄倪索斯泼洒我彭透斯的污血,以代美酒。

315

σοὶ μὲν ἐγὼ φιλόδακρυς, ἀώριε, τύμβον ἐγείρω

为你这夭亡之子,痛哭流涕的我将亲手将你无头的躯体掩埋于尘土,

χερσὶν ἐμαῖς ἀκάρηνον ἐνικρύψασα κονίῃ

为你筑起坟墓;

σὸν δέμας· ὑμετέρῳ δʼ ἐπὶ σήματι τοῦτο χαράξω·

我要在你的墓碑上刻下这行字:‘过路之人,

εἰμὶ νέκυς Πενθῆος, ὁδοιπόρε· νηδὺς Ἀγαύης

我是彭透斯的尸骨;阿高厄养育儿女的子宫诞下了我,

παιδοκόμος με λόχευσε καὶ ἔκτανε παιδοφόνος χείρ.

她杀戮儿女的双手取了我的命。’”

320

ἔννεπε λυσσώουσα σοφῇ φρενί· μυρομένης δὲΑὐτονόη γοόωσα παρήγορον ἴαχε φωνήν·

她这般说着,在疯狂中却怀着清醒的心智;在她垂泪哀啼时,奥托诺厄亦呜咽着吐露安慰之声:

Ζῆλον ἔχω καὶ ἔρωτα τεῆς κακότητος, Ἀγαύη,

“阿高厄啊,我甚至嫉妒并渴求你的不幸,

ὅττι περιπτύσσεις γλυκερὴν Πενθῆος ὀπωπὴν

因为你还能拥抱彭透斯甜美的面庞、

καὶ στόμα καὶ φίλον ὄμμα καὶ υἱέος ἄκρα κομάων.

他的嘴唇、心爱的双眼与儿子发鬈的发梢。

325

γνωτή, ἐπολβίζω σε, καὶ εἰ κτάνες υἱέα μήτηρ·

姊妹啊,即便你以母亲之身杀死了儿子,

ἀντὶ γὰρ Ἀκταίωνος ἀμειβομένης ἀπὸ μορφῆς

我也仍称你为有福之人;因为代替形貌改易的阿克泰翁,

νεβρὸν ἐγὼ δάκρυσα, καὶ υἱέος ἀντὶ καρήνου

我哀哭的是一头幼鹿;

μηκεδανὴν ἐλάφοιο νόθην κτερέιξα κεραίην.

代替我儿的头颅,我埋葬的是一头雄鹿细长的假角。

σῆς δʼ ὀδύνης ἐλάχεια παραίφασις, ὅττι θανόντος

当你儿子死去时,你未曾见到他改易的异形,

330

οὐκ ἴδες ἀλλοῖον τύπον υἱέος, οὐ τρίχα νεβροῦ,

未曾见到幼鹿的毛发,未曾捧起毫无用处的兽蹄或鹿角,

οὐ χηλὴν ἀνόνητον ἐκούφισας ἠὲ κεραίην·

这便是你痛苦中些许的安慰;

μούνη δʼ ἔδρακον υἷα νόθον νέκυν, ἀλλοφυῆ δὲ

唯独我目睹了儿子那虚假的尸骨,为那异类、

καὶ στικτὴν καὶ ἄναυδον ἐκώκυον εἰκόνα μορφῆς,

斑驳且无语的身形意象哀号,

καὶ μήτηρ ἐλάφοιο καὶ οὐκέτι παιδὸς ἀκούω.2

如今我被人唤作鹿的母亲,而不再是人的儿子的母亲。

335

ἀλλὰ σὺ κυδαίνουσα, Διὸς φιλοπάρθενε κούρη,

可是你,热爱贞洁的宙斯之女啊,

ἀνδρὸς ἐμοῦ σέο Φοῖβον Ἀρισταίοιο τοκῆα

敬重我丈夫阿里斯泰俄斯的生父、你的福玻斯,

εἰς ἔλαφον μετάμειψον ἐμὴν βροτοειδέα μορφήν·

将我人类的身躯变作一头鹿吧;

δὸς χάριν Ἀπόλλωνι· μετʼ Ἀκταίωνα δὲ δειλὴν

赐予阿波罗这份恩惠吧!在阿克泰翁之后,

τοῖς αὐτοῖς σκυλάκεσσι καὶ Αὐτονόην πόρε φορβὴν

将凄惨的奥托诺厄也作为食饵赏赐给同样的猎犬,

340

ἢ κυσὶν ὑμετέροισιν· ἐσαθρήσῃ δὲ Κιθαιρὼν

或是你的猛犬吧;好让喀泰戎山目睹在儿子之后,

μητέρα καὶ μετὰ παῖδα κυνοσπάδα· μηδέ με δειλὴν

母亲亦被恶犬撕裂!

σῶν ἐλάφων μεθέπουσαν ἴσην κεραελκέα μορφὴν

但当我这凄惨之人承袭了与你的鹿群一般拥有长角的身姿时,

ἄγρια μαστίζουσα τεῇ ζεύξειας ἀπήνῃ.3

千万莫要残暴地挥鞭将我套上你的车驾!

χαῖρε φυτὸν Πενθῆος, ἀμείλιχε χαῖρε Κιθαιρών·

别了,彭透斯之树;别了,冷酷的喀泰戎;

345

χαίρετε καὶ νάρθηκες ἀμερσινόου Διονύσου·

夺人心智的狄俄倪索斯的茴香法杖啊,你们也别了!

