- 底本
- Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2045.tlg001.humanitext-grc2:40.78-40.159
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
雅典娜显露真容后,德里阿得斯在狂怒的狄奥尼索斯追击下被酒神杖击中,跌入父神海达斯佩斯河中殒命。城中,俄耳西波厄、喀罗比厄以及痛失丈夫俄隆忒斯与父亲的双重哀悼者普罗托诺厄悲恸哀号。
Μορρέος ἀντιτύποιο φέρειν μίμημα προσώπου·1
……带着与那相称的摩耳柔斯的面容相仿的伪装;
καὶ δόλον ἠπεροπῆα σοφῆς ἐνόησεν Ἀθήνης.
他也识破了睿智雅典娜诱人上当的诡计。
τὴν μὲν ἰδὼν Διόνυσος ἐγήθεεν, ἐν κραδίῃ δὲ
狄奥尼索斯见状欣喜,
ψευδομένην γίνωσκε συναιχμάζουσαν Ἀθήνην.
在心中认出了乔装并肩作战的雅典娜。
καὶ τότε βοτρυόεις κοτέων βακχεύετο δαίμων
彼时,缀满葡萄的神明在忿怒中若狂女般狂暴,
ὑψιτενὴς περίμετρος, ἴσος Παρνησσίδι πέτρῃ·
身躯高耸广阔,堪比帕耳那索斯的一座岩石;
Δηριάδην δʼ ἐδίωκε ταχύδρομον· αὐτὰρ ὁ φεύγων
他追击飞奔的德里阿得斯。
κοῦφος ἐπειγομέναις ἐτιταίνετο σύνδρομος αὔραις·
而溃逃者轻快地向前伸展,与疾驰的清风竞逐。
ἀλλʼ ὅτε χῶρον ἵκανον, ὅπῃ πολεμητόκον ὕδωρ
然而,
κύματι λυσσώοντι γέρων κελάρυζεν Ὑδάσπης,
当他们来到老海达斯佩斯河以狂怒的波涛鸣响其孕育战火之水的地方时,
ἤτοι ὁ μὲν ποταμοῖο παρʼ ᾐόνας ἄπλετος ἔστη,
他便将庞大的身躯停驻在河岸旁,
ὡς γενέτην συνάεθλον ἔχων κελάδοντα μαχητὴνὑγρὸν ἀκοντιστῆρα κορυσσομένου Διονύσου,
仿佛将父亲视为并肩作战的同盟、轰鸣的战士,视作抵御披甲狄奥尼索斯的流水投矛手;
δαίμων δʼ ἀμπελόεις ταμεσίχροα θύρσον ἰάλλων
而葡萄藤的神明掷出割裂皮肉的酒神杖,
ἀκρότατον χρόα μοῦνον ἐπέγραφε Δηριαδῆος.
仅仅划破了德里阿得斯最表层的肌肤。
αὐτὰρ ὁ κισσήεντι τυπεὶς φθισήνορι θαλλῷ
然而被这缠绕常春藤的摧毁勇士的枝条击中,
πατρῴῳ προκάρηνος ἐπωλίσθησε ῥεέθρῳ,μηκεδανοῖς μελέεσσι γεφυρώσας ὅλον ὕδωρ
他头朝下栽入父辈的溪流中,
αὐτόματος.2 χρονίην δὲ θεοὶ μετὰ φύλοπιν Ἰνδῶν
以硕长的四肢自然地横贯了整片水面。 诸神在与印度人旷日持久的厮杀之后,
σὺν Διὶ παμμεδέοντι πάλιν νόστησαν Ὀλύμπῳ.
同统御万象的宙斯一道重返奥林匹斯。
βάκχοι δʼ ἀμφαλάλαζον ἀδηρίτου Διονύσου
巴克科斯的狂女狂徒们高声欢呼,
δῆριν ἀνευάζοντες, ἀολλίζοντο δὲ πολλοὶ
赞颂不可战胜的狄奥尼索斯的鏖战,纷纷聚集而来,
ἔγχεσιν οὐτάζοντες ὅλον χρόα Δηριαδῆος.
