- 底本
- Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2045.tlg001.humanitext-grc2:38.347-38.434
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
淮同失控的狂奔令天界星宿与宇宙秩序陷入大混乱,最终父神宙斯以霹雳将其击落,恢复了天地间的平衡。淮同被化为御夫座,厄里达诺斯河亦升入星空,悲泣的姐妹们则化作了树木。
ὣς φαμένου1 Φαέθων πλέον ἤλασεν, ἅρμα παρέλκων
他这般说完,淮同却驾车更为疯狂,
εἰς Νότον, εἰς Βορέην, Ζεφύρου σχεδόν, ἐγγύθεν Εὔρου.
将战车猛拽向南方、北方、靠近西风之处以及东风近旁。
καὶ κλόνος αἰθέρος ἦεν, ἀκινήτοιο δὲ κόσμουἁρμονίην ἐτίναξεν· ἐδοχμώθη δὲ καὶ αὐτὸς
天界大乱,撼动了不动宇宙的和谐;
αἰθέρι δινήεντι μέσος τετορημένος ἄξων.
那在回旋苍穹中横贯中央的车轴本身也被扭歪。
καὶ μόγις αὐτοέλικτον ἐλαφρίζων πόλον ἄστρων
利比亚的阿特拉斯勉力支撑着自行旋转的星空之极,
ὀκλαδὸν ἐστήρικτο Λίβυς κυρτούμενος Ἄτλας,
屈膝弯腰驻足,
μείζονα φόρτον ἔχων· καὶ ἰσήμερον ἔκτοθεν Ἄρκτουκύκλον ἐπιξύων ἑλικώδεϊ γαστέρος ὁλκῷ
承受着更沉重的重担。天龙座与星光灿烂的金牛座并辔而行,
σύνδρομος ἀστερόεντι Δράκων ἐπεσύρισε Ταύρῳ,
在大熊座外侧以腹部的螺旋游迹摩擦着昼夜平分之环,
καὶ Κυνὶ σειριάοντι Λέων βρυχήσατο λαιμῷ,
嘶嘶作响;狮子座从咽喉中对着炽热的天狼星咆哮,
αἰθέρα θερμαίνων μαλερῷ πυρί, καὶ θρασὺς ἔστη
以凶猛的烈焰灼烤长空,
καρκίνον ὀκταπόδην κλονέων λασιότριχι παλμῷ·
傲然矗立,以耸动的蓬乱鬣毛扰乱八足的巨蟹座;
οὐρανίου δὲ Λέοντος ὀπισθιδίῳ παρὰ ταρσῷ
在天界雄狮的后足旁,
παρθένον ἀγχικέλευθον ἐμάστιε δίψιος οὐρή·
干渴的尾巴抽打着近旁的室女座;
κούρη δὲ πτερόεσσα παραΐξασα Βοώτην
生翼的少女掠过牧夫座,
ἄξονος ἐγγὺς ἵκανε καὶ ὡμίλησεν Ἁμάξῃ·
来到车轴近旁,依傍着大车座;
καὶ δυτικὴν παρὰ νύσσαν ἀλήμονα φέγγεα πέμπων
启明星在西方的标界旁散发迷乱的光芒,
ἕσπερον ἀντικέλευθον Ἑωσφόρος ὤθεεν ἀστήρ·
推挤着对面行来的长庚星;
πλάζετο δʼ ἠριγένεια· καὶ ἠθάδος ἀντὶ Λαγωοῦ
黎明迷失了方向;炽烈的天狼星舍弃了惯常的猎兔,
Σείριος αἰθαλόεις ἐδράξατο διψάδος Ἄρκτου·
扑向干渴的大熊座;
διχθὰ δὲ καλλείψαντες, ὁ μὲν Νότον, ὃς δὲ Βορῆα,
作为宝瓶座邻人的星光双鱼座一分为二,
ἰχθύες ἀστερόεντες ἐπεσκίρτησαν Ὀλύμπῳ,
一者奔离南方,一者奔离北方,
γείτονες Ὑδροχόοιο· κυβιστητῆρι δὲ παλμῷ
跃上奥林匹斯;回旋的海豚座以翻滚的跃动与摩羯座并肩舞蹈;
σύνδρομος Αἰγοκερῆος, ἕλιξ ὠρχήσατο Δελφίς·
而在星辰之中,
καὶ Νοτίης ἑλικηδὸν ἀποπλαγχθέντα κελεύθου
俄里翁也对那自南方道路螺旋偏离、
σκορπίον ἀγχικέλευθον, ἑῆς ψαύοντα μαχαίρης,
已触及〔俄里翁〕自身佩剑的邻近天蝎座心惊胆战,
ἔτρεμεν Ὠρίων καὶ ἐν ἄστρασι, μὴ βραδὺς ἕρπων
唯恐它缓慢爬行,
ἄκρα ποδῶν ξύσειε τὸ δεύτερον ὀξέι κέντρῳ·
以锐利的螫针再次刺中自己的足尖。
