← 诺努斯

狄奥尼索斯谭

§46.148-46.222

阿高厄与迈纳斯狂女肢解彭透斯

高居树梢的彭透斯被阿高厄等迈纳斯女侍发现并连根拔倒;他虽恢复清醒哀求饶命,仍惨遭肢解斩首,阿高厄携其首级向卡德摩斯夸耀战功。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
148

ἀμπελόεις τότε Βάκχος ὀρειάδος ἔνδοθι λόχμης

彼时,缠绕葡萄藤的巴克科斯在山岭树丛深处,

ἀρχαίην ἐλάτην ἰσομήκεα γείτονι πέτρῃ

得见一株与毗邻岩石齐高的高耸古老冷杉,

150

δένδρον ἰδὼν περίμετρον ἐγήθεεν, ἧς ὑπὸ θάμνῳ

树冠繁茂,

ἀγχινεφεῖς πετάλοισιν ἐπεσκιόωντο κολῶναι·

近云的丘陵在其枝叶遮蔽下被阴翳笼罩,神明为此欣喜。

ἀκρότατον δὲ κόρυμβον ἀφειδέι χειρὶ πιέζων

彭透斯以不惜之力压下树顶的最尖端,

εἰς πέδον, εἰς πέδον εἷλκε κατὰ χθονὸς ἐκταδὰ Πενθεὺς

将那凌空伸展的枝柯扯向大地,

θαλλὸν ἀερσιπότητον,1 ἐπισφίγγων δὲ φορῆα

贴着地面拉长;他紧扣树干,

155

ὕψι τιταινομένων ἐδράξατο χειρὶ κορύμβων,

伸手抓住向上耸立的枝头,

καὶ πόδας ἔνθα καὶ ἔνθα παλινδίνητος ἑλίσσων

双足在旋翻的跳跃中忽左忽右回旋,

ἄστατος ὀρχηστῆρι τύπῳ κουφίζετο Πενθεύς.

轻捷不稳地以舞者之姿升上高处。

καὶ τότε βασσαρίδεσσι χορίτιδες ἤλυθον Ὧραι·

此时,伴舞的荷赖诸女神来到了巴萨里斯女侍身旁;

ἀλλήλαις δʼ ἐκέλευον, ἀνεζώννυντο δὲ πέπλοις,

她们互相应和,束紧佩普洛斯,

160

νεβρίδα δʼ ἀμφεβάλοντο· καὶ οὐρεσίφοιτος Ἀγαύηἀφροκόμοις στομάτεσσιν ἀπερροίβδησεν ἰωήν·

披覆上鹿皮。在山间奔逐的阿高厄从泛着白沫的口中迸发出尖锐的呼喊:

Αὐτονόη, σπεύσωμεν, ὅπῃ χορός ἐστι Λυαίου

“奥托诺厄,让我们快去吧,去往吕埃俄斯曼舞之所在,

καὶ κτύπος οὐρεσίφοιτος ἀκούεται ἠθάδος αὐλοῦ,

去往能听见山间回荡的熟稔笛声之处;

ὄφρα μέλος πλέξαιμι φιλεύιον, ὄφρα δαείω,

好让我编织赞美欧伊奥斯的曲调,

165

τίς φθαμένη στήσειε χοροστασίην Διονύσῳ,

好让我得知谁能率先为狄俄倪索斯立起圆舞,

τίς τίνα νικήσειε2 θυηπολέουσα Λυαίῳ.

谁又能以献祭吕埃俄斯之功压倒旁人。

δηθύνεις, ἀχόρευτε, καὶ ἡμέας ἔφθασεν Ἰνώ·

不愿起舞的女人啊,你还在拖延,

οὐκέτι πόντον ἔχει μετανάστιος, ἀλλὰ καὶ αὐτὴ

伊诺已赶在咱们前头了;她不再流落重洋,

ἐξ ἁλὸς ἦλθε θέουσα σὺν ὑγροπόρῳ Μελικέρτῃ,

而是与巡游水波的墨利克耳忒斯一同自海中奔来,

170

ἦλθε προασπίζουσα διωκομένου Διονύσου,

前来护卫被追逐的狄俄倪索斯,

μὴ Πενθεὺς ἀθέμιστος ἐπιβρίσειε Λυαίῳ.

免得不敬律法的彭透斯凌逼吕埃俄斯。

Μύστιδες, εἰς σκοπέλους, Ἰσμηνίδες ἔλθετε Βάκχαι,

秘仪的修习者啊,伊斯墨诺斯的巴克科斯女信徒们,速来这绝壁之上!

καὶ τελετὰς στήσωμεν, ὁμοζήλῳ δὲ χορείῃ

让我们举行秘仪,

Λυδαῖς Βασσαρίδεσσιν ἐρίζομεν, ὄφρά τις εἴπῃ·

以竞逐的曼舞与吕底亚的巴萨里斯女侍一决高下,好教人赞道:

175

Μυγδονίην νίκησε Μιμαλλόνα Μαινὰς Ἀγαύη.

