← 诺努斯

狄奥尼索斯谭

§37.691-37.778

铁饼比赛决胜与射箭及标枪竞技

哈利墨得斯以最远的投掷距离夺得铁饼比赛冠军;随后的射箭比赛中,阿斯忒里俄斯射断了系绳,而许墨奈俄斯则在空中射中了逃逸的鸽子从而获胜。在随后的无血标枪模拟战中,埃阿科斯与阿斯忒里俄斯激烈交锋,狄奥尼索斯在二人致伤前及时制止,并向双方颁发了奖品。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
691

ὄρθιον·1 ἠερόθεν δὲ πεσὼν ἐκυλίνδετο γαίῃ

笔直地向前飞去。那圆盘自空中坠下,

ἅλματι τηλεπόρῳ, πεφορημένος εἰσέτι παλμῷ

因那敏捷之手残存的甩动力道而继续前冲,

χειρὸς ἐυστρέπτοιο, φέρων αὐτόσσυτον ὁρμήν,

保持着自主疾冲的势头,以长远的弹跳在地面上翻滚,

εἰσόκε σήματα πάντα παρέδραμεν· ἀγρόμενοι δὲ

直至越过了所有标记。

695

πάντες ἐπεσμαράγησαν ὀπιπευτῆρες ἀγῶνος,

围观这场竞技的人群全都聚拢高呼赞叹,

ἁλλομένου δίσκοιο τεθηπότες ἄστατον ὁρμήν.

惊异于那跳跃圆盘未停的冲势。

καὶ δονέων δύο δοῦρα σὺν ὑψιλόφῳ τρυφαλείῃ

心怀傲气的哈利墨得斯挥舞着双矛与高缨头盔,

διπλόα δῶρα κόμιζεν ἀγηνορέων Ἁλιμήδης·

捧走了双份奖品;

ἄκμων δʼ εἰλιπόδης χρυσαυγέα κούφισε μίτρην·

步履迟缓的阿克蒙则抱起了闪耀金光的腰带;

700

καὶ τρίτος Εὐρυμέδων φιάλην ἀπύρωτον ἀείρας

第三位欧律墨冬举起那只未历火炼、带有双耳的浅酒碗,

ἀμφίθετον κτέρας εἷλε· κατηφιόων δὲ προσώπῳ

将这宝物收归己有;而墨利修斯则面带沮丧之色,

νεβρίδα ποικιλόνωτον ἀνηέρταζε Μελισσεύς.

提起了斑纹背饰的鹿皮衣。

καὶ προμάχοις Διόνυσος ἀέθλια θήκατο τόξου,

随后狄奥尼索斯为领头的勇士们设下了射箭比赛的奖赏,

εὐστοχίης ἀνάθημα· καὶ ἑπταέτηρον ἐρύσσας

作为对精准技艺的酬谢。

705

ἡμίονον ταλαεργὸν ἐνεστήριξεν ἀγῶνι,

他牵来一头七岁而耐劳的骡子置于赛场中,

καὶ δέπας εὐποίητον ἀέθλιον ἵστατο νίκης

又立起一只制作精巧的杯爵,

ἀνδρὶ χερειοτέρῳ πεφυλαγμένον. Εὐρύαλος δὲ

作为留给技逊一筹者的胜赏。

νήιον ὀρθώσας περιμήκετον ἱστὸν ἀρούρῃστῆσεν ὑπὲρ δαπέδου ψαμαθώδεος, ὑψιφανῆ δὲ

欧律阿罗斯将一根硕长巨大的船桅笔直立于原野的沙地之上,

710

δέσμιον ᾐώρησε πελειάδα σύμπλοκον ἱστῷ,

并用细线缠绕〔鸽子〕双足,

λεπταλέον δισσοῖσι μίτον περὶ ποσσὶν ἑλίξας.

