- 底本
- Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2045.tlg001.humanitext-grc2:40.498-40.580
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
赫拉克勒斯讲述完毕:大地之子顺应神谕仿效鹦鹉螺造舟,献祭自愿受死的雄鹰使漂浮的岩岛稳固为推罗城,并在厄罗斯的撮合下与水泽仙女繁衍后代;随后他与狄奥尼索斯互赠礼物后分别。
αὐτομάτη ζωσθεῖσα συνάπτεται ἄζυγι πέτρῃ.
“‘那岩石自会束紧腰身,
πήξατε δʼ ἀμφοτέραις ἐπικείμενον ἄστυ κολώναις
与那无匹的孤岩相联;你们当在两座山峦之上建造城邦,
ἀμφοτέρης ἑκάτερθεν ἐπὶ κρηπῖδι θαλάσσης.1
立于大海两侧的基石之上。’
τοῖον ἔπος μαντῷον ἀνήρυγον· ἐγρόμενοι δὲ
我便吐露了这般神谕;
Γηγενέες δεδόνηντο, καὶ οὔασιν αἰὲν ἑκάστου
大地之子醒来后心神震荡,
θέσκελος ἀπλανέων ἐπεβόμβεε μῦθος ὀνείρων.
各自耳畔始终回荡着那真实梦境的神异言语。
τοῖσι δʼ ἐγὼ τέρας ἄλλο μετὰ πτερόεντας ὀνείρους
随后,即将成为城邦守护神的我,
ἀχνυμένοις ἀνέφηνα, φιλόκτιτον ἦθος ἀέξων
便在那些羽翼之梦后,向忧伤的他们显现了另一桩奇迹,
ἐσσόμενος πολιοῦχος· ὑπερκύψας δὲ θαλάσσης
以培育他们建城的心志:
ἀντίτυπον μίμημα φέρων ἰσόζυγι μορφῇ
那鹦鹉螺探出海面,
εἰς πλόον αὐτοδίδακτον ἐνήχετο ναυτίλος ἰχθύς·
以匀称的身躯呈现出相对的模态,游入自通的航程。
τὸν τότε παπταίνοντες ἐοικότα νηὶ θαλάσσης
那时他们注视着这宛如海船之物,
καὶ πλόον εὐποίητον ἄτερ καμάτοιο μαθόντες,
不费辛劳地领会了顺畅的航行,
καὶ σχεδίην πήξαντες ὁμοίιον ἰχθύι πόντου
便仿照深海游鱼搭建木筏,
ναυτιλίης τύπον ἶσον ἐμιμήσαντο θαλάσσης.
仿效了海上通航的相同模式。
καὶ πλόος ἦν· πισύρων δὲ λίθων ἰσοελκέι φόρτῳναυτιλίην ἰσόμετρον ἐπιστώσαντο θαλάσσῃ,
于是远航开启;他们以四块石头的均称配重,
καὶ γεράνων ἀτίνακτον ἐμιμήσαντο πορείην.
使自己在海上的航行稳固而适度,
αἳ στομάτων ἔντοσθεν ἀοσσητῆρα κελεύθου
仿效了仙鹤那不可动摇的旅程:
λᾶαν ἐλαφρίζουσι καταχθέα, μή ποτε κείνων
仙鹤在口中含着沉重的石头作为途中的帮手,
ἱπταμένων πτερὰ κοῦφα παραπλάγξειεν ἀήτης,εἰσόκε χῶρον ἐκεῖνον ἐσέδρακον, ἧχι θυέλλαις
免得飞翔时轻盈的双翼被长风吹偏;
εἰς πλόον αὐτοκέλευθον ἐναυτίλλοντο κολῶναι.
直到他们望见那处在暴风中自行航行的山峦之地。
καὶ σχεδίην ἔστησαν ἁλιστεφάνῳ παρὰ νήσῳ,
他们在环海的海岛旁停驻木筏,
καὶ σπιλάδων ἐπέβαινον, ὅπῃ φυτὸν ἦεν Ἀθήνης.
