- 底本
- Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2045.tlg001.humanitext-grc2:39.325-39.407
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
海战愈演愈烈,摩耳柔斯负伤撤退,宙斯将战局的天平倾向狄奥尼索斯一方。卡贝洛斯人欧律墨冬施展火船计策焚毁印度舰队,迫使德里阿得斯等人弃海向陆地溃逃。
πουλύποδος σκολιοῖο περιπλεχθέντα κορύμβοις·1
缠绕在一条蜿蜒章鱼的触须之间;一人射偏了另一人;
ἄλλου δʼ ἤμβροτεν ἄλλος· Ἐρυθραίῳ δὲ σιδήρῳ
又有人手持红海的铁兵向着狄奥尼索斯直扑而去,
πομπίλον ἄλλος ἔτυψε καταιχμάζων Διονύσου·
却刺中了一条向导鱼。
ἔγχεϊ δʼ ἠκόντιζε Κορύμβασος, ὄφρα τυχήσῃ
科律姆巴索斯掷出长矛,
ὁλκαίης Σατύροιο, παραΐξασα δὲ λόγχηἰχθύος ὑγροπόροιο κατέγραφε δίζυγον οὐρὴν
欲要击中萨堤罗斯的尾巴,
θηγαλέῃ γλωχῖνι· τιτυσκόμενος δὲ σιδήρῳ
但掠过的矛尖以锐利的锋芒划破了一条游水之鱼的双叉尾鳍。德里阿得斯运起铁兵,
εἰς σκοπὸν ἀχρήιστον ἀνουτήτου Διονύσου2Δηριάδης δόρυ πέμπεν, ἀποπλαγχθεῖσα δὲ Βάκχου
瞄准不可创伤的狄奥尼索斯这一无用的目标掷出长矛;
εἰς ῥαχίην δελφῖνος ἐποίπνυε λοίγιος αἰχμή,
然而那致命的矛头自巴克科斯身旁偏离,落入一条海豚的脊背,
κυρτὸς ὅπῃ λοφιῇσι συνάπτεται ἰχθύος αὐχήν,
正刺在鱼身弯曲的颈项与背鳍相接之处;
δελφὶς δʼ αὐτοέλικτος ἐθήμονι κυκλάδι νύσσῃ
垂死的海豚自行翻转,
ἡμιθανὴς σκίρτησε χορίτιδος ἅλματι Μοίρης·
在熟悉的旋绕界石旁,以舞蹈命运的跳跃狂乱蹦跳;
πολλοὶ δʼ ἔνθα καὶ ἔνθα κυβιστητῆρες ὀλέθρου
无数受创的鱼儿在各处因脊背撕裂而舞动,
ἰχθύες ὠρχήσαντο χαρασσομένων ἀπὸ νώτων.
宛如赴死的跳水者。
καὶ Στερόπης προμάχιζεν· ἀερσιπόδης δʼ Ἁλιμήδης
斯特罗珀斯奋战在先锋;
χειρὶ λαβὼν πρηῶνα θαλασσοτόκοιο κολώνης
步履高迈的哈利墨得斯手提海育悬崖的巨岩,
ῥῖψεν ἐπʼ ἀντιβίοισιν· ἔδυνε δὲ φοιταλέη νηῦς
向着敌众猛掷而去;
τρηχαλέου βληθεῖσα λίθου τροχοειδέι κύκλῳ.
那随波漂流的船只被粗糙的巨石如轮般砸中,沉入水中。
καί τις ἀκοντισθεῖσα διʼ ὁλκάδος ὁλκάδι γείτων
又有一支破浪而行的矛尖,穿过一艘商船直刺入邻近的另一艘,
ἀμφοτέρας ἔζευξεν ἁλίδρομος ἔγχεος αἰχμή,
将两船串联在一起,
νῆας ἐπισφίγξασα δύω ξυνήονι δεσμῷ
将如云团般密集的两艘战船锁在一道共同的羁绊之中;
στεινομένων νεφεληδόν· ἔην δʼ ἑτερόκτυπος ἠχώ.
空中回荡起两相撞击的异样轰鸣。
καὶ στόλος ἀμφοτέρων τετράζυγον εἶχεν Ἐνυώ,
双方的船队展开了四方布设的战阵:
ὧν ὁ μὲν ἀντιπόροιο περὶ ῥάχιν αἴθοπος Εὔρου,
一支分布在对冲而炽烈的东风脊背周围,
ὃς δὲ Λιβὸς δροσεροῖο παρὰ πτερόν, ὃς δὲ Βορῆος,
一支守在湿润的西风翼旁,一支靠着北风,
καὶ Νοτίην παρὰ πέζαν. ἀμοιβαίῃσι δὲ ῥιπαῖς
另一支则沿着南风的边缘。膝力矫健的摩耳柔斯借着交替的冲杀,
Μορρεὺς μὲν ταχύγουνος ἀφʼ ὁλκάδος ὁλκάδα βαίνων
从一艘商船跃向另一艘商船,
Βασσαρίδων ἐφόβησεν ἁλιπτοίητον Ἐνυώ,
以海战的恐惧惊骇着巴萨里斯诸女,
ἶσος ἀριστεύων καὶ ἐν ὕδασιν· ἀλλά ἑ θύρσῳ
即便在水上也展现出不凡的神勇;
Εὔιος οὐτήσας διερῆς ἀνεσείρασε χάρμης,
然而欧伊俄斯以酒神杖刺伤了他,将他从水战中逼退,
καὶ μογέων ὀδύνῃσιν ἐπὶ πτόλιν ᾤχετο Μορρεύς.
