- 底本
- Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2045.tlg001.humanitext-grc2:42.311-42.385
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
狄俄倪索斯借由夸赞猎网与婚礼春梦对贝罗厄情根深种,最终现出真身神容向其求婚,并警告抗拒爱神厄罗斯的险境。
μή μοι χρυσὸν ἄγοις κομιδῆς χάριν· οὐ χρέος ὄλβου·
“莫要因我的照料而给我带来黄金;我无需财富。我的酬劳便是两个苹果,
μισθὸν ἔχω δύο μῆλα, μιῆς ἕνα βότρυν ὀπώρης.1
以及独一次收获的一串葡萄。”
τοῖα μάτην ἀγόρευε, καὶ οὐκ ἠμείβετο κούρη
他这般徒然言说,少女却不作答,
Βάκχου μὴ νοέουσα γυναιμανέος στίχα μύθων.
全未领会恋慕女色的巴克科斯这番话语的深意。
ἀλλὰ δόλῳ δόλον ἄλλον ἐπέφραδεν Εἰραφιώτης·
然而这位缝在股中的神祇又心生一计;
καὶ Βερόης ἀπὸ χειρὸς ἐδέχνυτο δίκτυα θήρης
他从贝罗厄手中接过猎网,仿佛惊叹于其工艺,
οἷά τε θαμβήσας τεχνήμονα, πυκνὰ δὲ σείων
不住地震颤着网索,连连挥舞良久,并屡屡询问少女:
εἰς χρόνον ἀμφελέλιζε, καὶ εἴρετο πολλάκι κούρην·
“究竟是哪位神明制成此等器具,
Τίς θεὸς ἔντεα ταῦτα, τίς οὐρανίη κάμε τέχνη;
何等天界的巧艺将它锻造?
τίς κάμε; καὶ γὰρ ἄπιστον ἔχω νόον, ὅττι τελέσσει2
究竟是谁制成的?因为我委实难以置信,
ζηλομανὴς Ἥφαιστος Ἀδώνιδι τεύχεα θήρης.
嫉妒发狂的赫淮斯托斯竟会为阿多尼斯锻造狩猎器械。”
εἶπεν ἀκηλήτοιο παραπλάζων φρένα κούρης.
他如是言语,诱惑着未受迷乱的少女的心智。
καί ποτε πεπταμένων ἀνεμωνίδος ὑψόθι φύλλωννήδυμον ὕπνον ἴαυεν· ὄναρ δέ οἱ ἔπλετο κούρη
有一日,他在银莲花盛开的花瓣上沉入香甜的睡梦;
εἵματι νυμφιδίῳ πεπυκασμένη. ἀντίτυπον γὰρ
梦中少女身着新娘盛装出现在他眼前。
ἔργον, ὅ περ τελέει τις ἐν ἤματι, νυκτὶ δοκεύει·3
盖因凡人在白昼所做之事,夜晚便会作为镜像显现于梦中:
βουκόλος ὑπνώων κεραοὺς βόας εἰς νομὸν ἕλκει·
沉睡的牧牛人驱赶有角的公牛走向牧场;
δίκτυα θηρητῆρι φαείνεται ὄψις ὀνείρου·
猎人的梦境中浮现出罗网的幻象;
γειοπόνοι δʼ εὕδοντες ἀροτρεύουσιν ἀρούρας,
农夫们在睡眠中耕耘田垄,
αὔλακα δὲ σπείρουσι φερέσταχυν· ἀζαλέῃ δὲ
将种子播撒入结穗的沟壑;
ἄνδρα μεσημβρίζοντα κατάσχετον αἴθοπι δίψῃ
而受酷烈焦渴所困、在正午小憩之人,
εἰς ῥόον, εἰς ἀμάρην ἀπατήλιος ὕπνος ἐλαύνει.
虚妄的睡眠则驱赶他奔向溪流、奔向水渠。
οὕτω καὶ Διόνυσος, ἔχων ἰνδάλματα μόχθων,
狄俄倪索斯亦是如此,怀着劳碌的幻象,
μιμηλῷ πτερόεντα νόον πόμπευεν ὀνείρῳ,
在摹仿现实的梦中引领着生翼的心神,
καὶ σκιεροῖσι γάμοισιν ὁμίλεεν. ἐγρόμενος δὲ
与朦胧的婚礼相亲近。然而醒来之时,
παρθένον οὐκ ἐκίχησε, καὶ ἤθελεν αὖτις ἰαύειν·
他未曾寻得少女,便渴望再度入睡;
καὶ κενεὴν ἐκόμισσε μινυνθαδίης χάριν εὐνῆς,
他在急速凋零的银莲花瓣中沉眠,
εὕδων ἐν πετάλοισι ταχυφθιμένης ἀνεμώνης.
