← 诺努斯

狄奥尼索斯谭

§45.267-45.358

巴克科斯女信徒脱逃与宫殿的幻火

被囚禁的酒神女信徒们凭借神力挣脱锁链逃回山林,在山野间撕裂牲畜、哺育野兽,并使岩石涌出美酒与甘泉。与此同时,狄俄倪索斯在忒拜全城与彭透斯的宫殿中降下牛吼般的回声与扑不灭的幻景之火,令慌忙救火的国王陷入极度的绝望与恐慌。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
267

δέσμιον εὐρώεντι κατεσφρήγισσε μελάθρῳ,1

他将她们囚禁在一间阴沉的厅堂,

εἰς γλαφυρόν τινα κοῖλον ἀτερπέος οἶκον ἀνάγκης,Κιμμερίων μίμημα δυσέκβατον, ἄμμορον Ἠοῦς,

关入那令人不悦的必然之幽深凹陷的房舍中——那是难以脱身的刻墨里亚之模拟,

270

ἀμφιπόλους Βρομίου θιασώδεας, ὧν ὑπὸ δεσμῷ

不见晨曦之光;她们是布罗米俄斯的狂欢侍女,

θλιβομέναις παλάμῃσιν ἐμιτρώθησαν ἱμάντες,

在束缚之下,紧压的手掌被皮带捆缚,

χαλκείη δὲ πόδεσσιν ἐπεσφρηγίζετο σειρή.

双足亦被烙上青铜的索链。

ἀλλὰ ταχυστροφάλιγγος ὅτε δρόμος ἦλθε χορείης,

然而,当急转腾跃的狂舞来临之际,

μαινάδες ὠρχήσαντο· θυελλήεσσα δὲ Βάκχη

迈纳斯们翩然起舞;如狂风般的巴克科斯狂女,

275

ἄστατα δινηθεῖσα ποδῶν βητάρμονι παλμῷ

伴随着脚步合节的跃动而飘忽回旋,

ἀρραγέων ἀνέκοπτε παλίλλυτον ὁλκὸν ἱμάντων,

将坚不可摧的皮带的紧勒震得重又松解,

καὶ παλάμαις κροτάλιζεν ἐλεύθερον Εὔιον ἠχὼ

并以双手在合辙的拍击声中击出自由欢呼的乐声;

εὐρύθμοις πατάγοισιν· ὑπὸ στροφάλιγγι δὲ ταρσῶν

在足底的回旋之下,

χαλκοβαρὴς σφριγόωσα ποδῶν ἐσχίζετο σειρή.

紧缚双足、重若青铜的索链应声碎裂。

280

καὶ δόμον ἀχλυόεντα θεόσσυτος ἔστεφεν αἴγλη

神圣的光辉环绕着昏暗的房舍,

Βασσαρίδων ζοφεροῖο καταστάζουσα μελάθρου·καὶ σκοτίου πυλεῶνες ἀνεπτύσσοντο βερέθρου

垂落于巴萨里斯们昏黑的厅堂;

αὐτόματοι· τρομερῷ δὲ τεθηπότες ἅλματι ταρσῶν

阴森深渊的门户也自动敞开。守卫们被她们双足那令人颤栗的跃动、

Βασσαρίδων βρύχημα καὶ ἄγριον ἀφρὸν ὀδόντων

巴萨里斯们的咆哮以及齿间狂暴的白沫所震慑,

285

εἰς φόβον ἠπείγοντο φυλάκτορες. αἱ δὲ φυγοῦσαι

惊惶失措地仓皇逃窜。

νόστιμον ἴχνος ἔκαμψαν ἐρημάδος εἰς ῥάχιν ὕλης,

逃脱的狂女们遂将归程的步履转向那荒寂的山林之脊。

ὧν ἡ μὲν βοέην ἀγέλην δαιτρεύσατο θύρσῳ

她们之中,

ῥινοτόρῳ, καὶ χεῖρας ἑὰς ἐμιήνατο λύθρῳ

有的用穿刺皮毛的酒神杖宰杀牛群,

ταυρείην ὀνύχεσσι διασχίζουσα καλύπτρην

指甲撕开粗糙的牛皮,鲜血沾污了双手;

290

τρηχαλέην, ἑτέρη δὲ δαφοινήεντι κορύμβῳ

有的用血红的果穗斩断毛茸羊群连绵不断的队伍;

εἰροπόκων ἄρρηκτα διέτμαγε πώεα μήλων,

有的则击杀野山羊;

ἄλλη δʼ αἶγας ἔπεφνεν· ἐφοινίσσοντο δὲ λύθρου

从被屠戮的群畜身上流淌下的血淋淋血水,

αἱμαλέαις λιβάδεσσι δαϊζομένης ἀπὸ ποίμνης.

