- 底本
- Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2045.tlg001.humanitext-grc2:37.0-37.86
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
印度军与狄奥尼索斯军队休战收葬阵亡者;巴克科斯军旅为战殁的奥斐尔忒斯筑起宏大的火葬柴堆,献祭了俘获的印度人与牲畜,并在法乌努斯与风神的相助下整夜燃起烈火。
ἧχι τριηκοστὸν πέλεν ἕβδομον, εἵνεκα νίκης ἀνδράσιν ἀθλοφόροις ἐπιτύμβιοί εἰσιν ἀγῶνες.
第三十七卷:为争夺胜利而给折桂勇士举行的葬礼竞技会。
ὣς οἱ μὲν φιλότητι μεμηλότες ἔμφρονες Ἰνδοί,
就这样,
Βακχείην ἀνέμοισιν ἐπιτρέψαντες Ἐνυώ,
重修旧好的贤明印度人将巴克科斯的厄纽俄战事交付风中,
ὄμμασιν ἀκλαύτοισιν ἐταρχύσαντο θανόντας,
以无泪之目收葬战殁者,
οἷα βίου βροτέου γαιήια δεσμὰ φυγόντας1
仿佛他们已逃脱了凡人生命的尘世羁绊,
ψυχῆς πεμπομένης, ὅθεν ἤλυθε, κυκλάδι σειρῇ
而灵魂则依循循环之索被送回其所自来的初始标记处;
νύσσαν ἐς ἀρχαίην· στρατιὴ δʼ ἀμπαύετο Βάκχου.
巴克科斯的军旅亦得以休憩。
καὶ φιλίην Διόνυσος ἰδὼν πολέμοιο γαλήνην
狄奥尼索斯见战火止息、现出和睦的宁静,
πρώιος ἡμιόνους καὶ ὁμήλυδας ἄνδρας ἐπείγων
清晨便催促骡群和聚集的人众,
ἀζαλέην ἐκέλευσεν ἄγειν ὀρεσίτροφον ὕλην,
命他们搬运山中生长的枯木,
ὄφρα πυρὶ φλέξειεν ὀλωλότα νεκρὸν Ὀφέλτην.
以便投火焚化死去的奥斐尔忒斯的尸身。
τῶν μὲν ἔην προκέλευθος ἔσω πιτυώδεος ὕλης
在前引路领他们步入松林深处的是漫游荒野的法乌努斯,
Φαῦνος ἐρημονόμῳ μεμελημένος ἠθάδι λόχμῃ,
他熟悉那片惯常栖息的密林,
μητρὸς ὀρεστιάδος δεδαημένος ἔνδια Κίρκης.
精通山居之母喀耳刻的幽居之所。
καὶ δρυτόμῳ στοιχηδὸν ἐτέμνετο δένδρα σιδήρῳ·
伐木之铁一排排斩断林木:
πολλὴ μὲν πτελέη τανυήκεϊ τάμνετο χαλκῷ,
许多榆树被长刃的青铜砍倒,
πολλὴ δʼ ὑψιπέτηλος ἐπέκτυπε κοπτομένη δρῦς,
许多枝叶高悬的橡树在砍伐声中轰然倒下,
καὶ πολλὴ τετάνυστο πίτυς, καὶ ἐκέκλιτο πεύκη
许多松树横卧于地,油松亦带着干枯的叶子颓然倾覆;
αὐχμηροῖς πετάλοισι· πολυσπερέων δʼ ἀπὸ δένδρων
随着四散的林木被渐渐砍尽,
τεμνομένων κατὰ βαιὸν ἐγυμνώθησαν ἐρίπναι·
陡峭的绝壁逐步裸露;
καί τις Ἁμαδρυάδων μετανάστιος ἔστιχε Νύμφη,
木精哈玛德律阿得斯仙女们离巢迁徙,
πηγαίῃ δʼ ἀκίχητος ἀήθεϊ μίγνυτο κούρῃ.