换来的只是虚无的片刻同榻之欢。
μέμφετο δʼ ἀφθόγγων πετάλων χύσιν· ἀχνύμενος δὲ
他怨责无声花瓣的散落;悲戚之中,
ὕπνον ὁμοῦ καὶ Ἔρωτα καὶ ἑσπερίην Ἀφροδίτην
他一同恳求睡神、爱神厄罗斯与黄昏的阿佛洛狄忒,
τὴν αὐτὴν ἱκέτευεν ἰδεῖν πάλιν ὄψιν ὀνείρου,
祈求再度得见那同样的梦中景象,
φάσμα γάμου ποθέων ἀπατήλιον. ἄγχι δὲ μύρτου
渴求着虚幻的婚礼幻影。
πολλάκι Βάκχος ἴαυε, καὶ οὐ γαμίου τύχεν ὕπνου.
巴克科斯屡屡在香桃木旁入睡,却始终未能迎来婚姻的酣眠。
ἀλλὰ πόνον γλυκὺν εἶχε, ποθοβλήτῳ δὲ καὶ αὐτὸς
但他心怀甘美的痛苦,解弛四肢的狄俄倪索斯自身,
λυσιμελὴς Διόνυσος ἐλύετο γυῖα μερίμνῃ.
四肢亦被恋慕所创的愁思所解弛麻木。
καὶ Βερόης γενετῆρι συνέμπορος, υἱέι Μύρρης,
他成为贝罗厄之父、密耳拉之子的同行猎友,
θηροσύνην ἀνέφηνεν· ἀκοντιστῆρι δὲ θύρσῳ
显露出狩猎的技巧;
στικτὰ νεοσφαγέων ὑπεδύσατο δέρματα νεβρῶν,
他以酒神杖为标枪,披戴上新斩幼鹿的斑驳皮毛,
λάθριος εἰς Βερόην δεδοκημένος· ἱσταμένου δὲ
暗中窥视着贝罗厄。然而他伫立之时,
παρθένος ἄστατον ὄμμα φυλασσομένη Διονύσου
少女防备着狄俄倪索斯游移不定的目光,
φάρεϊ μαρμαίρουσαν ἑὴν ἔκρυψε παρειήν.
用面纱遮蔽了闪耀的面颊。
καὶ πλέον ἔφλεγε Βάκχον, ὅτι δρηστῆρες Ἐρώτων
这越发点燃了巴克科斯的情焰;
αἰδομένας ἔτι μᾶλλον ὀπιπεύουσι γυναῖκας,
因为爱神的侍从们往往更加注视娇羞的女子,
καὶ πλέον ἱμείρουσι καλυπτομένοιο προσώπου.
愈发恋慕被遮掩的面容。
καί ποτε μουνωθεῖσαν Ἀδώνιδος ἄζυγα κούρην
一日,见阿多尼斯未婚的女儿形单影只,
ἀθρήσας σχεδὸν ἦλθε, καὶ ἀνδρομέης ἀπὸ μορφῆς
他走上前去,褪去凡人外形,
εἶδος ἑὸν μετάμειψε, καὶ ὡς θεὸς ἵστατο κούρῃ·
变换真身,宛如神明般伫立于少女面前。
καί οἱ ἑὸν γένος εἶπε καὶ οὔνομα, καὶ φόνον Ἰνδῶν,
他向她吐露自己的宗族与名号,讲述印度的杀伐、
καὶ χορὸν ἀμπελόεντα, καὶ ἡδυπότου χύσιν οἴνου,
缀满葡萄的舞蹈,
ὅττί μιν ἀνδράσιν εὗρε· φιλοστόργῳ δὲ μενοινῇ
以及他为世人所发明的甘醇美酒之倾注;怀着求爱的热望,
θάρσος ἀναιδείῃ κεράσας ἀλλότριον αἰδοῦςτοίην ποικιλόμυθον ὑποσσαίνων φάτο φωνήν·
他将与羞耻绝缘的放肆融入无畏之中,低声谄媚地道出了这般巧妙多变的话语:
Παρθένε, σὸν διʼ ἔρωτα καὶ οὐρανὸν οὐκέτι ναίω·
“少女啊,因着对你的爱恋,
σῶν πατέρων σπήλυγγες ἀρείονές εἰσιν Ὀλύμπου.
我甚至不再居于天上;你先祖的洞窟远胜奥林匹斯。
πατρίδα σὴν φιλέω πλέον αἰθέρος· οὐ μενεαίνω
我爱你故土胜过爱苍穹;我对父神宙斯的王杖之渴求,
σκῆπτρα Διὸς γενετῆρος, ὅσον Βερόης ὑμεναίους·
远不及对贝罗厄婚筵的期盼。
ἀμβροσίης σέο κάλλος ὑπέρτερον· αἰθερίου δὲ
你的芳姿胜过琼浆玉露;
νέκταρος εὐόδμοιο τεοὶ πνείουσι χιτῶνες.