登上了生有雅典娜之树的礁岩。
τοῖσι δὲ μαιομένοισιν ἐφέστιον ὄρνιν ἐλαίης
对于探寻那以橄榄为家之鸟的人们,
αἰετὸς ἠερόφοιτος ἑκούσιον εἰς μόρον ἔστη·
翱翔长空的雄鹰自愿伫立以赴死期。
Γηγενέες δὲ λαβόντες ἐύπτερον ἔνθεον ἄγρην,
大地之子捕获了这羽翼丰满的神圣猎物,
ἂψ ἀνασειράζοντες ὀπισθοτόνοιο καρήνου2
向后扯住它后弯的头颅,
γυμνὸν ἐφαπλώσαντες ἐλεύθερον ἀνθερεῶνα,
展露出袒露无碍的颈喉,
αἰετὸν αὐτοκέλευθον ἐδαιτρεύσαντο μαχαίρῃ
以利刃为宙斯与水界之主宰割了这只自投罗网的雄鹰;
Ζηνὶ καὶ ὑγρομέδοντι· δαϊζομένου δὲ σιδήρῳ
当这只智慧之鸟被铁刃斩杀时,
ἔμφρονος οἰωνοῖο νεοσφαγέων ἀπὸ λαιμῶνθέσκελον ἔρρεεν αἷμα, θαλασσοπόρους δὲ κολώνας
神异的热血自新断的咽喉流淌而出,
δαιμονίαις λιβάδεσσιν ἐπερρίζωσε θαλάσσῃ
以神圣的涓流将航海的山峦深植于靠近推罗的大海之中;
ἄγχι Τύρου παρὰ πόντον· ἐπʼ ἀρραγέεσσι δὲ πέτραις
在坚不可摧的岩石之上,
Γηγενέες βαθύκολπον ἐδωμήσαντο τιθήνην.
大地之子建起了他们怀抱宽广的育养之城。
σοὶ μέν, ἄναξ Διόνυσε, πεδοτρεφὲς αἷμα Γιγάντων
“狄奥尼索斯王啊,我已向你讲述了自生自长、
ἔννεπον αὐτολόχευτον Ὀλύμπιον,3 ὄφρα δαείης
奥林匹斯式的地生巨人之血统,
ὑμετέρων προγόνων Τυρίην αὐτόχθονα φύτλην·
好让你知晓你祖先那推罗本土的渊源。
ἀμφὶ δὲ πηγάων μυθήσομαι· ἀρχέγονοι γὰρ
接下来我将讲述泉水的起源:
παρθενικαὶ πάρος ἦσαν ἐχέφρονες, ὧν ἐπὶ μίτρῃ
往昔曾有一些原始而审慎的少女,
θερμὸς Ἔρως κεχόλωτο, καὶ ἱμερόεν βέλος ἕλκωντοῖον ἀλεξιγάμοισιν ἔπος ξυνώσατο Νύμφαις·
炽热的厄罗斯因她们紧系的面纱腰带而震怒,他引开渴望之矢,向这些抗拒婚姻的水泽仙女说出了这番话:
Νηὶς Ἀβαρβαρέη φιλοπάρθενε, δέξο καὶ αὐτὴ
‘爱好贞洁的水仙阿巴尔巴蕾啊,
τοῦτο βέλος, τό περ ἔσχεν ὅλη φύσις· ἐνθάδε πήξω
你也当接纳这支全自然皆已承受的利箭。
παστάδα Καλλιρόης, Δροσερῆς δʼ ὑμέναιον ἀείσω.
我将在此立起卡利洛厄的婚房,为德罗塞蕾唱响婚礼的颂歌。
ἀλλʼ ἐρέεις· μεθέπω διερὸν γένος, ἐκ δὲ ῥοάων
然而你定会说:“我拥有湿润的血统,
αὐτοτελὴς γενόμην, καὶ ἐμὴ τροφὸς ἔπλετο πηγή.
