- 底本
- Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2045.tlg001.humanitext-grc2:4.151-4.223
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
扮作佩西诺厄的阿佛洛狄忒用爱欲魔带抽打哈耳摩尼亚以催促其起航,哈耳摩尼亚在痛苦挣扎后辞别故土与亲族,决意追随卡德摩斯。卡德摩斯携哈耳摩尼亚奔赴海滨,月神从高空俯视,嘲弄阿佛洛狄忒连自己的亲生女儿也不加怜惜。
τέρπων ἀκροτάτοισι φιλήμασιν· ἠίθεον δὲ
以绝妙的亲吻令〔我〕欢悦!
εἰσέτι πηχύνουσα καὶ εἰς Ἀχέροντα περήσω
我仍要双臂环抱那青年,甘心情愿步入阿刻戎冥河,
αὐτομάτη, γλυκερὸν δὲ πολυκλαύτῳ παρὰ Λήθῃλέξω καὶ φθιμένοισιν ἐμὸν μόρον, ὥς κεν ἐγείρω
在多泪的忘川之畔向亡魂诉说我甘甜的命运,
οἶκτον ὁμοῦ καὶ ζῆλον ἀθελγέι Περσεφονείῃ·1
以便在不可动摇的珀耳塞福涅心中激起怜悯与嫉妒!
καὶ Χαρίτων πνείοντα φιλήματα κεῖνα διδάξω
我要将那散发美惠女神气息的亲吻,
θηλυτέρας δυσέρωτας, ὅσας κτάνεν ἱμερόεν πῦρ,
传授给那些因爱欲之火而丧命的苦情女子;
καὶ νέκυας τελέσω ζηλήμονας, εἰ παρὰ Λήθῃ
若忘川之畔的妇人在死后仍因帕福斯女神而心生嫉妒,
εἰς Παφίην μετὰ πότμον ἔτι φθονέουσι γυναῖκες.
我便要让亡灵们艳羡不已!
ἕσπομαι, ἢν ἐθέλῃς, καὶ ὁμόστολος, οὐ τρομέω δὲ
若你愿意,我亦愿相伴同行,
πλαγκτοσύνην ἀδίδακτον. ἀμείλιχε,2 γίνεο Κάδμου
不惧那未曾经历的流浪生涯。绝情的人儿啊,
κουριδίη παράκοιτις· ἐγὼ θαλαμηπόλος εἴην
成为卡德摩斯明媒正娶的妻子吧;愿我作一名侍寝的女仆,
ἀμφοτέροις θεράπαινα, καὶ Ἁρμονίῃ καὶ ἀκοίτῃ.
服侍哈耳摩尼亚与其夫君二人!
ἀλλὰ πάλιν τρομέω σε, καὶ εἰ κρύπτειν μενεαίνεις,
但我又暗暗畏惧你,纵然你意欲掩藏,
μή ποτέ σοι διὰ λέκτρα χόλον καὶ ζῆλον ἐγείρω,
我也怕因那床榻之事惹起你的愤恨与嫉妒;
ὅττι, θεά περ ἐοῦσα καὶ αἰθέρος ὄρχαμος, Ἥρη
因为赫拉虽为女神与苍穹之主,
Ζηνὸς ἐπιχθονίῃσι νόθαις ἀλόχοισι μεγαίρει·
却嫉妒宙斯在凡间所立的侧室:她迁怒于欧罗巴,
Εὐρώπῃ κεχόλωτο καὶ ἤκαχεν ἄστατον Ἰώ·
折磨流离失所的伊俄;她连女神们也不肯放过,
οὐδὲ θεὰς μεθέηκε· χολωομένης δὲ τεκούσης
当生母含怒之时,
ἤλασεν ὠδίνουσαν Ἄρης ἐγκύμονα Λητώ.
阿瑞斯曾追逼身怀六甲、痛苦临产的勒托。
εἰ μὴ ζῆλος ἔχει σε, πόθων ἵνα φάρμακον εὕρω,
若你心中没有嫉恨,便将这位夫君赐给我一个黎明吧,
εἰς μίαν ἠριγένειαν ἐμοὶ πόρε τοῦτον ἀκοίτην,
是的,我祈求你,还有一夜的时光,
ναί, λίτομαι, καὶ νυκτὸς ἕνα δρόμον· εἰ δὲ μεγαίρεις,
好让我觅得治愈渴望的良药!但若你心怀吝惜,
χειρὶ τεῇ με δάιξον, ὅπως ἄμπαυμα νοήσω
就请亲手将我斩杀,
τηλίκον ἀπρήυντον ἀεὶ κατὰ νύκτα καὶ ἠῶ
好让我能够摆脱这日日夜夜在心底深处潜滋暗长、
ἐνδόμυχον μεθέπουσα περὶ φρένα βοσκόμενον πῦρ.