未遭阻拦便融入素不相识的泉水女神之中。
καὶ πολὺς ἐρχομένοισιν ὀρίδρομος ἤιεν ἀνήρ,
许多在山间奔行的男子来往于行进者之间,
οὔρεος οἶμον ἔχων ἑτερότροπον· ἦν δὲ νοῆσαι
各自循着山峦的不同路径;
ὑψιφανῆ προβλῆτα κατήλυδα λοξὸν ὁδίτην
可见居高临下的悬崖处,
ποσσὶ πολυπλανέεσσιν· ἐυπλέκτοιο δὲ σειρῆς
迂回的行客迈着广涉四方的脚步斜趋而下。
πυκνὰ περισφίγξαντες ἀρηρότι δούρατα δεσμῷ
人们用编织坚固的绳索把木料紧紧绑缚牢固,
οὐρήων ἐπέθηκαν ὑπὲρ ῥάχιν· ἐσσυμένων δὲ
驮于骡背之上;
ἡμιόνων στοιχηδὸν ὀρίδρομος ἔκτυπεν ὁπλὴσπερχομένων, καὶ νῶτα πολυψαμάθοιο κονίης
随着骡群排成队急促奔行,山中飞驰的蹄声轰鸣,
συρομένων κατόπισθε φυτῶν ἐβαρύνετο φόρτῳ.
沙尘弥漫的地面也因身后拖拽的原木负重而沉陷。
καὶ Σάτυροι καὶ Πᾶνες ἐποίπνυον, ὧν ὁ μὲν αὐτῶν
萨堤洛斯与潘神们亦纷纷忙碌:
ὑλοτόμοις παλάμῃσιν ἀμοιβαίων ἀπὸ δένδρων
他们之中有人用伐木之手,
φιτροὺς ἀκαμάτοισιν ἐλαφρίζοντες ἀγοστοῖς
以不知疲倦的臂弯从被砍倒的树木中轻巧地抬起原木,
ποσσὶ φιλοσκάρθμοισιν ἐπεκροτάλιζον2 ἐρίπνῃ·
迈着喜好蹦跳的步子在峭壁上踏踏作响;
καὶ τὰ μὲν ὑλονόμοι χθονὶ κάτθεσαν, ἧχι τελέσσαι
这些林居者将木材置于地上,
Εὔιος ἐν δαπέδῳ σημήνατο τύμβον Ὀφέλτῃ.
正是厄维俄斯划定为奥斐尔忒斯筑墓之所。
καὶ πολὺς ἑσμὸς ἔην ἑτερόπτολις· ἀμφὶ δὲ νεκρῷ
来自各邦的人群络绎不绝;他们围在死者身旁,
πενθαλέην πλοκαμῖδα κατηφέι τάμνε σιδήρῳ·
以哀痛的铁刃割下悲悼的青丝。
ἀμφὶ δέ μιν στενάχοντες ἐπέρρεον ἄλλος ἐπʼ ἄλλῳ,
人们呜咽着纷至沓来,接连不断,
νεκρὸν ἀμοιβαίῃσιν ὅλον σκιόωντες ἐθείραις.
用交相献出的发丝遮蔽了整具遗体。
καὶ νέκυν ἔστενε Βάκχος ἀπενθήτοιο προσώπου
巴克科斯亦以无哀之容、无泪之目哀悼亡者,
ὄμμασιν ἀκλαύτοισιν, ἀκερσικόμου δὲ καρήνου
从未剪的发端割下一缕秀发,
πλοχμὸν ἕνα τμήξας ἐπεθήκατο δῶρον Ὀφέλτῃ.