摩耳柔斯因剧痛难忍而退向城池。
ὄφρα μὲν ἔνθεον ἕλκος, ὅ μιν λάχε, δαιμονίη χεὶρ
当一位解脱痛苦的婆罗门以神仙之手,
λυσιπόνου Βραχμῆνος ἀκέσσατο Φοιβάδι τέχνῃ,
借福玻斯的医术,伴着奇妙歌声低吟神圣的颂歌,
θεσπεσίῃ λάλον ὕμνον ὑποτρύζοντος ἀοιδῇ,
医治落在他身上的神赐伤口之际,
τόφρα δὲ δυσμενέεσσιν ἐπέχραε Λύδιος Ἄρης.
吕狄亚的阿瑞斯便向敌军猛扑而来。
τοῖσι μὲν ἐγρεκύδοιμος ἔην πλόος, εἶχε δʼ Ἐνυὼ
对他们而言,这是一场唤醒骚乱的航程,
ναυτιλίης προκέλευθον, ἁλισμαράγου δὲ κυδοιμοῦ
厄纽俄主导着航向;而那震响大海的激战中,
ἦν κλόνος ἀμφοτέρων ἑτερότροπος· ἀντιβίων γὰρ
两军的溃乱情状各不相同。
ὅσσοι μὲν κραναοῖσιν ὀιστεύοντο βελέμνοις
敌方的战士们只要被坚硬的投石、致命的叶片、
ἢ φονίοις πετάλοισιν ἢ ἔγχεσιν ἠὲ μαχαίραις,
长矛或刀剑刺中,
χεῖρας ἐρετμώσαντες ἀήθεας εἰς μέλαν ὕδωρ
便在黑水中将不习惯的手臂当作划桨般扑腾,
ἴθμασιν ἀσταθέεσσιν ἐτυμβεύοντο θαλάσσης·
以踉跄不稳的步伐葬身大海;
εἰ δέ τις εἰς ἅλα πῖπτε τυπεὶς Βρομίοιο μαχητής,
而布罗米奥斯的勇士中若有人中招跌入盐水,
αἰθύσσων παλάμας ἐπενήχετο κύματα τέμνων
他便挥动双掌泅渡,
χερσὶ θαλασσομόθοισιν, ἁλιρροίζῳ δὲ κυδοιμῷ
以惯于海战的双臂斩波破浪,
μαρνάμενος ῥοθίοισι μετʼ ἀνέρας ἔσχισεν ὕδωρ.
在海潮呼啸的喧嚣中抗击激流,奋力斩水扑向敌阵。
εἰναλίης δὲ τάλαντα μάχης ἔκλινε Κρονίων,
克洛诺斯之子倾斜了海战的天秤,
νίκην ὑδατόεσσαν ἐπεντύνων Διονύσῳ·
为狄奥尼索斯筹备了一场水上的胜利;
καὶ βυθίῳ τριόδοντι κορύσσετο κυανοχαίτηςμαρνάμενος δηίοισι, καὶ ἄβροχον ἡνιοχεύων
黑发之神亦持深海的三叉戟全副武装对抗敌军,
ἅρμα Ποσειδάωνος ἐβακχεύθη Μελικέρτης.
墨利客耳忒斯驾驭着波塞冬未湿的战车如痴如狂。
καὶ πισύραις κατὰ πόντον ἐφιππεύοντες ἀέλλαις
四股风暴驰骋海面,卷起高耸如塔的巨浪,
κύματα πυργώσαντες ἐθωρήχθησαν ἀῆται,
风神们披甲上阵,
δυσμενέων ἐθέλοντες ἀιστῶσαι στίχα νηῶν,
渴望覆灭敌船的队列——有的相助德里阿得斯,
οἱ μὲν Δηριαδῆος ἀρηγόνες, οἱ δὲ Λυαίου·
有的策应卢阿奥斯。
καὶ Ζέφυρος κεκόρυστο, Νότος δʼ ἐπεσύρισεν Εὔρῳ,
西风全副武装,南风呼啸着对抗东风,
καὶ Βορέης Θρήισσαν ἄγων ἀντίπνοον αὔρην
北风携来色雷斯的对冲狂风,
ἄγρια μαινομένης ἐπεμάστιε νῶτα θαλάσσης.
