- 底本
- Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2045.tlg001.humanitext-grc2:44.0-44.81
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
狄俄倪索斯抵临希腊,自然诸神起舞相迎,彭透斯惊怒之下试图封锁城门却遭异象阻滞;其母阿高厄则忆起昔日弑子的凄惨凶梦,惊骇万状。
τεσσαρακοστὸν ὕφηνα τὸ τέτρατον, ἧχι γυναῖκας δέρκεο μαινομένας καὶ Πενθέος ὄγκον ἀπειλῆς.
我已织就第四十四卷诗篇,在此请看狂乱的妇人与彭透斯倨傲的威胁。
ἤδη δʼ Ἰλλυρίης Δαυλάντιον ἔθνος ἀρούρης
他既已离开伊利里亚大地的陶兰提亚部族、
καὶ πέδον Αἱμονίης καὶ Πήλιον ἄκρον ἐάσας
海摩尼亚平原与珀利翁的峰顶,
Ἑλλάδος ἐγγὺς ἵκανε, καὶ Ἀονίῃ παρὰ πέζῃ
便来到了希腊近旁,
στῆσε χορούς. ἀίων δὲ μέλος μυκήτορος αὐλοῦ
并在阿奥尼亚的疆土之畔立起舞阵。听闻那鸣响笛管的音调,
Πανὶ Ταναγραίῳ θιάσους ἐστήσατο ποιμήν·
牧人便为塔纳格拉的潘神组织起游行队伍;
καὶ κρήνη κελάδησεν, ὅπῃ χθονὸς ἄκρον ἀράξας
那泉水亦发出声响,那里曾有马匹潮湿的蹄子敲击大地边缘,
ὑγρὸς ὄνυξ ἵππειος ἐπώνυμον ἔγλυφεν ὕδωρ·
凿出了以其为名的清泉。
Ἀσωπὸς δʼ ἐχόρευε πυρίπνοα χεύματα σύρων
阿索波斯拖曳着喷吐火焰的激流起舞,
καὶ προχοὰς ἐλέλιξε· σὺν Ἰσμηνῷ δὲ τοκῆι
摇曳着奔涌的水势;
κυκλάδας αἰθύσσουσα ῥοὰς ὠρχήσατο Δίρκη.
狄耳刻亦与父亲伊斯墨诺斯一同翻卷着回旋的水流翩翩起舞。
καί ποτέ τις δρυόεντος ἀναΐξασα κορύμβου
有时,一位半隐半现的树林仙女从繁茂的枝头跃出,
ἡμιφανὴς ἐλίγαινεν Ἁμαδρυὰς ὑψόθι δένδρου,
在树冠的高处清脆地歌唱,
οὔνομα κυδαίνουσα κορυμβοφόρου Διονύσου·
赞美着佩戴常春藤的狄俄倪索斯之名;
πηγαίη δʼ ὁμόφωνος ἀσάμβαλος ἴαχε Νύμφη.
而一位赤足的泉水仙女亦同声呼喊。
καὶ κτύπος οὐρεσίφοιτος ἀδεψήτοιο βοείης
未鞣牛皮在山间游荡的轰鸣,
Πενθέος ἀσπόνδοισιν ἐπεσμαράγησεν ἀκουαῖς·
回荡在彭透斯冷酷无情的耳畔。
οἰνοφόρῳ δʼ ἀθέμιστος ἄναξ ἐπεχώσατο Βάκχῳ,
无法无天的君王对赐予美酒的巴克科斯勃然大怒,
καὶ στρατιὴν ἐκόρυσσε μαχήμονα, κέκλετο δʼ ἀστοῖς
整备起善战的军队,
ἄστεος ἑπταπόροιο περιφράξαι πυλεῶνας·
号令市民封闭这七门之城的城楼门扉。
οἱ μὲν ἐπεκλήισσαν ἀμοιβαδίς, ἐξαπίνης δὲ
他们轮番上锁,
αὐτόματοι κληῖδες ἀνωίγνυντο πυλάων,
然而转瞬间门锁却自行开启,
καὶ δολιχοὺς πυλεῶνι μάτην ἐπέβαλλον ὀχῆας
仆役们徒劳地与空中的清风抗衡,
ἠερίοις θεράποντες ἐριδμαίνοντες ἀήταις.
