← 诺努斯

狄奥尼索斯谭

§43.180-43.269

海神军团的出击与普罗透斯的幻化

波塞冬历数往昔争夺科林斯的天界鏖战结束演说,挥舞三叉戟发起海族大军的冲锋。普罗透斯展现多重幻化之术抗击印度人,涅柔斯、伊诺、加拉忒亚等海神与水仙女相继投入与狄俄倪索斯军团的激战。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
180

οὗτος ἀγών, Ἀράβων ὀλίγος μόθος, ἀλλὰ θαλάσσης

“这场较量绝非与阿拉伯人的微末争端,

τοσσατίης,1 τρομέων δὲ καὶ εἰσέτι πόντιον αἰχμὴν

而是与如此汪洋大海的血战!

οὐρανὸς ἡμετέρην βυθίην δεδάηκεν Ἐνυώ·

甚至连苍天,至今仍对我海中的锋刃战栗不已,早已见识过我们深海的厄倪俄。

καὶ πρόμος ὑψικέλευθος ἐμῆς τριόδοντος ἀκωκῆς

高步天阶的先锋法厄同,亦曾尝过我三叉戟的锋芒,

πειρήθη Φαέθων, ὅτε δύσμαχος ἀμφὶ Κορίνθου

那时为争夺科林斯,

185

εἰς μόθον ἀστερόεντα κορύσσετο πόντιος Ἄρης·

难以匹敌的海上阿瑞斯曾披挂迎向繁星间的征战。

ὑψώθη δὲ θάλασσα κατʼ αἰθέρος, Ὠκεανῷ δὲ

海水腾跃高耸入于天穹,

λούετο διψὰς Ἅμαξα, καὶ ὕδασι γείτονος ἅλμης

焦渴的大熊座在大洋中沐浴,

βάψας θερμὰ γένεια Κύων ἐψύχετο Μαίρης,

迈拉的猎犬将其灼热的下颌浸入近邻的盐水中得以冷却;

καὶ βυθίων κενεῶνες ἀνυψώθησαν ἐναύλων

深邃海槽的空壑高耸隆起,

190

κύματα πυργώσαντες, ἱμασσομένοιο δὲ πόντου

将波涛垒砌如塔,海水饱受鞭笞之际,

οὐρανίῳ Δελφῖνι θαλάσσιος ἤντετο δελφίς.

海中的海豚迎面撞上了天庭的海豚座!”

ὣς εἰπὼν τριόδοντι μυχοὺς ἐτίναξε θαλάσσης,

言毕,他以三叉戟震撼大海的渊薮,

καὶ ῥοθίῳ κελάδοντι καὶ οἰδαίνοντι ῥεέθρῳ

伴随轰鸣的波涛与膨胀的激流,

ἠέρα μαστίζοντες ἐβόμβεον ὕδατος ὁλκοί.

扬起的水浪抽笞长空,呼啸作响。

195

καὶ διεροῖς σακέεσσιν ἐθωρήχθη στρατὸς ἅλμης·

盐水的军旅以湿润的盾牌武装起来。

καὶ βυθίου Κρονίωνος ἁλιβρέκτῳ παρὰ φάτνῃ

在深海克洛诺斯之子浸透海水的马槽旁,

ἐγχείην ἐλέλιζεν ὑποβρυχίην Μελικέρτης,

墨利凯耳忒斯套上地峡的战车,

ζεύξας Ἴσθμιον ἅρμα, καὶ ὑγροπόρου βασιλῆος

挥动起水下的长矛;

ἔγχος ἁλικνήμιδι παρῃώρησεν ἀπήνῃ,

他将水行之王的长矛悬于配有海胫甲的车舆之侧,

200

τριχθαδίῃ γλωχῖνι θαλάσσια νῶτα χαράσσων,

以三叉的尖刃划破大海的脊背,

ζεύξας Ἴσθμιον ἅρμα· καὶ Ἱππείῳ χρεμετισμῷ

套上了地峡的战车;随着战马的长嘶,

Ἰνδῴων κελάδημα συνεπλατάγησε λεόντων.