καὶ σέλας ἡμιτέλεστον ἀποπτύουσα προσώπου
正午的月亮从面上吐出半残的光芒,
ἀκροκελαινιόωσα μεσημβριὰς ἄνθορε Μήνη·
边缘发黑地跃起;
οὐ γὰρ ὑποκλέπτουσα νόθον σέλας ἄρσενι πυρσῷ
因为她未曾以雄性的烈火窃取伪造的光芒,
ἀντιπόρου Φαέθοντος ἀμέλγετο σύγγονον αἴγλην·
也未曾从对向奔驰的淮同身上汲取同类的光辉。
πληιάδος δὲ φάλαγγος ἕλιξ ἑπτάστερος ἠχὼ
昴星团战阵回旋的七星回响,
οὐρανὸν ἑπτάζωνον ἐπέβρεμε κυκλάδι φωνῇ·
以环转的声音在七重带的天空轰鸣;
καὶ κτύπον αἰθύσσοντες ἰσηρίθμων ἀπὸ λαιμῶν
逆向奔跑的游星从等数的咽喉中迸发喧嚣,
ἀστέρες ἀντιθέοντες ἐβακχεύθησαν ἀλῆται·
如狂女般陷入癫狂:
Ζῆνα μὲν ὤθεε Κύπρις, Ἄρης Κρόνον, εἰαρινῆς δὲ
塞浦路斯女神推挤着宙斯,阿瑞斯推挤着克洛诺斯,
Πλειάδος ἐγγὺς ἵκανεν ἐμὸς μετανάστιος ἀστήρ,2
而我那流移的星辰走近了春日的昴星,
ἄστρασι δʼ ἑπταπόροις κεράσας ἐμφύλιον αἴγληνἡμιφανὴς ἀνέτελλεν ἐμῇ παρὰ μητέρι Μαίῃ,
将同族的光辉融入七重行途的星宿,
ἅρματος οὐρανίοιο παράτροπος, ᾧ πέλεν αἰεὶ
在我的母亲迈亚身旁半显地升起——它本偏离了天车的正轨,
σύνδρομος ἢ προκέλευθος ἑώιος, ἑσπέριος δὲ
原本常是它的并肩同伴或清晨的先驱,
ἠελίου δύνοντος ὀπίστερα φέγγεα πέμπει·
而在黄昏则在日落之后送出光华;
καί μιν, ὅτε δρόμον ἶσον ἔχων ἰσόμοιρος ὁδεύει,
当它维持均等行程并走过均等度数时,
ἠελίου κραδίην ἐπεφήμισαν ἴδμονες ἄστρων·
识星之人便将其誉为太阳的心脏。
καὶ δροσεραῖς νιφάδεσσι διάβροχον αὐχένα τείνων
欧罗巴的新郎、
νυμφίος Εὐρώπης μυκήσατο Ταῦρος Ὀλύμπου,
奥林匹斯的金牛座伸展浸透湿润雪花的脖颈,
εἰς δρόμον ὀρθώσας πόδα καμπύλον· ὀξυτενὲς δὲ
挺直弯曲的双足准备奔跑而发出哞叫;
δοχμώσας Φαέθοντι κέρας λοξοῖο μετώπου
他将歪斜前额上尖锐的长角斜向淮同,
οὐρανίην φλογερῇσιν ἐπέκτυπεν ἄντυγα χηλαῖς·
以炽热的蹄子踏响天轮的外缘。
καὶ θρασὺς ἐκ κολεοῖο παρήορον αἴθοπι μηρῷ
英勇的俄里翁从鞘中拔出跨在炽烈大腿旁的佩剑;
Ὠρίων ξίφος εἷλκε· καλαύροπα πάλλε Βοώτης·
牧夫座挥动牧杖;
καὶ ποδὸς ἀστραίοιο μετάρσια γούνατα πάλλων
珀伽索斯晃动星光之足的高耸膝弯而长嘶,
Πήγασος ἐχρεμέτιζε, καὶ αἰθύσσων πόλον ὁπλῇ
那半现的利比亚神马以蹄子激荡天极,
ἡμιφανὴς Λίβυς ἵππος ἐπέτρεχε γείτονι Κύκνῳ,
冲向近邻的天鹅座,
καὶ κοτέων πτερὰ πάλλεν, ὅπως πάλιν ἡνιοχῆα
愤怒地拍打双翼,
ἄλλον ἀκοντίσσειεν ἀπʼ αἰθέρος, οἷα καὶ αὐτὸν
意欲再次将另一位御者掷下长空,
ἄντυγος οὐρανίης ἀπεσείσατο Βελλεροφόντην,
正如同当年它将柏勒洛丰从天轮上甩落一般。
οὐκέτι δʼ ὑψιπόροιο Βορειάδος ἐγγύθι νύσσης
盘旋的双熊座不再于高飞的北方标界近旁环绕彼此的腰际起舞,
ἀλλήλων ἐχόρευον ἐπʼ ἰξύι κυκλάδες Ἄρκτοι,ἀλλὰ Νότῳ μίσγοντο, καὶ Ἑσπερίῃ παρὰ λίμνῃ
而是混入南方,
ἄβροχον ἴχνος ἔλουσαν ἀήθεος Ὠκεανοῖο.