将她们染得绯红。

ἄλλη δὲ τριέτηρον ἀφαρπάξασα τοκῆος

另有一名狂女,从双亲怀中抢过一个三岁幼童,

295

ἄτρομον ἀστυφέλικτον ἀδέσμιον ὑψόθεν ὤμων

把那毫不畏惧、毫不动摇、

ἵστατο κουφίζουσα μεμηλότα παῖδα θυέλλαις,2

未受捆缚且交付风暴照料的孩童高高托在肩头站立;

ἑζόμενον γελόωντα καὶ οὐ πίπτοντα κονίῃ·

孩子安坐着欢笑,并未跌落尘埃。

καὶ γλάγος ᾔτεε κοῦρος, ἑὴν ἅτε μητέρα, Βάκχην,

男童向巴克科斯之女索要乳汁,

στήθεα δʼ ἀμφαφάασκεν· ἀνυμφεύτοιο δὲ κούρης

仿佛那是自己的生母,伸出小手摸索她的胸膛;

300

αὐτομάτην γλαγόεσσαν ἀνέβλυον ἰκμάδα μαζοί.

从未婚少女的乳房中,竟自动涌出甘甜的乳汁。

παιδὶ δὲ πειναλέῳ λασίους πετάσασα χιτῶνας

她向饥饿的孩童敞开毛绒的衣衫,

χείλεσι νηπιάχοισι νεόρρυτον ὤρεγε θηλήν,

为幼嫩的双唇递上新涌的乳头,

παρθενικὴ δʼ ἐκόρεσσεν ἀήθεϊ κοῦρον ἐέρσῃ·

童贞之女以非同寻常的甘露喂饱了孩童;

πολλαὶ δʼ ἀρτιτόκοιο μετοχλισθέντα τεκούσης

更有许多狂女,

305

τέκνα δασυστέρνοιο τιθηνήσαντο λεαίνης.

从刚生产的母兽——胸毛浓密的母狮身下夺走幼崽加以哺育。

ἄλλη δίψιον οὖδας ἐπέκτυπεν ὀξέι θύρσῳ

另一人以锐利的酒神杖击打干渴的大地,

ἄκρον ὄρος πλήξασα νεοσχιδές· αὐτοτελῆ δὲ

敲击刚被劈裂的山峰之巅;

οἶνον ἐρευγομένη κραναὴ πορφύρετο πέτρη,

粗粝的岩石涌出自生的美酒,

λειβομένου δὲ γάλακτος ἀρασσομένης ἀπὸ πέτρης

染上一片紫红;当乳汁从被击打的岩石中滴落,

310

πίδακες αὐτοχύτοισιν ἐλευκαίνοντο ῥεέθροις.

泉源亦因自动流淌的清泉而泛起乳白。

ἄλλη ῥῖψε δράκοντα κατὰ δρυός· ἀμφὶ δὲ δένδρῳ

还有人将一条长蛇抛向橡树;

σπεῖραν ὄφις κύκλωσε, καὶ ἔπλετο κισσὸς ἀλήτης

长蛇盘旋着缠绕树木,化作蔓延的常春藤,

πρέμνον ἑλισσομένῳ σκολιῷ μιτρούμενος ὁλκῷ,

以蜿蜒曲折的游动缠裹树干,

ἀμφελελιζομένων μιμούμενος ἅμμα δρακόντων.