印度雄狮的咆哮应声回荡。

καὶ δρόμον ὑγρὸν ἔλαυνε· τιταινομένοιο δὲ δίφρου

他驱车驶入水上的跑道;随着车驾奋力前驱,

ἄκρον ὕδωρ ἀδίαντος ἐπέγραφεν ἄβροχος ὁπλή.

干燥未湿的蹄子轻轻擦过水面而过。

205

τρίτων δʼ εὐρυγένειος ἐπέκτυπε θυιάδι χάρμῃ,

阔髯的特里同在狂乱的激战中轰鸣,

ὃς διδύμοις μελέεσσιν ἔχει βροτοειδέα μορφὴν

他那双重肢体兼具异样的青碧人貌,

ἀλλοφυῆ, χλοάουσαν, ἀπʼ ἰξύος ἄχρι καρήνου

自腰至首残缺不全;

ἡμιτελής· διερῆς δὲ παρήορος ἰξύος ὁλκῷ

在他湿润腰身的牵引下,

δίπτυχος ἰχθυόεντι τύπῳ περικάμπτεται οὐρή.

一条双重弯曲的鱼形尾巴蜿蜒盘绕。

210

καὶ διερῇ μάστιγι, θαλασσαίῃ παρὰ φάτνῃ

手持湿润的皮鞭,

ζεύξας ὠκυπόρῳ πεφορημένον ἅρμα θυέλλῃ,

格劳科斯在海滨的马槽旁套上被狂暴风暴卷引的飞车,

Γλαῦκος ἀνιπτοπόδων λοφιὴν ἐπεμάστιεν ἵππων

抽打着未洗双足之马的颈鬣,

καὶ Σατύρους ἐδίωκεν. ἁλιρροίζῳ δὲ κυδοιμῷ

追击着萨堤洛斯们。在浪涛轰鸣的喧嚣中,

Πὰν κερόεις, ἀβάτοισιν ἐν ὕδασι κοῦφος ὁδίτης,

长角的潘神作为行于不涉之水上的轻捷行客,

215

ἄβροχος αἰγείῃσιν ἀνακρούων ἅλα χηλαῖς,

以未湿的山羊双蹄击退盐水,

ἄστατος ἐσκίρτησε, καλαύροπι πόντον ἀράσσων,

不息地跳跃着,以牧杖击打大海,

πηκτίδι συρίζων πολέμου μέλος· ἐν ῥοθίοις δὲ

以排箫吹响战斗之音;

μιμηλὴν ἀίων ἀνεμώλιον εἰκόνα φωνῆς

在奔涌的浪涛中听到那随风而生的虚妄声息,

ποσσὶν ὀρεσσινόμοισι διέτρεχε πόντιον ὕδωρ,

他以巡山之足飞越海面,

220

μαστεύων κτύπον ἄλλον· ὑπηνέμιος δὲ καὶ αὐτὴ

寻觅另一处声响;而那在风中因排箫而生的海中回声,

τικτομένη σύριγγι διώκετο ποντιὰς ἠχώ.

亦在风下被他追逐。

ἄλλος ἐυκρήπιδα λόφον νησαῖον ἑλίξας

另一人翻卷起岛屿基底坚固的丘峦,

ῥῖψεν ἐφʼ Ὑδριάδεσσιν, ἀποπλαγχθεῖσα δὲ πέτρη

掷向水仙女们,

Νηρεΐδων ἐτίναξε Παλαίμονος ἔμβρυον αὐλήν.

那偏离轨迹的巨石震颤了帕莱蒙初生的宫所——涅柔斯诸女的殿宇。

225

Πρωτεὺς δʼ Ἴσθμιον οἶδμα λιπὼν Παλληνίδος ἅλμης

普罗透斯离开帕勒涅盐海的地峡波浪,

εἰναλίῳ θώρηκι κορύσσετο, δέρματι φώκης·

披挂起海中的胸甲——海豹的皮囊。

ἀμφὶ δέ μιν στεφανηδὸν ἐπέρρεον αἴθοπες Ἰνδοὶ

巴克科斯号令之下,

Βάκχου κεκλομένοιο, καὶ οὐλοκόμων στίχες ἀνδρῶν

赤红的印度人如花冠般向他合围涌来,

φωκάων πολύμορφον ἐπηχύναντο νομῆα.