用长矛刺遍德里阿得斯的整个躯体。
Ὀρσιβόη δʼ ᾤμωξε πολυθρήνων ἐπὶ πύργων,κείμενον ἀρτιδάικτον ὀδυρομένη παρακοίτην·
俄耳西波厄在哀声回荡的高塔上悲号,悼念着横陈于地、新近被杀的夫君;她以哀伤的指甲划破脸颊的轮廓,扯断卷曲头发的散乱发丝,将煤灰倾倒在自己的头顶;
πενθαλέοις δʼ ὀνύχεσσι κατέγραφε κύκλα προσώπου,καὶ σκολιῆς ὤλοψεν ἀκηδέα βότρυν ἐθείρης,καὶ κόνιν αἰθαλόεσσαν ἑοῦ κατέχευε καρήνου·Χειροβίη δʼ ὀλόλυξε καταφθιμένοιο τοκῆος,
喀罗比厄为丧生的父亲痛哭哀号,捶打乌青的手臂,从撕裂两半的银白束腰长袍中袒露出整个胸膛;
κυανέους δʼ ἤρασσε βραχίονας, ἀργυφέου δὲστέρνον ὅλον γύμνωσε διχαζομένοιο χιτῶνος·Πρωτονόη δʼ ἀπέδιλος ἑὰς ξύουσα παρειάς,κύκλα κονισαλέοιο καταισχύνουσα προσώπου,κλαῖεν ἐπʼ ἀμφοτέροισι καὶ ἀνέρι καὶ γενετῆρι,
普罗托诺厄赤着双足,撕抓自己的双颊,玷污沾满尘土的面庞轮廓,为丈夫与父亲二人痛哭,怀着双重的哀痛,以悲凉的声调喊道:
διπλόον ἄλγος ἔχουσα, καὶ ἴαχε πενθάδι φωνῇ·
“夫君啊,你年纪轻轻便命丧此生;
Ἆνερ, ἀπʼ αἰῶνος νέος ὤλεο· κὰδ δʼ ἐμὲ χήρην
你撇下我寡居深闺,
ἔλλιπες ἐν μεγάροισιν ἀπειρήτην τοκετοῖο·
未曾知晓生育的滋味;我未曾生下一个幼子作为慰藉;
νήπιον οὐ τέκον υἷα παραίφασιν· οὐ μετὰ νίκην
胜利之后我也未曾再次望见夫君归家,
νόστιμον ἄνδρα νόησα τὸ δεύτερον, ἀλλὰ σιδήρῳ
反而是他死于自己的利刃,
αὐτὸς ἑῷ δέδμητο, καὶ οὔνομα δῶκε ῥεέθροις,
将自己的名字赋予了流水,
καὶ θάνεν ἐν ξείνοισιν, ὅπως ἐμὸν ἄνδρα καλέσσω
客死异乡,以致我唤我夫君为无嗣的、
ἄσπορον αὐτοδάικτον ἀνόστιμον ὑγρὸν Ὀρόντην.
自戕的、永不复返的水流俄隆忒斯。
μύρομαι ἀμφοτέρους καὶ Δηριάδην καὶ Ὀρόντην,
我同哭二人,德里阿得斯与俄隆忒斯,
ἶσον ἀποφθιμένους διερὸν μόρον· ἀνδροφόνον γὰρ
他们落得同样的溺毙命运;因巨浪吞没了杀敌的德里阿得斯,
Δηριάδην κρύφε κῦμα, ῥόος δʼ ἐκάλυψεν Ὀρόντην.
激流也淹没了俄隆忒斯。
μητέρι δʼ οὐ γενόμην πανομοίιος· Ὀρσιβόη γὰρ
然而我与母亲截然不同;
θυγατέρων ἤεισε καταφθαμένους ὑμεναίους·
因俄耳西波厄曾为女儿们圆满的婚礼歌唱:她见证了普罗托诺厄的良缘,
Πρωτονόης γάμον εἶδεν, ἐδέξατο γαμβρὸν Ὀρόντην,
迎纳了女婿俄隆忒斯,
Χειροβίην δʼ ἔζευξεν ἀνικήτῳ παρακοίτῃ,
又将喀罗比厄许配给不可战胜的夫君,
ὃν τρομέει καὶ Βάκχος ὁ τηλίκος· ἀμφιέπει μὲν
连威严的巴克科斯在其面前亦战栗不已。
Χειροβίη ζώοντα φίλον πόσιν, οὐ δέ ἑ θύρσος,
喀罗比厄拥抱着活着的爱夫,
οὐ ῥόος ἐπρήνιξεν· ἐγὼ δʼ ἄρα διπλόα πάσχω,
无论是酒神杖还是洪流都未曾使他倾覆;
ἀνέρος οἰχομένοιο καὶ ὀλλυμένου γενετῆρος.
可我却承受着双重的苦难,丈夫已逝,父亲又亡。
λῆγε, μάτην σέο παῖδα παρηγορέουσα, τιθήνη,
奶娘啊,止息吧,不要再徒然安慰你的孩子;
δός μοι ἔχειν ἐμὸν ἄνδρα, καὶ οὐ γενετῆρα γοήσω·
把我的丈夫还给我,我便不再为父亲哀哭;
δεῖξον ἐμοί τινα παῖδα, παρήγορον ἀνδρὸς ἀνίης.
把某个孩儿抱给我看吧,以抚慰痛失夫君的悲哀。
τίς με λαβὼν κομίσειεν ἐς εὐρυρέεθρον Ὑδάσπην,
谁能带上我,将我送到水流宽阔的海达斯佩斯河去,
ὄφρα κύσω φίλον οἶδμα μελισταγέος ποταμοῖο;
好让我亲吻滴蜜之河亲切的波涛?