‘迈纳斯阿高厄胜过了密格多尼亚的米马隆女侍!’”

ὣς φαμένη σκοπίαζε καθήμενον ὑψόθι δένδρου,

母亲这般言说,便凝视着如野狮般高踞树端、

ἄγριον οἷα λέοντα, θεημάχον υἱέα μήτηρ·

与神抗争的儿子;

καί μιν ἀγειρομέναις ἐπεδείκνυε θυιάσι Βάκχαις·

她向聚集而来的狂躁巴克科斯女侍们指认他,

υἱέα δʼ ἔμφρονα θῆρα καλέσσατο λυσσάδι φωνῇ.

以癫狂之声呼唤她那拥有理性的儿子为猛兽。

180

ἀμφὶ δέ μιν στεφανηδὸν ἐκυκλώσαντο γυναῖκες

女人们如花环般环绕着坐于叶丛中的他;

ἑζόμενον πετάλοισι· καὶ εὐπαλάμῳ τινὶ δεσμῷδένδρον ἐπηχύναντο, καὶ ἤθελον εἰς χθόνα ῥίπτειν

她们以灵巧的手掌抱住树干,

ἔρνος ὁμοῦ Πενθῆι· περισφίγξασα δὲ θάμνῳ

意欲将这枝干连同彭透斯一同推倒于地。

ὁλκὸν ὁμοζυγέος παλάμης ἐνοσίχθονι παλμῷ

阿高厄用双手交叠环扣住树干,以震动大地的狂暴剧力,

185

πρυμνόθεν αὐτόρριζον ἀνέσπασε δένδρον Ἀγαύη.

将整株巨树连根拔起。

καὶ φυτὸν εἰς χθόνα πῖπτεν· ἐγυμνώθη δὲ Κιθαιρών·

树木倒伏于地,喀泰戎山顿显空旷;

καὶ θρασὺς αὐτοέλικτος ἄναξ βητάρμονι παλμῷ

鲁莽的彭透斯王翻转腾挪,

κύμβαχος ἠερόθεν κεκυλισμένος ἤριπε Πενθεύς.

宛如舞者一跃,头朝下从半空翻滚跌落。

καὶ τότε μιν λίπε λύσσα νοοσφαλέος Διονύσου,

就在此时,使人心神错乱的狄俄倪索斯之狂热退去了,

190

καὶ προτέρας φρένας ἔσχε τὸ δεύτερον· ἀμφὶ δὲ γαίῃγείτονα πότμον ἔχων3 κινυρὴν ἐφθέγξατο φωνήν·

他再度恢复了先前的清醒;他卧伏大地,大限将至,发出了凄楚哀痛的哀号:

Νύμφαι Ἁμαδρυάδες με καλύψατε, μή με δαμάσσῃ

“树仙哈玛德律阿斯们啊,遮蔽我吧,

παιδοφόνοις παλάμῃσιν ἐμὴ φιλότεκνος Ἀγαύη.

免得我那钟爱骨肉的阿高厄以弑子之手将我诛杀!

μῆτερ ἐμή, δύσμητερ, ἀπηνέος ἴσχεο λύσσης·

我的母亲啊,狠毒的母亲,平息这无情的狂乱吧!

195

θῆρα πόθεν καλέεις με τὸν υἱέα; ποῖα κομίζω

你为何称你的儿子为野兽?

στήθεα λαχνήεντα; τίνα βρυχηθμὸν ἰάλλω;

我何曾长着多毛的胸膛?我发出了怎样的咆哮?

οὐκέτι γινώσκεις με, τὸν ἔτρεφες, οὐκέτι λεύσσεις·

你再也认不出亲手抚育的我了吗,再也看不到我了吗?

σὴν φρένα καὶ τεὸν ὄμμα τίς ἥρπασε; χαῖρε, Κιθαιρών·

是谁夺去了你的心智与双目?永别了,喀泰戎;

χαίρετε, δένδρεα ταῦτα καὶ οὔρεα· σώζεο, Θήβη

永别了,这林木与高山;保重吧,忒拜;

200

σώζεο καὶ σύ, φίλη παιδοκτόνε μῆτερ Ἀγαύη.

你也保重吧,我亲爱而弑子的母亲阿高厄!

δέρκεο ταῦτα γένεια νεότριχα, δέρκεο μορφὴν

看看这刚长出胡须的下颌,看看这人形的身躯;

ἀνδρομέην· οὐκ εἰμὶ λέων· οὐ θῆρα δοκεύεις.

我不是狮子,你看见的绝非猛兽。

φείδεο σῆς ὠδῖνος, ἀμείλιχε, φείδεο μαζῶν·

狠心的人啊,怜惜你产下的骨肉,怜惜你的乳房吧;

Πενθέα παπταίνεις με, τὸν ἔτρεφες. ἴσχεο, φωνή,

你凝视的正是你哺育的彭透斯。住口吧,

205

μύθους σεῖο φύλαξον· ἀνήκοός ἐστιν Ἀγαύη.