宛如狂烈扭动的群蛇之结。

315

καὶ Σάτυρος πεφόρητο σεσηρότα θῆρα κομίζων

一名萨堤罗斯负着露齿的猛兽疾行,

τίγριν ἀπειλητῆρα καθήμενον ὑψόθι νώτου,

一头极具威胁的猛虎高踞其背上,

ἄγριον ἦθος ἔχοντα καὶ οὐ ψαύοντα φορῆος·

虽具凶悍本性,却毫不伤及背负者;

καὶ συὸς ἄκρα γένεια γέρων Σειληνὸς ἐρύσσας

年迈的塞勒诺斯扯住野猪的下颌之尖,

κάρχαρον ἠκόντιζεν ἐς ἠέρα κάπρον ἀθύρων·

戏谑地将这獠牙锋利的野猪抛向空中;

320

ἄλλος ἀελλήεντι ποδῶν ἐπιβήτορι παλμῷ

另一人则凭着双足如狂风般跃乘的颤动,

εἰς λοφιὴν ἀκίχητος ἐπῃώρητο καμήλου·

难以追及地高悬在骆驼的颈脊上;

καί τις ὑπὲρ νώτοιο θορὼν ἐποχήσατο ταύρῳ.

更有人纵身一跃跳上牛背,策牛而行。

καὶ τὰ μὲν ἐν σκοπέλοισι· λυροδμήτῳ δʼ ἐνί Θήβῃ

这些乃是山巅之景;而在琴声筑成的忒拜城中,

θαύματα ποικίλα Βάκχος ἐδείκνυε πᾶσι πολίταις·

巴克科斯向全体市民展现了千般奇迹;

325

καὶ σφαλεροῖσι πόδεσσιν ἐβακχεύοντο γυναῖκες

女人们脚步蹒跚地陷入狂欢,

χείλεσιν ἀφροκόμοισιν· ὅλη δʼ ἐλελίζετο Θήβη,

唇边泛起如毛发般堆叠的白沫。整座忒拜剧烈颤抖,

καὶ φλογεροὺς σπινθῆρας ἀπηκόντιζον ἀγυιαί·

街巷迸射出道道炽热的火花;

σείετο πάντα θέμεθλα, καὶ ὡς βοέων ἀπὸ λαιμῶν

所有基石都在震颤,

ἀκλινέες πυλεῶνες ἐμυκήσαντο μελάθρων·

宫殿笔直矗立的门户发出犹如牛喉深处的鸣吼;

330

καὶ δόμος ἀστυφέλικτος ἀναβρομέεσκε κυδοιμῷ

巍然不动的宫室在喧嚣中呼啸震响,

λαϊνέῃ σάλπιγγι χέων αὐτόσσυτον ἠχώ.

宛如石制的号角倾泻出自动回响的轰鸣。

οὐδὲ χόλου Διόνυσος ἐπαύσατο· δαιμονίην δὲ

狄俄倪索斯并未止息盛怒;

φθογγὴν ἠερόφοιτον ἐς ἑπταπόρων ἴτυν ἄστρων,

他如狂暴的公牛一般,自喉中发出巡行空际的神圣巨吼,

λυσσήεις ἅτε ταῦρος, ἑῷ μυκήσατο λαιμῷ·

直冲七星运转的天穹之轮;

335

καὶ κλονέων Πενθῆα μεμηνότα μάρτυρι πυρσῷ

他以作证的火炬震慑发狂的彭透斯,

μαρμαρυγῆς ἔπλησεν ὅλον δόμον· ἀμφὶ δὲ τοίχους

令整座殿宇充满耀眼的辉光。在相对的墙壁周遭,

ἀντιπόρους σελάγιζε πολυσχιδὲς ἁλλόμενον πῦρ

飞跃分叉的火焰闪耀跳动,

δαιομένῳ σπινθῆρι κατάσσυτον, ἀμφὶ δὲ πέπλοις

夹杂着燃烧的火花奔涌倾泻;

πορφυρέοις καὶ στέρνον ἁλιχλαίνου βασιλῆος

在紫袍与身披贝紫长袍的国王胸前,

340

πυρσὸς ἕλιξ πεφόρητο, καὶ οὐκ ἔφλεξε χιτῶνας·

回旋的烈火四处穿梭,却并未灼焦他的内袍;

κεκριμέναις δʼ ἀκτῖσιν ἀποσπάδες ἅλματι θερμῷ

分化而出的光线带着灼热的跃动,

ἐκ ποδὸς εἰς μέσα νῶτα, διʼ ἰξύος εἰς ῥάχιν ἄκρην

从足底跃至背心,经由腰间直达脊椎顶端,

Πενθέος ἀμφὶ τένοντα μετήλυδες ἔτρεχον αὐγαί·3

游移的光辉环绕着彭透斯的筋腱奔驰。

πολλάκι δʼ αὐτοπόροιο πυρὸς βητάρμονι παλμῷ

更屡屡借着自行动转之火合节的跳跃,

345

γηγενέος βασιλῆος ἐυστρώτων ἐπὶ λέκτρων

神异的光辉在泥土所生的国王那铺垫精美的床榻上,

ἀφλεγέας σπινθῆρας ἀπέπτυε θέσκελος αἴγλη.