τίς με λαβὼν κομίσειεν ἐς ἱερὰ τέμπεα Δάφνης,
谁能带上我,将我送到达芙涅的神圣溪谷去,
ὄφρα περιπτύξαιμι καὶ ἐν προχοῇσιν Ὀρόντην;
好让我在河口之处也能拥抱俄隆忒斯?
εἴην ἱμερόεις καὶ ἐγὼ ῥόος· αἴθε καὶ αὐτὴ
愿我也化作一条动人的河流!
δάκρυσιν ὀμβρηθεῖσα φανήσομαι αὐτόθι πηγή,
但愿我自身亦沐浴在泪水之中,在彼处化作一道泉水,
ἧχι θανὼν εὔυδρος ἐμὸς πόσις οἶδμα κυλίνδει,
在亡故的、水量充沛的夫君翻卷波浪之处,
εὐνέτις ὑδατόεσσα· καὶ ἔσσομαι οἷα Κομαιθώ,
成为一名流水的新娘!我也将如科迈托一样,
ἣ πάρος ἱμερόεντος ἐρασσαμένη ποταμοῖο
她昔日爱恋上一条迷人的河流,
τέρπεται ἀγκὰς ἔχουσα καὶ εἰσέτι Κύδνον ἀκοίτην,
至今仍满心欢喜地将夫君屈德诺斯抱在怀中,
ἀνδράσι πὰρ Κιλίκεσσι μεμηλότα μῦθον ἀκούω·
正如我听闻基利基亚人之间流传的传说那般。
οὐ μὲν ἐγὼ ποθέουσα παρέρχομαι ἡδὺν Ὀρόντην,
我绝不似逃亡的佩里波亚那样,
οἷα φυγὰς Περίβοια, καὶ οὔ ποτε καμπύλον ὕδωρ
虽怀着渴望却与甘美的俄隆忒斯擦肩而过,
ἂψ ἀνασειράζουσα φυλάξομαι ὑγρὸν ἀκοίτην.
我绝不会勒回曲折的水流去防备那流水的夫君。
εἰ δέ μοι οὐ πέπρωτο θανεῖν παρὰ γείτονι Δάφνῃ,
若命运注定我不死于邻近的达芙涅,
κύμασι πατροπάτωρ με κατακρύψειεν Ὑδάσπης,
愿祖父海达斯佩斯用波涛将我隐没,免得我宿在生角的萨堤洛斯的臂弯中,
μὴ Σατύρου κερόεντος ἐν ἀγκοίνῃσιν ἰαύσω,
免得我目睹弗里吉亚的狂饮,
μὴ Φρύγα κῶμον ἴδω, μὴ κύμβαλα χερσὶ τινάξω,
免得我双手摇响铜钹,免得我举行好戏谑的秘仪,
μὴ τελετὴν τελέσω φιλοπαίγμονα, μηδὲ νοήσω
免得我望见迈奥尼亚,免得我看到特摩罗斯,
Μαιονίην, μὴ Τμῶλον ἴδω, μὴ δῶμα Λυαίου
免得我见到卢阿奥斯的宫殿,
ἢ ζυγὰ δουλοσύνης βαρυαχθέα, μή τις ἐνίψῃ·
或是奴役沉重的枷锁,免得有人说道:
κούρη Δηριάδαο δοριθρασέος βασιλῆος
‘勇武善战的王者德里阿得斯的千金,
ληιδίη μετὰ δῆριν ὑποδρήσσει Διονύσῳ.
战败沦为俘虏,正侍奉着狄奥尼索斯。’”
ὣς φαμένης3 ἐλεεινὰ συνεστενάχοντο γυναῖκες,
在她如此凄楚言说之时,那些亡失了儿子、
ὧν πάις, ὧν τέθνηκεν ἀδελφεός, ὧν γενετῆρες
兄弟或父亲的妇人们也一同悲泣发出了哀叹。
- 40.78Μορρέος ἀντιτύποιο φέρειν μίμημα προσώπου
接续前一语段末尾限定动词 ἔγνω 的不定式短语(宾格加不定式结构)。意指他认出那人形的虚幻幻象“带着(φέρειν)仿若相符的摩耳柔斯面容的假象”。
- 40.96αὐτόματος
作状语用的主格阳性单数形容词。指德里阿得斯中击后无需外力,全凭自身庞大躯体的倒下动量“自然而然地/自发地”横跨水面如桥梁一般。
- 40.158ὣς φαμένης
属格独立结构。阴性分词 φαμένης 未带有名词主语(如 Πρωτονόης),因紧承上下文显指方才哀诉的普罗托诺厄,故省略主语名词。