置于奥斐尔忒斯身上作为赠礼。
ποίησαν δὲ πυρὴν ἑκατόμπεδον ἔνθα καὶ ἔνθαἸδαῖοι θεράποντες ὀριτρεφέος Διονύσου·
侍奉山养狄奥尼索斯的伊达仆从们在四下筑起百尺见方的火葬柴堆;
ἐν δὲ πυρῇ μεσάτῃ στόρεσαν νέκυν. ἀμφὶ δὲ νεκρῷ
他们在柴堆正中安放了遗体。在死者周围,
Ἀστέριος Δικταῖος ἐπήορον ἆορ ἐρύσσας
迪克特人阿斯忒里俄斯拔出佩剑,
Ἰνδοὺς κυανέους δυοκαίδεκα δειροτομήσας
割断了十二名肤色黝黑的印度俘虏的咽喉,
θῆκεν ἄγων στεφανηδὸν ἐπασσυτέρῳ τινὶ κόσμῳ·
将他们宛若花环般层层环列于遗体之旁;
ἐν δʼ ἐτίθει μέλιτος καὶ ἀλείφατος ἀμφιφορῆας.
又在柴堆中放置了盛满蜂蜜与油脂的双耳坛。
καὶ πολέες σφάζοντο βόες καὶ πώεα ποίμνης
许多牛群和羊群在柴堆前被宰杀;
πρόσθε πυρῆς· κταμένων δὲ βοῶν ἐπενήνεε νεκρῷ
他将宰杀的牛身环列,
σώματα κυκλωθέντα καὶ ἀρτιτόμων στίχας ἵππων,
又将新斩的战马列队堆放于死者之上,
ὧν ἄπο δημὸν ἅπαντα λαβὼν στοιχηδὸν ἑκάστου,3
并从每只祭牲身上依次取下所有脂肪铺展在死者周围,
ἀμφὶ νέκυν στορέσας, κυκλώσατο πίονα μίτρην.
环绕成一圈丰腴的脂带。
ἔνθα πυρὸς χρέος ἔσκε· φιλοσκοπέλοιο δὲ Κίρκης
此刻尚须燃火;
Φαῦνος ἐρημονόμος, Τυρσηνίδος ἀστὸς ἀρούρης,
居于荒野的法乌努斯是喜好崖岸的喀耳刻之子,
ὡς πάις ἀγροτέρης δεδαημένος ἔργα τεκούσης,
亦是第勒尼安之地的居民,
πυρσοτόκους λάιγγας, ὀρειάδος ὄργανα τέχνης,
作为深晓林居母亲技艺的子嗣,
ἤγαγεν ἐκ σκοπέλοιο, καί, ὁππόθι σήματα Νίκης
他从悬崖上取来生火的燧石——山中秘技的器械;
ἠερόθεν πίπτοντες ἐπιστώσαντο κεραυνοί,
又从自天而落证实胜利征兆的雷霆击落之处,
λείψανα θεσπεσίου πυρὸς ἤγαγεν, ὥς κεν ἀνάψῃ
带来了天火的遗烬,
πυρκαϊὴν φθιμένοιο· Διοβλήτῳ δὲ θεείῳ
以点燃亡者的柴堆。
ἀμφοτέρων ἔχρισε λίθων κενεῶνας ἀλείψας
他用遭雷击的硫磺涂抹两块生火之石的孔隙;
πυρσοτόκων· καὶ λεπτὸν Ἐρυθραίοιο κορύμβου
又从厄律特里亚的花序上刮下细薄干燥的碎屑,
κάρφος ἀποξύσας διδυμάονι μίγνυε πέτρῳ·
掺入成对的燧石间;
τρίβων δʼ ἔνθα καὶ ἔνθα καὶ ἄρσενι θῆλυν ἀράσσων
他来回摩擦,以雄石敲击雌石,
ἔγκρυφον αὐτολόχευτον ἀνείρυε λαΐνεον πῦρ,
引出内藏的、石中自生的石火,
πυρκαϊῇ δʼ ὑπέθηκεν, ὅπῃ πέλεν ἀγριὰς ὕλη.
置于铺有荒野柴草的柴堆之下。
οὐ δὲ πυρὴν φθιμένου περιδέδρομεν ἁπτόμενον πῦρ,
然而点燃的火并未蔓延包围亡者的柴堆;
ἀλλὰ θεὸς Φαέθοντος ἐναντίον ὄμμα τανύσσας
神祇在法厄同(朝阳)面前展露目光,
ἀγχιφανὴς ἐκάλεσσεν Ἑώιον Εὖρον ἀήτην,
现身于近旁,
πυρκαϊῆς ἐπίκουρον ἄγειν ἀντίπνοον αὔρην.