猛烈抽打着汹涌大海的狂暴脊背。
καὶ στόλον ἰθύνουσα μαχήμονα Δηριαδῆος
主掌纷争的厄里斯引导着德里阿得斯的好战舰队,
ὑσμίνης Ἔρις ἦρχε· Διωνύσοιο δὲ νηῶν
领军鏖战;而在狄奥尼索斯的船上,
Ἰνδοφόνῳ παλάμῃ κολπώσατο λαίφεα Νίκη.
胜利女神以诛灭印度的双手使风帆鼓胀。
χείλεσι δʼ ἰκμαλέοισι μαχήμονα κόχλον ἐρείσας
涅柔斯将战斗的海螺紧抵湿润的嘴唇,
εἰναλίῃ σάλπιγγι μέλος μυκήσατο Νηρεύς·
以海之军号吹奏出沉鸣的号音;
καὶ Θέτις ἐσμαράγησεν ἐνυαλίης μέλος Ἠχοῦς
忒提斯亦在父祖的波涛上鸣响战斗回音的曲调,
κύμασι πατρῴοισι προασπίζουσα Λυαίου.
护卫着卢阿奥斯。
Εὐρυμέδων δὲ Κάβειρος ἐθήμονα δαλὸν ἀείρων
卡贝洛斯人欧律墨冬高举惯用的火把,
ὑσμίνης δόλον εὗρεν ἀρηγόνα· μηκεδανὴν γὰρ
设下了助战的妙计:他将自己的修长战船点燃,
νηῦν ἰδίην ἔφλεξεν ἑκούσιον ἁψάμενος πῦρ·
甘愿燃起烈火;
νεύμασι Βακχείοισι περισκαίρουσα θαλάσσῃ,
在巴克科斯的示意下,烈焰在海面跳跃周游,
καὶ λοξαῖς ἑλίκεσσιν ἀφʼ ὁλκάδος ὁλκάδα βαίνων
以蜿蜒的回旋从一艘商船蔓延至另一艘商船,
κύκλον ἐς αὐτοέλικτον ἐνήχετο πυρσὸς ἀλήτης,
那游荡的明火化作自行旋卷的圆环游弋而去,
καίων ἔνθα καὶ ἔνθα πολυσπερέων στίχα νηῶν.
四处焚烧着分散各处的战船阵列。
καὶ σέλας ἀθρήσασα πυριβλήτοιο θαλάσσης
瞥见火光灼灼的大海,
Νηρεῒς ἀκρήδεμνος ἐδύσατο βένθεα πόντου,
褪去面纱的涅瑞伊得斯潜入汪洋深处,
αἰθομένου φεύγουσα διʼ ὕδατος ἰκμαλέον πῦρ.
穿透燃烧的水波躲避那湿润的烈火。
χάζετο δʼ Ἰνδὸς ὅμιλος ἐπὶ χθόνα, πόντον ἐάσας·
印度大军放弃海洋,退避至陆地;法厄同不禁失笑,
καὶ Φαέθων ἐγέλασσεν, ὅτι προτέρους μετὰ δεσμοὺς
笑那善战海战的阿瑞斯在先前的桎梏之后,
ἐκ πυρὸς Ἡφαίστοιο πάλιν φύγε ναύμαχος Ἄρης.3
竟又在海战中从赫淮斯托斯的烈火前溃逃。
Δηριάδης δʼ ἀκίχητος ἰδὼν φλόγα σύνδρομον αὔραις
难以企及的德里阿得斯眼见烈焰与疾风同行,
εἰς πεδίον πεπότητο θοώτερα γούνατα πάλλων,
展动迅捷的双膝飞奔向平原,
φεύγων ὑγρὸν Ἄρηα θαλασσομόθου Διονύσου.
逃离那在海中鏖战的狄奥尼索斯的水上阿瑞斯。
- 39.325πουλύποδος σκολιοῖο περιπλεχθέντα κορύμβοις
修饰上一段落末行 ἰὸν ἀλήτην(游弋的箭矢)的宾格分词短语。承接前文的“带宾格的不定式”结构(ἦν ἐσιδεῖν ... ἰὸν ... περιπλεχθέντα),语义为“可以看见那支箭缠绕在章鱼的触须之间”。
- 39.332εἰς σκοπὸν ἀχρήιστον ἀνουτήτου Διονύσου
ἀνουτήτου Διονύσου 是依附于 σκοπόν 的同位语性或解释性属格(“瞄准那不可被创伤的狄奥尼索斯这一徒劳的目标”)。形容词 ἀχρήιστον(“无用的”、“徒劳的”)修饰 σκοπόν,指以一位刀枪不入的神祇为目标注定劳而无功。
- 39.404ἐκ πυρὸς Ἡφαίστοιο πάλιν φύγε ναύμαχος Ἄρης
此处运用了转喻手法,以赫淮斯托斯指代“烈火”,以阿瑞斯指代“战事/印度敌军”,典出赫淮斯托斯曾用无形铁网困住阿瑞斯的神话(προτέρους μετὰ δεσμούς)。法厄同发笑,是因为这位在海战(ναύμαχος)中交战的“阿瑞斯”如今再次在赫淮斯托斯(火船的烈焰)面前落荒而逃。