将一只高挂可见的鸽子系在桅杆上。

καὶ θεὸς ἀγρομένοις ἐναγώνιον ἴαχε φωνήν,εἰς σκοπὸν ἠερόφοιτον ὀιστευτῆρας ἐπείγων·

神明向聚拢的众人发出了开赛的呼声,催促射手们瞄准那游弋空中的目标:

ὃς μὲν ὀιστεύσειε πελειάδος ἄκρα τορήσας,

“凡射穿鸽子边缘的人,

715

ἡμίονον φερέτω πολυαλφέα, μάρτυρα νίκης·

便可赢得这匹大获收益的骡子作为胜利的凭证;

ὃς δὲ παραπλάζοιτο πελειάδος εἰς σκοπὸν ἕλκων,

但若有人向着目标拉弓却偏离了鸽子,

ὄρνιν ἐυγλώχινι λιπὼν ἀχάρακτον ὀιστῷ,

虽让利镞之箭未伤及飞鸟,

ἄκρα δὲ μηρίνθοιο βαλὼν πτερόεντι βελέμνῳ,

却以飞矢射中了绑绳的末端,由于射技稍逊,

ἥσσονα τοξεύσειε καὶ ἥσσονα δῶρα δεχέσθω·2

便请接受次等的礼物:

720

ἀντὶ γὰρ ἡμιόνου δέπας οἴσεται, ὄφρά κε Φοίβῳ

他将得到杯爵而非骡子,

τοξοφόρῳ σπείσειε καὶ οἰνοχύτῳ Διονύσῳ.

好用来向持弓的福玻斯与倾注琼浆的狄奥尼索斯奠酒。”

τοῖον ἔπος βοόωντος ἐχεκτεάνοιο Λυαίου

当拥有无尽财富的吕埃俄斯这般高呼时,

εὐχαίτης Ὑμέναιος ἑκηβόλος εἰς μέσον ἔστη

秀发披肩、善于远射的许墨奈俄斯步入场中,

εἰς σκοπὸν ἰθυκέλευθον ἄγων ἀντώπιον ἱστοῦ,

正对桅杆径直向目标瞄准。

725

Κνώσσια τόξα φέρων τετανυσμένα κυκλάδι νευρῇ,

阿斯忒利俄斯抽中了出场次序,

Ἀστέριος προέηκε βέλος κλήροιο τυχήσας,3

拉满挽着圆形弓弦的克诺索斯之弓,射出了飞箭,

καὶ τύχε μηρίνθοιο· δαϊζομένης δὲ βελέμνῳ

正中绳索。〔绳索〕被箭矢割断后,

ἠερίη πεφόρητο μετάρσιος ὄρνις ἀλήμων·

那只迷离的飞鸟向高空飘荡飞去,

καὶ μίτος εἰς χθόνα πῖπτε. διʼ ὑψιπόρου δὲ κελεύθου

而细线落于地面。

730

ὄμμα φέρων ἑλικηδόν, ὑπὲρ νεφέων δὲ δοκεύων

射手许墨奈俄斯顺着高高的飞升轨迹转动目光,

τοξευτὴρ Ὑμέναιος ἑτοιμοτάτης ἀπὸ νευρῆς

凝视于云霄之上,

εἰς σκοπὸν ἠερόφοιτον ὑπηνέμιον βέλος ἕλκων

自蓄势待发的弓弦上将顺风飞箭引向那翱翔于空中的目标,

ὀξύτερον προέηκε, πελειάδος ἄντα τιταίνων·

更为锐利地射出,直对鸽子而去。

καὶ πτερόεις πεπότητο διʼ ἠέρος ἰὸς ἀλήτης

带有羽翼的飞箭巡游于空中,显现于天际,

735

ἀκροφανής, μέσα νῶτα παραξύων νεφελάων,

擦过云层的脊背正中,伴着疾风呼啸鸣响;

συρίζων ἀνέμοισι· βέλος δʼ ἴθυνεν Ἀπόλλων

而阿波罗引导着箭矢的方向,

πιστὰ φέρων δυσέρωτι κασιγνήτῳ Διονύσῳ·

以此忠实相助于他那为爱苦恼的兄弟狄奥尼索斯。

ἱπταμένης δʼ ἐτύχησε πελειάδος, ἐσσυμένης δὲ

飞箭击中了飞翔中的鸽子,

στήθεος ἄκρον ἔτυψε· βαρυνομένου δὲ καρήνου

在其疾飞之际贯穿了胸膛的边缘;沉重的头颅低垂,

740

ὄρνις ἀελλήεσσα διʼ ἠέρος ἔμπεσε γαίῃ·

疾如风暴的飞鸟穿过长空坠向大地。

ἡμιθανὴς δὲ πέλεια περὶ πτερὰ πάλλε κονίῃ,

半死的鸽子在尘土中拍打双翼,

ποσσὶ περισκαίρουσα χοροπλεκέος Διονύσου.