在西方的湖畔将原本不沾水迹的双足浸入了陌生的俄刻阿诺斯之中。
Ζεὺς δὲ πατὴρ Φαέθοντα κατεπρήνιξε κεραυνῷ
于是父神宙斯以霹雳将淮同击落,
ὑψόθεν αὐτοκύλιστον ὑπὲρ ῥόον Ἠριδανοῖο·
使他自高空翻滚坠入厄里达诺斯河的波涛之上;
δήσας δʼ ἁρμονίην παλινάγρετον ἥλικι δεσμῷ
宙斯以原初的纽带重系得以恢复的和谐,
ἵππους Ἠελίῳ πάλιν ὤπασεν, αἰθέριον δὲ
将神马重新交还太阳,
ἀντολίῃ πόρεν ἅρμα, καὶ ἀρχαίῃ παρὰ νύσσῃ
把天车赋予东方,
ἀμφίπολοι Φαέθοντος ἐπέτρεχον εὔποδες Ὧραι.
而作为淮同侍从的健步时序女神们重新奔回古老的标界旁。
γαῖα δὲ πᾶσα γέλασσε τὸ δεύτερον· ἠερόθεν δὲ
整座大地再次绽开笑容;从高空,
ζωοτόκου Διὸς ὄμβρος ὅλας ἐκάθηρεν ἀρούρας,καὶ διερῇ ῥαθάμιγγι κατέσβεσε πυρσὸν ἀλήτην,ὅσσον ἐπὶ χθόνα πᾶσαν ἐριφλεγέων ἀπὸ λαιμῶν
育化生灵的宙斯之雨洗净了所有的田野,
οὐρανόθεν χρεμέθοντες ἀπέπτυον αἴθοπες ἵπποι.
以湿润的甘霖扑灭了流荡的烈火——那是烈火神马在天界嘶鸣时从炽热咽喉向全地喷吐的一切。
Ἠέλιος δʼ ἀνέτελλε παλίνδρομον ἅρμα νομεύων·
太阳升起,驾驭着折返的战车;
καὶ σπόρος ἠέξητο, πάλιν δʼ ἐγέλασσαν ἀλωαί.
种子生长,打谷场再次洋溢欢笑,
δεχνύμεναι προτέρην βιοτήσιον αἰθέρος αἴγλην.
迎接着苍穹昔日滋养生命的辉光。
Ζεὺς δὲ πατὴρ Φαέθοντα κατεστήριξεν Ὀλύμπῳ
父神宙斯将淮同安置于奥林匹斯,
εἴκελον Ἡνιόχῳ καὶ ἐπώνυμον·3 οὐράνιον δὲ
肖似御夫并以此为名;
πήχεϊ μαρμαίροντι σελασφόρον Ἅρμα τιταίνων
他以闪耀的手臂拉紧光芒四射的天车,
εἰς δρόμον ἀίσσοντος ἔχει τύπον Ἡνιοχῆος,
保持着冲入赛道的御夫姿态,
οἷα πάλιν ποθέων καὶ ἐν ἄστρασιν ἅρμα τοκῆος.
仿佛在星群之中依然渴望着父亲的战车。
καὶ ποταμὸς πυρίκαυτος ἀνήλυθεν εἰς πόλον ἄστρων
经火焚烧的河流也在宙斯准允之下升入星空之极,
Ζηνὸς ἐπαινήσαντος, ἐν ἀστερόεντι δὲ κύκλῳ
在星辰的圆环中,
Ἠριδανοῦ πυρόεντος ἑλίσσεται ἀγκύλον ὕδωρ.
炽热的厄里达诺斯河曲折的水流蜿蜒流淌。
γνωταὶ δʼ ὠκυμόροιο δεδουπότος ἡνιοχῆος
猝然殒命落马的御者,
εἰς φυτὸν εἶδος ἄμειψαν, ὀδυρομένων δʼ ἀπὸ δένδρων
其姐妹们化作草木之形,从哀泣的树木上,
ἀφνειὴν πετάλοισι κατασταλάουσιν ἐέρσην.
于叶片间滴落着丰饶的甘露。
- 38.347ὣς φαμένου
属格独立结构。句中省略了逻辑主语,指代在上一段末尾劝阻淮同的启明星(福斯福洛斯,ἴαχε Φωσφόρος ἀστήρ)。
- 38.385ἐμὸς μετανάστιος ἀστήρ
第一人称物主形容词 ἐμός(“我的”)指本故事的讲述者赫尔墨斯神。因此,“我的星”指水星(赫尔墨斯之星),这也与后文的 ἐμῇ παρὰ μητέρι Μαίῃ(“在我的母亲迈亚身旁”)相吻合。
- 38.425εἴκελον Ἡνιόχῳ καὶ ἐπώνυμον
作为 κατεστήριξεν 的宾语 Φαέθοντα 的表语性同位语,意为“肖似御夫并以此为名(赫尼奥霍斯/御夫)”。指淮同被化为天上的御夫座(Auriga)。