枉然地将长长的门闩横架在城门之上。
οὐ τότε τις πυλαωρὸς ἰδὼν ἀνεσείρασε Βάκχην·Σειληνοὺς δὲ γέροντας ἀτευχέας ἀσπιδιῶται
那时没有任何门卫在目睹巴克科斯的女信徒后将她们阻拦;
ἔτρεμον αἰχμητῆρες· ὁμογλώσσῳ δʼ ἀλαλητῷ
持盾的矛兵面对未披甲胄的老西勒诺斯们反倒战栗不已。
κεκλομένου βασιλῆος ἀφειδήσαντες ἀπειλῆς
他们不顾下达号令的君王的威吓,以同声的呐喊屡屡起舞,
πολλάκις ὠρχήσαντο, σὺν εὐτύκτοις δὲ βοείαις
手持精制的牛皮盾牌,
κυκλάδος ἐστήσαντο σακεσπάλον ἅλμα χορείης,
踏起回旋圆舞的撼盾跃步,
ἀντίτυπον μίμημα φιλοσμαράγων Κορυβάντων.1
正是对酷爱喧嚣的科律班忒斯人的回响摹仿。
φρικαλέαι δʼ ἰάχησαν ἐν οὔρεσι λυσσάδες ἄρκτοι·
山间疯狂而可怖的母熊发出咆哮;
καὶ γένυν αἰθύσσουσα καὶ ὑψιπότητον ἐρωὴν
猎豹抖动着面颊,以凌空飞跃的势头腾起;
πόρδαλις ᾐώρητο· λέων δέ τις ἁβρὸν ἀθύρων
一头雄狮则娇柔地嬉戏,
μειλίχιον βρύχημα συνήλικι πέμπε λεαίνῃ.
向同龄的母狮发出温和的低吼。
ἤδη δʼ αὐτοέλικτος ἐσείετο Πενθέος αὐλὴ
彭透斯的宫院已然自行旋转震颤,
ἀκλινέων σφαιρηδὸν ἀναΐσσουσα θεμέθλων·
宛如滚球般从稳固的地基上跳脱;
καὶ πυλεὼν δεδόνητο θορὼν ἐνοσίχθονι παλμῷ,
城楼亦随着撼地的震颤跃动翻腾,
πήματος ἐσσομένοιο προάγγελος· αὐτόματος δὲ
预告着将临的灾厄。
λάινος Ὀγκαίης ἐλελίζετο βωμὸς Ἀθήνης,ὅν ποτε Κάδμος ἔδειμεν, ὅτε βραδυπειθέι ῥιπῇ
昔日卡德摩斯所筑的奥恩卡雅阿典娜的石坛亦自行震动,
μόσχου πυργοδόμοιο φερέπτολις ὤκλασε χηλή·
那是在筑塔牝牛带来城邦的蹄足以迟缓顺从之势跪倒之时所筑。
ἀμφὶ δὲ θεῖον ἄγαλμα πολισσούχοιο θεαίνης
在这座护城女神的神像周围,
αὐτομάτῃ ῥαθάμιγγι θεόσσυτος ἔβλυεν ἱδρὼς
神意催动的汗水自行化作水滴涌出,
δεῖμα φέρων ναέτῃσι· καὶ ἐκ ποδὸς ἄχρι καρήνου
令居民满怀恐惧;阿瑞斯的雕像则从足到头流淌着血污,
ἄγγελος ἐσσομένων βρέτας Ἄρεος ἔρρεε λύθρῳ.
成为预示未来之事的信使。
καὶ ναέται δεδόνηντο· φόβῳ δʼ ἐλελίζετο μήτηρ
居民们惶恐不安;
Πενθέος αὐχήεντος, ἐβακχεύθη δὲ μενοινῇ,
而傲慢的彭透斯之母亦因恐惧而颤抖,
μνησαμένη προτέροιο δαφοινήεντος ὀνείρου
心神陷入狂乱,
πικρὰ προθεσπίζοντος, ἐπεὶ πάρος ὑψόθι λέκτρωνἐξ ὅτε κοιρανίην πατρώιον ἥρπασε Πενθεύς,2
因她忆起了先前那预示苦难的血腥梦境——自彭透斯篡夺父祖的王位以来,
πάννυχον ὑπναλέοις ὀάροις εὕδουσαν Ἀγαύηνφάσματα μιμηλοῖο διεπτοίησεν ὀνείρου,
阿高厄夜夜在睡语的微眠中沉睡于高床之上,
ἀπλανέος θρῴσκοντα διʼ εὐκεράου πυλεῶνος·
那穿过不谬的精美兽角之门跃入的逼真梦影曾令她惊骇万分。
ἔλπετο γὰρ Πενθῆα χοροίτυπον ἁβρὸν ὁδίτην
她仿佛看见彭透斯化身为踏着舞步的娇柔行者,
ἄρσενα κοσμήσαντα γυναικείῳ χρόα πέπλῳ
以妇人的长袍装扮男儿之身,
ῥῖψαι3 πορφυρόνωτον ἐπὶ χθόνα φᾶρος ἀνάκτων,
将王者紫背的披风弃掷于地,