卷发男子的行伍伸手合抱那千形万状的海豹牧者。

230

σφιγγομένου δὲ γέροντος ἔην ἑτερόχροος εἰκών·2

然而当老人被紧紧扼住时,

Πρωτεὺς γὰρ μελέεσσι τύπον μιμηλὸν ὑφαίνων

其形貌却显出斑驳变幻的色相:

πόρδαλις αἰολόνωτος ἑὴν ἐστίξατο μορφήν·

普罗透斯以肢体织就拟态之形,

καὶ φυτὸν αὐτοτέλεστον ἐπὶ χθονὸς ὄρθιον ἔστη

将自身绘成斑纹覆背的花豹;他又化作直立于地上的自生草木,

δενδρώσας ἑὰ γυῖα, τινασσομένων δὲ πετήλων

将肢体化作林木,

235

ψευδαλέον ψιθύρισμα Βορειάδι σύρισεν αὔρῃ·

枝叶摇曳的虚假簌簌声在北风的微风中轻吟;

καὶ γραπταῖς φολίδεσσι κεκασμένα νῶτα χαράξας

复又刻出绘有鳞甲的脊背,

εἷρπε δράκων, μεσάτου δὲ πιεζομένου κενεῶνος

化为巨蟒蜿蜒爬行,当其中腰受压,

σπεῖραν ἀνῃώρησεν, ὑπʼ ὀρχηστῆρι δὲ παλμῷ

便昂起蜷曲的身躯,在如舞步般跳动的抽搐中,

ἄκρα τιταινομένης ἐλελίζετο κυκλάδος οὐρῆς,

伸展的环形尾尖不住震颤,

240

καὶ κεφαλὴν ὤρθωσεν, ἀποπτύων δὲ γενείων

高昂头颅,从颌间喷出疾射的毒液,

ἰὸν ἀκοντιστῆρα κεχηνότι σύρισε λαιμῷ·

张开喉咙发出嘘嘘长鸣。

καὶ δέμας ἀλλοπρόσαλλον ἔχων σκιοειδέι μορφῇ

他以幻影般的躯壳展现多变的身躯,

φρῖξε λέων, σύτο κάπρος, ὕδωρ ῥέε· καὶ χορὸς Ἰνδῶν

时而如雄狮怒发冲冠,时而如野猪狂突猛进,时而如流水奔泻;

ὑγρὸν ἀπειλητῆρι ῥόον σφηκώσατο δεσμῷ

印度人的方阵以威吓的束缚紧勒这流淌的波流,

245

χερσὶν ὀλισθηρῇσιν ἔχων ἀπατήλιον ὕδωρ·

在湿滑的手中紧握这欺瞒的水液。

κερδαλέος δὲ γέρων πολυδαίδαλον εἶδος ἀμείβων

狡黠的老人变幻着纷繁的形貌,

εἶχε Περικλυμένοιο πολύτροπα δαίδαλα μορφῆς,ὃν κτάνεν Ἡρακλέης, ὅτε δάκτυλα δισσὰ συνάψας

拥有佩里克吕墨诺斯那千变万化的奇绝形态——昔日赫拉克勒斯并拢二指,

ψευδαλέον μίμημα νόθης ἔθραυσε μελίσσης.

捏碎伪作的蜜蜂之拟态将其诛杀。

250

χερσαίην δὲ γέροντος ἐκυκλώσαντο πορείην

巨兽的群落围拢着老人于陆上的步履,

πώεα κητώεντα, φιλοψαμάθοιο δὲ φώκης

在喜沙海豹敞开的喉咙中,

οἰγομένῳ βαρύδουπον ὕδωρ ἐπεπάφλασε λαιμῷ.