我的声音,收起你的话语吧,阿高厄根本听不进去!

εἰ δὲ κατακτείνεις με χαριζομένη Διονύσῳ,

但若你为了取悦狄俄倪索斯而定要杀我,

μούνη παῖδα δάμασσον, ἀγάστονε, μηδὲ δαμῆναι

悲苦的母亲啊,便由你独自手刃你的孩子吧,

Βασσαρίδων τεὸν υἷα νόθαις παλάμῃσιν ἐάσῃς.

切莫让你亲生的儿子丧命于巴萨里斯女侍卑贱的双手!”

ὣς φάμενος λιτάνευε, καὶ οὐκ ἤκουσεν Ἀγαύη.

他这般哀告祈求,但阿高厄充耳不闻。

210

ἀμφὶ δέ μιν δασπλῆτες ἐπερρώοντο γυναῖκες

凶暴的女人们争先恐后地向他扑杀而来;

χερσὶν ὁμοζήλοισι· κυλινδομένου δὲ κονίῃ

当他在尘土中辗转翻滚时,

ἡ μὲν ὀπισθιδίους πόδας εἴρυσεν, ἡ δὲ λαβοῦσα

一人拖拽着他的后足,

δεξιτερὴν προθέλυμνον ἀνέσπασεν, Αὐτονόη δὲ

另一人抓住右臂自肩部连根扯下,

λαιὴν ἀντερύεσκε· παραπλαγχθεῖσα δὲ μήτηρστήθεϊ παιδὸς ἔπηξεν ἑὸν πόδα, κεκλιμένου δὲ

奥托诺厄则朝相反方向撕扯左臂。丧失理智的母亲一脚踏在儿子的胸膛上,

αὐχένα τολμήεντα διέθρισεν ὀξέι θύρσῳ·

用锋利的酒神杖割断了倒伏之子那傲岸的颈项;

καὶ φονίῳ ταχύγουνος ἀνέδραμε χάρματι λύσσης,

她踏着轻捷的膝步在血腥狂乱的欢腾中奔去,

αἱματόεν δὲ κάρηνον ἀτερπέι δείκνυε Κάδμῳ·ψευδομένου δὲ λέοντος ἀγαλλομένη χάριν ἄγρης

将血淋淋的首级展示给悲戚的卡德摩斯;她为这假狮之猎物而自豪夸耀,自狂躁的喉头迸发出如此话语:

220

τοῖον ἀπερροίβδησεν ἔπος λυσσώδεϊ λαιμῷ·

“福佑的卡德摩斯啊,

Κάδμε μάκαρ, καλέω σε μακάρτερον· ἐν σκοπέλοις γὰρ

我称你更为福佑;因为在岩石之间,

χερσὶν ἀθωρήκτοισιν ἀριστεύουσαν Ἀγαύην4

仅凭无甲的赤手建立绝世殊勋的阿高厄——”

语法注4 条
  1. 46.152ἀκρότατον δὲ κόρυμβον ἀφειδέι χειρὶ πιέζων εἰς πέδον, εἰς πέδον εἷλκε κατὰ χθονὸς ἐκταδὰ Πενθεὺς θαλλὸν ἀερσιπότητον

    主语明确为句中的 Πενθεύς,统领分词 πιέζων 与限定动词 εἷλκε。此处将压弯大树的动作描写为处于狂乱之中的彭透斯本人的举动,而非由狄俄倪索斯直接代劳。随后的分词 ἐπισφίγγων 以及动词 ἐδράξατο、κουφίζετο 均承接同一主语。

  2. 46.166τίς τίνα νικήσειε

    双重疑问代词(double interrogative)结构。主格 τίς 与宾格 τίνα 并置,在一个小句中精练地表达“谁将击败谁”的竞逐关系。其后的祈愿语气动词 νικήσειε 在间接疑问句中充当审慎或潜在祈愿语气。

  3. 46.190ἀμφὶ δὲ γαίῃ γείτονα πότμον ἔχων

    γείτονα πότμον 作宾语,意为“临近的毁灭(迫在眉睫的死亡)”。前置词短语 ἀμφὶ δὲ γαίῃ 充当地点状语(“在大地之上”),描绘他倒伏在地、死期已至的情景。

  4. 46.221ἐν σκοπέλοις γὰρ χερσὶν ἀθωρήκτοισιν ἀριστεύουσαν Ἀγαύην

    该句在段落末尾中断。宾格专有名词及其分词 Ἀγαύην ἀριστεύουσαν 构成了下一块中将出现的统领动词(如 ὄψεαι 等)的宾语,属于悬念性的句法先引结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2045.tlg001.humanitext-grc2:46.148-46.222