自流泉中自完而生,泉水曾是我的乳母。”
νηιὰς ἦν Κλυμένη καὶ ἀπόσπορος Ὠκεανοῖο·
克吕墨涅亦曾是水仙,是俄刻阿诺斯的后裔;
ἀλλὰ γάμοις ὑπόειξεν, ἐνυμφεύθη δὲ καὶ αὐτή,
但当她目睹厄罗斯那更为卓越、
ὡς ἴδε λάτριν Ἔρωτος ἀρείονα κυανοχαίτην
身披青发的海神仆役受塞浦路斯之狂热所驱动时,
οἴστρῳ Κυπριδίῳ δεδονημένον· ἀρχέγονος δὲ
她亦屈从于婚配,自己结为了连理。
Ὠκεανὸς ποταμοῖσι καὶ ὕδασι πᾶσι κελεύων
统领江河与一切水域的原始俄刻阿诺斯,
Τηθύος οἶδεν ἔρωτα καὶ εὐύδρους ὑμεναίους.
亦知晓对忒提斯的爱恋与丰沛水泽的婚礼。
τέτλαθι καὶ σὺ φέρειν ἴσα Τηθύι. τοσσατίης δὲ
你且甘心承受与忒提斯同等的命运吧。
ἐξ ἁλὸς αἷμα φέρουσα καὶ οὐκ ὀλίγης ἀπὸ πηγῆς
那承载着如此广阔沧海之血、并非出自细流小泉的伽拉忒亚,
ἱμείρει Γαλάτεια μελιζομένου Πολυφήμου,
亦倾心于歌唱的波吕斐摩斯,
καὶ βυθίη χερσαῖον ἔχει πόσιν, ἐκ δὲ θαλάσσης
身处深渊却拥有陆上的夫君,
πηκτίδι θελγομένη μετανάστιος εἰς χθόνα βαίνει.
受排箫的蛊惑而离开大海,迁徙踏上陆地。
καὶ πηγαὶ δεδάασιν ἐμὸν βέλος· οὔ σε διδάξωἵμερον ὑδατόεντα· ποθοβλήτοιο δὲ πηγῆς
泉水亦通晓我的利箭;我无须教导你水中的爱欲:
ἔκλυες ὑγρὸν ἔρωτα Συρηκοσίης Ἀρεθούσης·
你已听闻那受欲念所击之泉——叙拉古的阿瑞图萨那湿润的爱恋;
Ἀλφειὸν δεδάηκας, ὃς ἰκμαλέῳ παρὰ παστῷ
你亦知晓阿尔斐俄斯,他如何在水汽蒸腾的婚榻旁,
ὑδρηλαῖς παλάμαις περιβάλλεται ἠθάδα Νύμφην.
以水流之臂环抱那熟悉的水仙。
πηγῆς αἷμα φέρουσα τί τέρπεαι ἰοχεαίρῃ;
你既流淌着泉水之血,为何偏偏喜悦于射箭之神?
Ἄρτεμις οὐ βλάστησεν ἀφʼ ὕδατος, ὡς Ἀφροδίτη.
阿耳忒弥斯并非如阿佛洛狄忒那般自水中化生。
ἔννεπε Καλλιρόῃ· Δροσερῇ μὴ κρύπτε καὶ αὐτῇ.
且去告诉卡利洛厄;亦休瞒着德罗塞蕾。
Κύπριδι μᾶλλον ὄφελλες ἄγειν χάριν, ὅττι καὶ αὐτὴ
你本更当向塞浦路斯女神献上感恩,
αὐχένα κάμψεν Ἔρωτι, καὶ εἰ τροφός ἐστιν Ἐρώτων.