狂暴不息的烈火!
εἶπε, καὶ Ἁρμονίην φυγοδέμνιον ἤλασε κεστῷ
她说完,便用魔带抽打回避婚床的哈耳摩尼亚,
εἰς πλόον οἰστρήσασα πόθῳ πειθήμονα κούρην.
驱使这向爱欲屈服的少女踏上航程。
ἡ δὲ μεταστρέψασα νόον διδυμάονι βουλῇ
哈耳摩尼亚的心思在两重抉择间辗转反侧,
ξεῖνον ἔχειν μενέαινε καὶ ἤθελε πατρίδα ναίειν,
她渴望接纳这异乡人,又想要留在家园;
καί τινα μῦθον ἔειπεν ἱμασσομένη νόον οἴστρῳ·
在情欲狂乱的鞭笞下,她吐露了这番言语:
Ὤμοι, τίς μετάμειψεν ἐμὴν φρένα; σώζεο, πάτρη,
“哀哉,是谁改变了我的心智?永别了,故土!
χαίροις, Ἠμαθίων καὶ πᾶς δόμος· ἄντρα Καβείρων,
愿你安好,厄玛提翁与合府家眷!卡贝洛伊的洞穴啊,
χαίρετε, καὶ σκοπιαὶ Κορυβαντίδες· οὐκέτι λεύσσω
永别了,还有科律班忒斯的高崖!
μητρῴης Ἑκάτης νυχίην θιασώδεα πεύκην.
我将再也见不到母亲那赫卡忒女神夜巡狂欢的松炬。
σώζεο, παρθενίη, νυμφεύομαι ἡδέι Κάδμῳ·
永别了,我的贞洁;我将嫁给甘美的卡德摩斯!
Ἄρτεμι, μὴ νεμέσα, χαροπῆς ἁλὸς οἶδμα περήσω.
阿耳忒弥斯啊,莫要怪罪,我将横渡闪烁的大海浪涛。
ἀλλʼ ἐρέεις, ὅτι πόντος ἀμείλιχος· οὐκ ἀλεγίζω
但你定会说大海凶险无情;
μαινομένου ῥοθίοιο, συνολλυμένους δὲ δεχέσθω
我不在意那狂暴的怒涛,
Ἁρμονίην καὶ Κάδμον ἐμὸν μητρώιον ὕδωρ.3
让母亲的水域接纳一同殒命的哈耳摩尼亚与卡德摩斯吧!
ἕσπομαι ἡβητῆρι γάμους βοόωσα θεάων·
我跟随这青年,高唱女神们的婚典:
εἰ μὲν ἐς ἀντολίην με φέρει πλώουσαν ἀκοίτης,
倘若夫君携航海的我驶向东方,
ἵμερον Ὠρίωνος ἐς Ἠριγένειαν ἐνίψω,
我便向黎明女神诉说对俄里翁的爱慕,
καὶ Κεφάλου θαλάμων μιμνήσκομαι· εἰ δέ ποτʼ ἔλθωεἰς δύσιν ἀχλυόεσσαν, ἐπʼ Ἐνδυμίωνι καὶ αὐτὴ
回忆刻法罗斯的洞房;倘若有朝一日我走向幽暗的西方,
Λατμιὰς ἶσα παθοῦσα παρηγορέει με Σελήνη.
在拉特莫斯山上为恩底弥翁经历同样苦难的月神自身亦会抚慰我!”
τοῖα νοοπλανέεσσι μεληδόσιν ἤπυε κούρη
神志迷乱的少女在渴望的狂刺撕扯下,
ἄσχετος ἱμερόεντι δαϊζομένη νόον οἴστρῳ·
发出这般哀叹。
καὶ κινυρῇ ῥαθάμιγγι διαινομένοιο προσώπου
她用潸然落下的泪水打湿面庞,
Ἠλέκτρης κύσε χεῖρα καὶ ὄμματα καὶ πόδας ἄκρους
亲吻了厄勒克特拉的手、双眸与足尖,
καὶ κεφαλὴν καὶ στέρνα, καὶ Ἠμαθίωνος ὀπωπὴν
亲吻她的头颅与胸膛;又以羞怯的双唇亲吻厄玛提翁的面颊,
χείλεσιν αἰδομένοισι, κασιγνήτου περ ἐόντος,
纵然那是她的手足兄弟;
πάσας δʼ ἀμφιπόλους ἠγκάζετο· μυρομένη δὲ
她拥抱了所有的侍女。
τυκτὰ πολυγλυφέων ἠσπάσσατο κύκλα θυράων
她痛哭着亲吻雕花门扇那无生气的精巧圆环、
ἄπνοα καὶ κλιντῆρα καὶ ἕρκεα παρθενεῶνος·
卧榻以及闺阁的围墙;
πατρῴην δὲ λαβοῦσα κόνιν προσπτύξατο κούρη.