θύρσον ἐλαφρίζοντα καὶ οὐ σκήπτροιο φορῆα·καί μιν ἰδεῖν ἐδόκησε πάλιν Καδμηὶς Ἀγαύη
轻握着酒神杖而非权杖。
ἑζόμενον σκιεροῖο μετάρσιον ὑψόθι δένδρου·
卡德摩斯之女阿高厄又仿佛看见他高高坐在一棵幽暗的大树之上;
καὶ φυτὸν ὑψικάρηνον, ὅπῃ θρασὺς ἕζετο Πενθεύς,θῆρες ἐκυκλώσαντο, καὶ ἄγριον εἶχον ἐρωὴν
猛兽们包围了勇猛的彭透斯所坐的高耸树冠,
δένδρον ἀπειλητῆρι μετοχλίζοντες ὀδόντι,
以威胁的尖齿和粗糙的双颚撬动着树干,
τρηχαλέαις γενύεσσι· τινασσομένοιο δὲ δένδρου
展现出野蛮的凶威;树木剧烈震颤,
κύμβαχος αὐτοκύλιστος ἕλιξ δινεύετο Πενθεύς,
彭透斯倒栽葱般翻滚旋转着坠落,
καί μιν ἐδηλήσαντο δεδουπότα λυσσάδες ἄρκτοι·
狂怒的母熊将跌落的他残忍撕碎。
ἀγροτέρη δὲ λέαινα καταΐσσουσα προσώπου
一头野生的母狮迎面扑来,
πρυμνόθεν ἔσπασε χεῖρα, καὶ ἄσχετα μαινομένη θὴρἡμιτόμου Πενθῆος ἐρεισαμένη πόδα λαιμῷ
自肩根处扯下他的手臂,这头凶暴至极的狂兽将足掌踏在被斩断一半的彭透斯的喉咙上,
θηγαλέοις ὀνύχεσσι διέθρισεν ἀνθερεῶνα,
以锐利的爪子割裂他的下颚,
αἱμαλέον δὲ κάρηνον ἐκούφισεν ἅρπαγι ταρσῷοἰκτρὰ δαϊζομένου, καὶ ἐδείκνυε μάρτυρι Κάδμῳ
用掠夺的足爪举起这被悲惨肢解者的血淋淋头颅,颤抖着向作为见证者的卡德摩斯展示,并用人类的获罪之声呼喊道:
παλλομένη, βροτέην δʼ ἀλιτήμονα ῥήξατο φωνήν·
“我是你斩杀野兽的女儿!
Εἰμὶ τεὴ θυγάτηρ θηροκτόνος· εἰμὶ δὲ μήτηρ
我是极有福分的彭透斯的母亲,
Πενθέος ὀλβίστοιο, τεὴ φιλότεκνος Ἀγαύη.
是你深爱骨肉的阿高厄!
τηλίκον ὤλεσα θῆρα· λεοντοφόνοιο δὲ νίκης
我消灭了如此巨大的凶兽;
δέχνυσο τοῦτο κάρηνον ἐμῆς πρωτάγριον ἀλκῆς·
请接下这斩狮胜利的头颅,作为我勇武的首件猎获!
τηλίκον οὔ ποτε θῆρα κατέκτανε σύγγονος Ἰνώ,
我的姐妹伊诺从未斩杀过如此巨大的凶兽,
οὐ κτάνεν Αὐτονόη· σὺ δὲ σύμβολα παιδὸς Ἀγαύης
奥托诺厄亦未曾诛灭此等巨物;
πῆξον ἀριστοπόνοιο τεοῦ προπάροιθε μελάθρου.
请将你建功立业的孩子阿高厄的勋记,悬挂在你的殿宇之前!”
τοῖον ὄναρ βλοσυρωπὸν ὑπόχλοος εἶδεν Ἀγαύη.
面色惨白的阿高厄目睹了这般阴森恐怖的梦境。
ἔνθεν ἐριπτοίητος ἀπωσαμένη πτερὸν Ὕπνου,
于是她惊恐万状,推开了睡神的羽翼,
- 44.33ἀντίτυπον μίμημα φιλοσμαράγων Κορυβάντων
宾格短语 ἀντίτυπον μίμημα 作前述动词短语(ἐστήσαντο σακεσπάλον ἅλμα χορείης,踏起撼盾圆舞的跳跃)的动作同位语(apposition to the verbal action),说明该舞蹈动作的状态或结果,意为“作为对酷爱喧嚣的科律班忒斯人的呼应摹仿”。
- 44.50ἐξ ὅτε κοιρανίην πατρώιον ἥρπασε Πενθεύς
由 ἐξ ὅτε 引导的时间从句修饰此前的副词 πάρος,限定时间起点:“从前,自彭透斯篡夺父祖王权以来……”。该长句的主句谓语动词为 διεπτοίησεν(使惊骇),主语为 φάσματα(梦影)。
- 44.54ἔλπετο γὰρ Πενθῆα... ῥῖψαι
未完成过去时动词 ἔλπετο 接带宾格的不定式结构(Πενθῆα ... ῥῖψαι)。动词 ἔλπομαι 通常意为“期待、希望”,但在此处表示梦境中的主观感知或臆断(“她以为/仿佛见到彭透斯掷下了……”),与下文的 ἰδεῖν ἐδόκησε 形成平行。