σώζεό μοι, Φαέθων τερψίμβροτε· λάμπε κολώναις·

为了我,愿你平安无恙,悦人眼目的法厄同啊;

λάμπε καὶ ἀμφοτέροις, Λητωίδι καὶ Διονύσῳ·

照耀山丘吧;照耀勒托之女与狄俄倪索斯两人吧;

εἰ δὲ τεαῖς ἀκτῖσι καὶ ἀνέρας οἶσθα δαμάσσαι,

倘若你懂得用光芒降伏人类,

σῷ καθαρῷ πυρὶ βάλλε καὶ Αὐτονόην καὶ Ἀγαύην·

便用你纯洁的烈焰击中奥托诺厄与阿高厄吧!

350

ἔσσο δὲ Πασιφάης τιμήορος, ὄφρα γελάσσῃς

去作帕西法厄的复仇者吧,

Ἁρμονίης γενέτειραν ἀνιάζων Ἀφροδίτην.

好让你在折磨哈耳摩尼亚的母亲阿佛洛狄忒时放声大笑!”

εἶπε, καὶ ὠλεσίτεκνος ὀδύρετο μᾶλλον Ἀγαύη.

她言罢,丧子的阿高厄哭泣得更加悲切。

καὶ νέκυν, ὃν κατέπεφνε, φίλη τυμβεύσατο μήτηρ

对于亲手诛杀的尸首,

πίδακα δακρυόεσσαν ἀναβλύζουσα προσώπου·

慈爱的母亲任由面庞涌出如泉般的泪水,将其安葬;

355

καὶ τάφον εὐποίητον ἐτεκτήναντο πολῖται.

市民们为他营建了一座精美的坟冢。

ὣς αἱ μὲν στενάχοντο κατηφέες· εἰσορόων δὲ

目睹她们这般垂首哀泣,

Βάκχος ἄναξ ἐλέαιρε, φιλοθρήνους δὲ γυναῖκας

巴克科斯之王心生怜悯,止住了这群痛哭流涕、

μυρομένας ἀνέκοψεν, ἐπεὶ στοιχηδὸν ἑκάστῃ

沉溺哀思的妇人;因为他在甘美的葡萄酒中调入止痛之药,

λυσίπονον κεράσας μελιηδέι φάρμακον οἴνῳδῶκε ποτὸν ληθαῖον· ὀδυρομένοιο δὲ Κάδμου

依次赐给她们每人一杯忘忧之浆;

πένθιμον ἐπρήυνε γόον παιήονι μύθῳ·

他又以医治创伤的话语抚慰了呻吟叹息的卡德摩斯那悲戚的哀号,

ἀμφοτέρας δʼ εὔνησε καὶ Αὐτονόην καὶ Ἀγαύην,

平息了奥托诺厄与阿高厄的悲痛,

ἐλπίδος ἐσσομένης πρωτάγγελα θέσφατα φαίνων.

向她们昭示了预示未来希望的神谕。

Ἰλλυρίην δʼ ἐπὶ γαῖαν ἐς Ἑσπερίου χθόνα πόντου

随后,他护送背井离乡的哈耳摩尼亚,

365

Ἁρμονίην λιπόπατριν ὁμόστολον ἥλικι Κάδμῳ

与同龄的卡德摩斯结伴,二人同作流浪之人,

ἀμφοτέρους πόμπευεν ἀλήμονας, οἷς χρόνος ἕρπων

前往伊利里亚之地,直至西海之滨;

ὤπασε πετρήεσσαν ἔχειν ὀφιώδεα μορφήν.

流逝的岁月赐予他们得以拥有石质的蛇形。

καὶ Σατύρους καὶ Πᾶνας ἔχων καὶ λύγκας ἱμάσσων

而娇美的巴克科斯率领着萨堤洛斯与潘神们,

ἁβρὸς ἀσιγήτοισιν ἐκώμασε Βάκχος Ἀθήναις.

策鞭驱赶着猞猁,欢宴着向永不停歇喧腾的雅典进发。

语法注3 条
  1. 46.298ἀλλὰ θεοκλήτου γαμίην μετὰ δαῖτα τραπέζης, ... θρῆνον ἕνα πλήξειε καὶ Αὐτονόῃ καὶ Ἀγαύῃ

    跨越298–302行由希求法构成的长句愿望。主要动词是希求法 πλήξειε,其主语是第300行的 αὐτὸς Ἀπόλλων。介词 μετὰ 重复出现三次(分别统领 γαμίην... δαῖτα, λέκτρον 与 παστάδα),将诸神曾降临卡德摩斯与哈耳摩尼亚婚礼庆典的辉煌往昔,与如今阿高厄和奥托诺厄共同承受的双重丧子之恸(θρῆνον ἕνα... καὶ Αὐτονόῃ καὶ Ἀγαύῃ)形成强烈对照。

  2. 46.334καὶ μήτηρ ἐλάφοιο καὶ οὐκέτι παιδὸς ἀκούω

    这是古希腊语中 ἀκούω 搭配谓词名词、表示被动意味“被称为/被唤作”(相当于拉丁语的 bene/male audire)的惯用构词。字面直译为“我听闻自己被称为鹿的母亲,而不再是人的儿子的母亲(即:人们称我为鹿的母亲……)”。

  3. 46.341μηδέ με δειλὴν / σῶν ἐλάφων μεθέπουσαν ἴσην κεραελκέα μορφὴν / ἄγρια μαστίζουσα τεῇ ζεύξειας ἀπήνῃ

    由 μηδέ 搭配希求法 ζεύξειας 构成的祈愿性否定禁令(“亦莫将我套上……”)。主要动词 ζεύξειας 位于句末(343行),与宾语 με(341行)之间被修饰的分词短语(342行:μεθέπουσαν ἴσην κεραελκέα μορφὴν σῶν ἐλάφων)及方式分词短语(343行:ἄγρια μαστίζουσα)所隔开,构成了典型的离隔结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2045.tlg001.humanitext-grc2:46.298-46.369