在交织着舞步的狄奥尼索斯脚边扑腾跳跃。

καὶ θεὸς ἡβητῆρος ἀναθρῴσκων ἐπὶ νίκῃ

神明因少年的胜利雀跃不已,

χεῖρας ἐπεπλατάγησεν ἐπικλάγξας Ὑμεναίῳ·

拍手为许墨奈俄斯高声欢呼;

745

ξυνοὶ δʼ εἰν ἑνὶ πάντες, ὅσοι παρέμιμνον ἀγῶνι,

凡留在赛场的所有人无不同声赞叹,

ἀγχινεφῆ θάμβησαν ἑκηβολίην Ὑμεναίου.

惊服于许墨奈俄斯那接近云端的远射神技。

καὶ γελόων Διόνυσος ἑαῖς παλάμῃσιν ἐρύσσας

狄奥尼索斯欢笑着,

ἡμίονον πόρε δῶρον ὀφειλομένην Ὑμεναίῳ·

亲手牵来那头应得的骡子作为礼物赐予许墨奈俄斯;

καὶ γέρας Ἀστερίοιο δέπας κούφιζον ἑταῖροι.

而同伴们则抬起了属于阿斯忒利俄斯的奖品——那只酒杯。

750

καὶ φιλίην ἐπὶ δῆριν ἀκοντιστῆρας ἐπείγων

接着巴克科斯催促标枪手们展开友好的较量,

Ἰνδικὰ Βάκχος ἄεθλα φέρων παρέθηκεν ἀγῶνι,

取来印度的战利品置于赛场:

διχθαδίην κνημῖδα καὶ Ἰνδῴης λίθον ἅλμης.

一对护胫与一颗产自印度之海的宝石。

ὀρθωθεὶς δʼ ἀγόρευε, δύω δʼ ἐκέλευσε μαχηταῖς,

他挺身而立,向两位战士宣告,

ὄφρα μόθῳ παίζοντι καὶ οὐ κτείνοντι σιδήρῳμιμηλὴν τελέσωσιν ἀναίμονος εἰκόνα χάρμης·

命他们以嬉戏般的交战与不伤人的铁器,演练出一场没有流血的战斗景象:

Οὗτος ἀγὼν δύο φῶτας ἀκοντιστῆρας ἐγείρων

“这项激励两位标枪勇士的竞技,

μείλιχον οἶδεν Ἄρηα καὶ εὐδιόωσαν Ἐνυώ.

深知温和的阿瑞斯与晴朗的厄纽俄。”

ὣς φαμένου Βρομίοιο σιδήρεα τεύχεα πάλλων

布罗米俄斯言毕,

Ἀστέριος κεκόρυστο, καὶ Αἰακὸς εἰς μέσον ἔστη

阿斯忒利俄斯抖动着铁制兵器披挂整齐,

760

χάλκεον ἔγχος ἔχων, πολυδαίδαλον ἀσπίδα πάλλων,οἷα λέων ἄγραυλος ἐπαΐσσων τινὶ ταύρῳ

而埃阿科斯手持青铜长矛、挥动着精巧盾牌立于中央,

ἢ συῒ λαχνήεντι· σιδηρείῳ δὲ χιτῶνι

宛如野外狮子扑向公牛或多毛的野猪。

εἰς μέσον ἐρρώοντο καλυψάμενοι δέμας ἄμφω

阿瑞斯的两位战士皆披着铁甲战袍进至场中:

Ἄρεος αἰχμητῆρες· ὁ μὲν δόρυ θοῦρον ἰάλλων

阿斯忒利俄斯秉承着米诺斯的祖传勇武,

765

Ἀστέριος, Μίνωος ἔχων πατρώιον ἀλκήν,

掷出凌厉的长矛,

οὔτασε δεξιτεροῖο βραχίονος ἄκρον ἀμύξας·

划伤擦破了对手的右臂前段;

ὃς δὲ κατʼ ἀσφαράγοιο σιδήρεον ἔγχος ἀείρων

而埃阿科斯将铁矛对准咽喉举起,

Αἰακός, ὑψιμέδοντος ἑοῦ Διὸς ἄξια ῥέζων,

做出配得上其崇高父神宙斯的勇武举动,

νύξαι μὲν μενέαινε μεσαίτατον ἀνθερεῶνα·

企图直刺对方下巴的正中。

770

ἀλλά ἑ Βάκχος ἔρυκε καὶ ἥρπασε φοίνιον αἰχμήν,

但巴克科斯制止了他,夺下了染血的枪尖,

αὐχένα μὴ πλήξειεν4 ἀκοντιστῆρι σιδήρῳ·

以免标枪的铁刃刺中颈项;他喝止了二人,以狂热的声音高呼:

ἀμφοτέρους δʼ ἀνέκοψε καὶ ἴαχε θυιάδι φωνῇ·

“掷下这些兵刃吧,

Ῥίψατε τεύχεα ταῦτα φίλην στήσαντες Ἐνυώ·

你们已经展现了友善的厄纽俄;

ἄρθμιος οὗτος Ἄρης, καὶ ἀνούτατοί εἰσιν ἀγῶνες.

此处的阿瑞斯是结盟言和之神,这竞技本就不可伤人。”

775

ἔννεπεν· ἐγρεμόθου δὲ λαβὼν πρεσβήια νίκηςΑἰακὸς αὐχήεις χρυσέας κνημῖδας ἀείρων

他言罢,傲然的埃阿科斯获得了唤醒战意之胜的头等荣耀,

δῶκεν ἑῷ θεράποντι· καὶ ὕστερα δῶρα κομίζων

举起黄金护胫赐予自己的侍从;而阿斯忒利俄斯携来次等礼物,

Ἀστέριος κούφιζε δορικτήτην λίθον Ἰνδῶν.

捧起了自印度俘获的宝石。

语法注4 条
  1. 37.691ὄρθιον

    作宾格副词修饰上一段落末尾的动词 ἵπταται(飞翔),意为“笔直地”或“直立地”。该中性单数形容词单独置于句首以结束前一句,随后自 ἠερόθεν δὲ πεσὼν... 展开新的主句。

  2. 37.714ὃς μὲν ὀιστεύσειε ... φερέτω ... ὃς δὲ παραπλάζοιτο ... δῶρα δεχέσθω

    属于一种泛指/潜在条件句的变体:关系从句中采用希求语气(ὀιστεύσειε, παραπλάζοιτο),而主句中则使用命令语气(φερέτω, δεχέσθω)。在诗歌体中,单用希求语气起到了标准语法中 ἄν 搭配虚拟语气(将来泛指条件句)的作用。

  3. 37.726Ἀστέριος προέηκε βέλος κλήροιο τυχήσας

    在第723至725行中,许墨奈俄斯原本看似作为主语正摆开射击架势(Ὑμέναιος ... εἰς μέσον ἔστη ... ἄγων ... φέρων),但到了第726行,主语突兀地转向了阿斯忒里俄斯(Ἀστέριος)。这一诗意突转是为了交代阿斯忒里俄斯抽中了先射的签(κλήροιο τυχήσας),而对许墨奈俄斯动作的描写则在随后的第729行起重新接续。

  4. 37.771αὐχένα μὴ πλήξειεν

    由历史过去时动词 ἔρυκε 与 ἥρπασε 引出的防止/担忧从句,连词 μή 后接希求语气(πλήξειεν),表达主语狄奥尼索斯的意图与顾虑:“以免他击中颈部”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2045.tlg001.humanitext-grc2:37.691-37.778