召唤东风欧罗斯带来相迎的风息以助火势。
καὶ Βρομίου καλέοντος Ἑωσφόρος ἔκλυε γείτων
布罗米俄斯呼唤之时,邻近的启明星赫俄斯福罗斯垂听了祈求,
ἱκεσίης, καὶ γνωτὸν ἑὸν προέηκε Λυαίῳ,
派出自己的兄弟前往吕埃俄斯处,
ἄσθματι πυκνοτέρῳ φλογοειδέα πυρσὸν ἀνάπτειν.
以更为强烈的吐息点燃如炬的火光。
καὶ θάλαμον ῥοδόεντα λιπὼν μητρώιον Ἠοῦς
这阵风离开其母厄俄斯的玫瑰色寝宫,
πυρκαϊὴν φλογόεσσαν ἀνερρίπιζεν ἀήτης
整夜吹拂着炽烈的柴堆,
πάννυχος, αἰθύσσων ἀνεμοτρεφὲς ἁλλόμενον πῦρ·
摇撼着受风助长而腾跃的烈焰;
καὶ σέλας ἠκόντιζον ἐς ἠέρα θυιάδες αὖραι,
狂放的微风作为太阳的近邻,
γείτονες Ἠελίοιο. σὺν ἀχνυμένῳ δὲ Λυαίῳ
向高空激射出光华。与哀痛的吕埃俄斯一道,
Ἀστέριος Δικταῖος, ὁμόγνιον αἷμα κομίζων,Κνώσσιον ἀμφικύπελλον ἔχων δέπας ἡδέος οἴνου
怀有同族血脉的迪克特人阿斯忒里俄斯手持克诺索斯精制的双耳杯,
εὐόδμου, δαπέδοιο χυτὴν ἐμέθυσσε κονίην,
满斟甘醇芬芳的美酒,洒向地面倾倒的尘土,
ψυχὴν ἠνεμόφοιτον Ἀρεστορίδαο γεραίρων.
以此祭奠阿瑞斯托耳之子随风飘荡的魂灵。
Ἀλλʼ ὅτε δὴ δροσεροῖο προάγγελος ἅρματος Ἠοῦς
然而,当沾满甘露的厄俄斯战车的先驱使者升起之际……
- 37.4οἷα βίου βροτέου γαιήια δεσμὰ φυγόντας
连词性副词 οἷα 引导分词 φυγόντας(阳性宾格复数,与 θανόντας 一致),表示主观原因或状态描述(“仿佛已逃脱凡人生命的尘世羁绊”)。这一分词短语解释了印度人何以用“无泪之目”(ὄμμασιν ἀκλαύτοισιν)安葬亡者,并与后文灵魂依循环之索回归起源的转世观念紧密衔接。
- 37.31ὧν ὁ μὲν αὐτῶν ... ἐλαφρίζοντες ... ἐπεκροτάλιζον
一种句法错格(破格句):前置了表示部分的单数短语 ὁ μὲν αὐτῶν(“他们之中的人”),后文既未出现与之相对的 ὁ δέ,修饰分词 ἐλαφρίζοντες(主格复数)与主要动词 ἐπεκροτάλιζον(三人称复数未完成过去时)反而采用了复数形式,其数被前置的整体复数概念(萨堤洛斯与潘神们)所同化。
- 37.54ὧν ἄπο δημὸν ἅπαντα λαβὼν στοιχηδὸν ἑκάστου
仿照荷马《伊利亚特》第23卷帕特罗克洛斯葬礼场景(23.166–169)的表达。关系代词属格 ὧν(先行词为被宰杀的牛与马)由后置介词 ἄπο 支配,单数属格 ἑκάστου 呈分配性修饰,意为“从它们每一只身上依次取下所有脂肪”。