沉重轰鸣的水波沸腾翻滚。

θυγατέρων δὲ φάλαγγα φιλεύιον εἰς μόθον ἕλκων

年迈的涅柔斯引领喜爱狂呼的女儿战阵投入激战,

ἔγχεϊ κυματόεντι γέρων ὡπλίζετο Νηρεύς,

手执波涛般的长矛全副武装,

255

ποντοπόρῳ τριόδοντι καταθρῴσκων ἐλεφάντων,3

手持航海的三叉戟自象群上方飞扑而下,

δεινὸς ἰδεῖν· πολλαὶ δὲ παρʼ ᾐόνα γείτονες ὄχθαι

面目骇人;

εἰναλίῃ Νηρῆος ἐδοχμώθησαν ἀκωκῇ.

海岸近旁众多崖岸被涅柔斯海中的矛锋削得倾斜。

Νηρεΐδων δὲ γένεθλα συνεκρούσαντο τοκῆι

涅柔斯的后裔与父亲齐声高唱战斗的呼号;

ὑσμίνης ἀλάλαγμα· καὶ εἰς μόθον ὑψόθι πόντου

在浩渺的大海之上,未着鞋履、

260

ἡμιφανὴς ἀπέδιλος ἐβακχεύθη χορὸς ἅλμης.

半隐半现的盐水舞团如狂女般腾跃着投入激战。

καὶ Σατύρων ἀσίδηρος ἐπαΐσσουσα κυδοιμῷ

未执兵刃直冲萨堤洛斯骚乱的伊诺,

ἀρχαίην ἐπὶ λύσσαν ἀνέδραμεν ἄστατος Ἰνώ,

性情多变地重返往昔的狂乱,

λευκὸν ἐρευγομένη μανιώδεος ἀφρὸν ὑπήνης.

从癫狂的唇吻中吐出白色的泡沫。

καὶ βλοσυρὴ Πανόπεια διαΐσσουσα γαλήνης

凶悍的帕诺佩亚穿破平静的水面,

265

γλαυκὰ θαλασσαίης ἐπεμάστιε νῶτα λεαίνης·

抽打着海中雌狮灰蓝的脊背;

καὶ ῥόπαλον δυσέρωτος ἀειρομένη Πολυφήμου

海中的加拉忒亚举起那求爱不得的多情波吕斐摩斯的木棒,

εἰναλίη Γαλάτεια κορύσσετο λυσσάδι Βάκχῃ·

披挂迎向狂暴的巴克科斯狂女;

κουφίζων δʼ ἀτίνακτον ἁλιτρεφέων ἐπὶ νώτων

而引航鱼以海中滋养的脊背稳稳托起未湿身躯的厄多,

πομπίλος ἠέρταζε διʼ ὕδατος ἄβροχον Εἰδώ.

轻捷地穿行于水波之上。

语法注3 条
  1. 43.180οὗτος ἀγών, Ἀράβων ὀλίγος μόθος, ἀλλὰ θαλάσσης τοσσατίης

    系动词 ἐστίν 的省略。句法上应补足理解为:οὐκ Ἀράβων ὀλίγος μόθος [ἐστίν], ἀλλὰ θαλάσσης τοσσατίης [ἀγών ἐστιν]。Ἀράβων 作 μόθος 的定语,θαλάσσης 则依附于 ἀγών。

  2. 43.230σφιγγομένου δὲ γέροντος ἔην ἑτερόχροος εἰκών

    属格独立结构(σφιγγομένου ... γέροντος),表示普罗透斯被牢牢扼住时的情境。ἑτερόχροος εἰκών 充当未完成过去时动词 ἔην 的主语。

  3. 43.255καταθρῴσκων ἐλεφάντων

    复合动词 καταθρῴσκω(“自……飞扑跃下/扑击”)支配表示攻击目标或对象的属格 ἐλεφάντων。在史诗诗歌体中,带有 κατά 的复合动词常接属格以表示降击的目标。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2045.tlg001.humanitext-grc2:43.180-43.269