吐出不会灼烧的火花。

καὶ σέλας αὐτοέλικτον ἰδὼν βρυχήσατο Πενθεύς,

彭透斯眼见烈火自行盘旋,狂怒咆哮,

κέκλετο δὲ δμώεσσιν ἄγειν ἀλκτήριον ὕδωρ,

厉声命令仆役搬来御火之水,

ὄφρα κατασβέσσωσιν ἀναπτομένην φλόγα πυρσοῦ

以便他们绕殿泼洒驱邪的水流,

350

δῶμα περιρραίνοντες ἀλεξικάκοισι ῥεέθροις·

扑灭火炬燃起的烈焰;

καὶ γλαφυρῶν γυάλων ἐφάνη γυμνούμενον ὕδωρ,

深邃的器皿中可见水分渐被抽空,哪怕是浩大的泉眼,

καί, μεγάλη περ ἐοῦσα, ῥόον τερσαίνετο πηγὴ

随着奔涌的河流被无数器皿汲取,

ἄγγεσι νηρίθμοισιν ἀφυσσομένου ποταμοῖο.

其水流也渐趋干涸。

καὶ πόνος ἀχρήιστος ἔην καὶ ἐτώσιον ὕδωρ.

然而一切劳作皆归徒劳,清水尽化虚妄;

355

καὶ διεραῖς λιβάδεσσιν ἀέξετο βαλλόμενον πῦρ

烈火遭潮湿水流浇注,

θερμοτέραις ἀκτῖσι· καὶ ὡς πολέων ἀπὸ ταύρων

反倒以更加灼热的光线猛烈腾跃;宛如群牛齐吼的喧嚣,

μυκηθμοῦ κελάδοντος ὑπωροφίη πέλεν ἠχώ,

回声在屋顶之下激荡,

βροντᾶς δ̔ ἐνδομύχοισιν ἐπέκτυπε Πενθέος αὐλή.

雷鸣在彭透斯幽深的内院深处隆隆炸响。

语法注3 条
  1. 45.267δέσμιον εὐρώεντι κατεσφρήγισσε μελάθρῳ

    句首的 δέσμιον 是宾语补足语性质的宾格,照应前一语段末尾的直接宾语 Βασσαρίδων δὲ φάλαγγα περίπλοκον ἅμματι χειρῶν(作为双性形容词修饰阴性单数名词 φάλαγγα)。主语依然承接前文的彭透斯(κατεσφρήγισσε 的第三人称单数)。第270行的 ἀμφιπόλους 则是同格宾格,具体指代构成这一方阵的女侍从们。

  2. 45.296μεμηλότα παῖδα θυέλλαις

    动词 μέλω 的完成时主动分词 μεμηλώς 此处与与格(θυέλλαις)连用,带有被动或关联含义,意为“受风暴眷顾/托付给风暴的孩子”。它生动表现了幼童的超自然状态:尽管被置于疯狂舞动的巴克科斯狂女肩头,却如受风暴庇护般泰然自若、绝不坠地。

  3. 45.341κεκριμέναις δʼ ἀκτῖσιν ἀποσπάδες ἅλματι θερμῷ / ἐκ ποδὸς εἰς μέσα νῶτα, διʼ ἰξύος εἰς ῥάχιν ἄκρην / Πενθέος ἀμφὶ τένοντα μετήλυδες ἔτρεχον αὐγαί

    句子的核心主语是阴性复数名词 αὐγαί,并由两个主格修饰成分 ἀποσπάδες(散落分裂的)与 μετήλυδες(游移转移的)修饰,骨架为 αὐγαὶ ... ἔτρεχον(光芒飞奔)。紧接着的一连串介词短语(ἐκ ποδός, εἰς μέσα νῶτα, διʼ ἰξύος, εἰς ῥάχιν ἄκρην, ἀμφὶ τένοντα)详尽勾勒了幻象之火在彭透斯身体各处跳跃游走的轨迹。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2045.tlg001.humanitext-grc2:45.267-45.358