你的长袍散发着天界芬芳的仙酿之气。
παρθένε, θάμβος ἔχω σέο μητέρα Κύπριν ἀκούων,
少女啊,听闻塞浦路斯女神是你的母亲,
ὅττί σε κεστὸς ἔλειπεν ἀθελγέα· πῶς δὲ σὺ μούνη
她的束带竟未能令你动情,令我大为惊诧;
σύγγονον εἶχες Ἔρωτα καὶ οὐ μάθες οἶστρον Ἐρώτων;
你何以独独以厄罗斯为兄长,却未曾学会爱神的狂热?
ἀλλʼ ἐρέεις γλαυκῶπιν ἀπειρήτην ὑμεναίων·
然而你定会提及那双目炯炯、未历婚筵的女神:
νόσφι γάμου βλάστησε καὶ οὐ γάμον οἶδεν Ἀθήνη·
雅典娜生于婚姻之外,不识婚合;
οὔ σε τέκε γλαυκῶπις ἢ Ἄρτεμις. ἀλλὰ σύ, κούρη,
但双目炯炯的女神与阿耳忒弥斯都未曾生养你。
Κύπριδος αἷμα φέρουσα τί Κύπριδος ὄργια φεύγεις;
然而你这少女流淌着塞浦路斯女神的血脉,为何偏要逃避塞浦路斯女神的秘仪?
μὴ γένος αἰσχύνῃς μητρώιον· Ἀσσυρίου δὲ
切莫辱没了母亲的宗族;
εἰ ἐτεὸν χαρίεντος Ἀδώνιδος αἷμα κομίζεις,
若你当真秉承俊美亚述人阿多尼斯的血脉,
ἁβρὰ τελεσσιγάμοιο διδάσκεο θεσμὰ τοκῆος,
便当学习成就婚筵之父的温存法度,
καὶ Παφίης ζωστῆρι συνήλικι πείθεο κεστῷ,
顺服那与帕福斯女神同龄的束带,
καὶ γαμίων πεφύλαξο δυσάντεα μῆνιν Ἐρώτων·
防备婚礼诸爱神难当的雷霆之怒。
νηλέες εἰσὶν Ἔρωτες, ὅτε χρέος, ὁππότε ποινὴν
当爱神向女人们索取未竟之爱的宿债与惩罚时,
ἀπρήκτου φιλότητος4 ἀπαιτίζουσι γυναῖκας·
是冷酷无情的。
οἶσθα γάρ, ὡς πυρόεσσαν ἀτιμήσασα Κυθήρην
你当知晓,那尊奉童贞的绪林克斯因轻慢了炽热的库忒瑞亚,
μισθὸν ἀγηνορίης φιλοπάρθενος ὤπασε σύριγξ,
为其狂妄付出了何等代价,
ὅττι φυτὸν γεγαυῖα νόθῃ δονακώδεϊ μορφῇ
竟化作虚妄苇丛形态的植株——”
- 42.312μισθὸν ἔχω δύο μῆλα, μιῆς ἕνα βότρυν ὀπώρης
μισθόν 作宾语补足语/谓词性宾格(“作为报酬”)。在语境中,“两个苹果”(δύο μῆλα)与“一串葡萄”(ἕνα βότρυν)具有双关寓意,既指农夫收获的果实,亦暗指少女的乳房与处子之身。
- 42.320ἄπιστον ἔχω νόον, ὅττι τελέσσει
ὅττι 引导的名词性从句充当 ἄπιστον ἔχω νόον(“怀着难以置信的心思”=“难以相信”)的同位语说明其内容。τελέσσει 为将来时直陈式或短元音不定过去时虚拟式。
- 42.325ἀντίτυπον γὰρ ἔργον, ὅ περ τελέει τις ἐν ἤματι, νυκτὶ δοκεύει
语序梳理:主句核心骨架为 νυκτὶ δοκεύει ἀντίτυπον ἔργον(“夜间观照对应映象的劳作”),ἀντίτυπον 作修饰 ἔργον 的定语形容词。关系代词 ὅ περ 指代先行词 ἔργον,关系从句 ὅ περ τελέει τις ἐν ἤματι 修饰 ἔργον。
- 42.382ἀπρήκτου φιλότητος
依附于名词 χρέος(“债务”)与 ποινήν(“惩罚”)的宾格性属格或原因属格,意为“对未遂之爱(被拒绝的爱)的宿债与罚金”。