因纵然贵为众爱神之母,她亦曾向厄罗斯低垂头颅。
δέχνυσο κέντρα πόθοιο, καὶ ὑγρονόμον σε καλέσσω
接受这渴慕的刺痛吧,我便要称居于水泽的你在血脉与情爱上,
εἰς γενεήν, ἐς ἔρωτα κασιγνήτην Ἀφροδίτης.
皆为阿佛洛狄忒的姊妹。’
τοῖον ἔπος κατέλεξεν· ὀπισθοτόνοιο δὲ τόξου
他吐露了这番言语;
τριπλόα πέμπε βέλεμνα, καὶ εὐύδρῳ παρὰ παστῷ
随后从后曲的弓上射出三重箭矢,在水汽充盈的床榻旁,
Νηιάδων φιλότητι συνήρμοσεν υἷας ἀρούρης,
以水仙之爱将大地的子嗣结合在一起,
καὶ Τυρίης ἔσπειρε θεηγενὲς αἷμα γενέθλης.
播下了推罗神圣族类的血脉。”
τοῖα μὲν Ἡρακλέης πρόμος αἰθέρος ἔννεπε Βάκχῳ
苍穹之首赫拉克勒斯以悦心的言谈向巴克科斯道出此等事迹;
τερψινόοις ὀάροισιν· ὁ δὲ φρένα τέρπετο μύθῳ,καὶ πόρεν Ἡρακλῆι, τὸν οὐρανίη κάμε τέχνη,
巴克科斯心中因这故事而喜悦,
χρυσοφαῆ κρητῆρα σελασφόρον· Ἡρακλέης δὲ
赠予赫拉克勒斯一只由上天技艺打造的金光闪耀的调酒缸;
ἀστραίῳ Διόνυσον ἀνεχλαίνωσε χιτῶνι
赫拉克勒斯则为狄奥尼索斯披上星辰长袍。
καὶ θεὸν ἀστροχίτωνα Τύρου πολιοῦχον ἐάσας4
随后巴克科斯辞别了这位身为推罗守护神的身披星袍之神,
Ἀσσυρίης ἑτέρης ἐπεβήσατο Βάκχος ἀρούρης.
踏上了另一方亚述的土地。
- 40.500ἀμφοτέρης ἑκάτερθεν ἐπὶ κρηπῖδι θαλάσσης
属格短语 ἀμφοτέρης... θαλάσσης 依附于介词短语 ἐπὶ κρηπῖδι(“在……基石之上”),并由副词 ἑκάτερθεν(“在两边/从两边”)修饰。结合推罗岛的地理特征,指建在受两侧大海环抱的基石之上。
- 40.526ἂψ ἀνασειράζοντες ὀπισθοτόνοιο καρήνου
分词 ἀνασειράζοντες(“如勒缰般向后拉紧”)支配属格 ὀπισθοτόνοιο καρήνου(“后仰的头部”)。此句描绘了古典祭祀仪式中将牺牲之首后仰拉紧、使其颈喉朝天袒露以备宰割的动作。
- 40.535πεδοτρεφὲς αἷμα Γιγάντων ἔννεπον αὐτολόχευτον Ὀλύμπιον
动词 ἔννεπον(未完成过去时,“我讲述了”)的宾语 αἷμα(“血统”)同时受形容词 πεδοτρεφές(“大地滋养的”)、属格 Γιγάντων(“巨人们的”)、形容词 αὐτολόχευτον(“自生的”)及 Ὀλύμπιον(“奥林匹斯的/神圣的”)的多重修饰,将推罗最初的土著建造者描述为兼具地生与神圣特性的巨人族血脉。
- 40.579καὶ θεὸν ἀστροχίτωνα Τύρου πολιοῦχον ἐάσας
不定过去时分词 ἐάσας(“留下/别过”)与主句主语 Βάκχος 一致。表示身披星袍、受奉为推罗城邦守护神的赫拉克勒斯留在该地,而狄奥尼索斯则启程前往下一处目的地。