少女抓起故土的尘土,紧紧贴在胸口。
καὶ τότε χειρὸς ἔχουσα θεῶν ὑπὸ μάρτυρι πομπῇ
此时,厄勒克特拉拭去脸庞上流淌的泪雨,
Ἁρμονίην ἀνάεδνον ὀφειλομένην4 φέρε Κάδμῳ
在诸神见证护送下牵起哈耳摩尼亚的手,
Ἠλέκτρη, χυτὸν ὄμβρον ἀποσμήξασα προσώπου.
将这位未受聘礼、注定属于卡德摩斯的少女交给了他。
Κυπριδίην δὲ θύγατρα λαβὼν ἠῷος ὁδίτης
东方来的行客接纳了塞浦路斯女神的爱女,
γρηὶ σὺν ἀμφιπόλῳ λίπε δώματα, δῶρον ἀνάσσης
与老侍女一同离去,
λάτριν ἔχων πομπῆα διʼ ἄστεος ἄχρι θαλάσσης.
并由王后所赠的仆人引导穿过城郭,直至大海之滨。
παρθενικὴν δʼ ὁρόωσα παρʼ ᾐόνας ὑψόθι πόντου
月神从汪洋高处俯视那少女沿着海滩跟随异邦人离去,
ξείνῳ ἐφεσπομένην, φλογερῇ ζείουσαν ἀνάγκῃ,Κύπριδι μεμφομένη φιλοκέρτομος ἴαχε Μήνη·
见她为烈火般的命运所灼烧,便满怀讥刺地大声责难塞浦路斯女神:
Κύπρι, καὶ εἰς σέο τέκνα κορύσσεαι, οὐδὲ καὶ αὐτῆς
“塞浦路斯女神啊,难道你连自己的骨肉都要挥戈相向吗?
ὑμετέρης ὠδῖνος ἐφείσατο κέντρον Ἐρώτων;
难道爱神们的锐刺竟不肯放过你自己分娩的骨肉?
ἣν τέκες, οὐκ ἐλέαιρες, ἀμείλιχε; καὶ τίνα κούρην
绝情之人啊,你所生下的女儿,你竟不加怜悯?
οἰκτείρεις ἑτέρην, ὅτε σὸν γένος εἰς πόθον ἕλκεις;
当你将自己的血脉拖入情网时,你又会怜悯哪一位异姓的少女?
πλάζεο καὶ σύ, φίλη· Παφίης τέκος εἰπὲ τεκούσῃ·
去流浪吧,可人儿!帕福斯之女啊,对你的生母说去吧:
κερτομέει Φαέθων σε, καὶ αἰσχύνει με Σελήνη.5
‘法厄同讥讽于你,月神令我蒙羞!’
Ἁρμονίη, λιπόπατρι δυσίμερε, κάλλιπε Μήνῃ
哈耳摩尼亚,你这背弃故土、为狂爱所迷之人,
νυμφίον Ἐνδυμίωνα, καὶ ἄμφεπε Κάδμον ἀλήτην,
且把新郎恩底弥翁留给月神,去侍奉那流浪客卡德摩斯吧!”
- 4.155ἀθελγέι Περσεφονείῃ
该与格短语充当由 ὥς κεν 引导的目的从句中虚拟式动词 ἐγείρω 的间接宾语(“为了激起无情珀耳塞福涅的……”)。
- 4.161ἀμείλιχε
呼格阴性单数形容词,指说话者(化身为佩西诺厄的阿佛洛狄忒)呼唤的对象哈耳摩尼亚(“绝情/不肯通融的女子”),与后文祈使语气动词 γίνεο(“成为”)的主语一致。
- 4.190ἐμὸν μητρώιον ὕδωρ
第三人称祈使语气动词 δεχέσθω(“让……接纳”)的主格主语。哈耳摩尼亚因其母阿佛洛狄忒诞生自海中泡沫,故将海水称作“母亲的水域”。
- 4.208ἀνάεδνον ὀφειλομένην
宾格形容词与分词,修饰直接宾语 Ἁρμονίην(“无聘礼而理应属于卡德摩斯的哈耳摩尼亚”),体现了由于神意注定,此次婚姻未依循通常由新郎交付聘礼(ἕδνα)的风俗。
- 4.221Φαέθων σε, καὶ αἰσχύνει με Σελήνη
直接引语中的对仗平行结构。前半句以行首动词 κερτομέει 为谓语,与后半句的 αἰσχύνει 相对:“法厄同讥刺你,月神使我蒙羞”。此处的法厄同指太阳神赫利俄斯,与月神塞勒涅相对应,借日月二神对阿佛洛狄忒母女的嘲讽来进行反诘。
