← 诺努斯

狄奥尼索斯谭

§35.155-35.233

巨蟒惊退莫耳柔斯与赫耳墨斯的营救

莫耳柔斯为讨好卡尔科墨得亚而卸甲入海沐浴,肤色却依旧黝黑;当他企图侵犯少女时,其胸前跃出的护贞巨蟒将其惊退,与此同时赫耳墨斯假扮狄俄尼索斯引渡巴萨里斯信徒脱险。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
155

ὣς εἰπὼν παλάμης μελίην ἀπεσείσατο Μορρεύς,

莫耳柔斯这般说着,

καὶ λόφον ἱδρώοντος ἀπεσφήκωσε καρήνου,μυδαλέης δʼ ἔρριψεν ἑῆς τελαμῶνα βοείης

便从掌中掷下白蜡木长矛,从汗湿的头上解下盔羽,

εὐκαμάτῳ ῥαθάμιγγι λελουμένον ἠθάδος ὤμου·

抛下浸透了惯常双肩辛劳汗滴的湿漉牛皮盾背带;

λύσατο καὶ χάλκειον ἀπὸ στέρνοιο χιτῶνα,

他又解开胸前的青铜战袍,

160

αἱμαλέον θώρηκα. καὶ ἔντεα κείμενα γαίῃ

即那染血的胸甲。

Μορρέος ἱμείροντος ἐδείκνυεν Ἄρεϊ Κύπρις

库普里斯便向阿瑞斯展示情欲如焚的莫耳柔斯散落于地的甲胄,

μορφῇ ἀθωρήκτῳ νικώμενα Χαλκομεδείης·1

这些全被卡尔科墨得亚毫无披挂的美貌所征服;她开口说话,挑弄着自己的丈夫:

καί τινα μῦθον ἔειπεν, ἑὸν δʼ ἐρέθιζεν ἀκοίτην·

“阿瑞斯啊,你已被剥夺了一切!

Ἆρες, ἐσυλήθης· πολέμους ἠρνήσατο Μορρεύς,

莫耳柔斯抛弃了战事,既不穿胸甲,

165

οὐ φορέων θώρηκα καὶ οὐ ξίφος· ἀλλὰ γυναῖκα

亦不佩利剑;只因渴慕一位可人的女子,

ἱμερτὴν ποθέων ἀπεσείσατο τεύχεα χειρῶν.

便从双手抖落了兵器。

καὶ σὺ τεὸν δόρυ θοῦρον ἀναίνεο, καὶ σὺ θαλάσσῃ

你也当弃绝你那勇猛的长矛,

λούεο σῶν σακέων γυμνούμενος· ἀπτόλεμος γὰρ

脱去盾牌入海沐浴吧;

Κύπρις ἀριστεύει πλέον Ἄρεος, οὐδὲ χατίζει

因不涉战事的库普里斯胜过阿瑞斯,既不需要盾牌,

170

ἀσπίδος, οὐ μελίης ποτὲ δεύεται· ἀμφότερον γὰρ

亦从不匮乏白蜡木矛;

ἔγχος ἐμὸν πέλε κάλλος ἐμὸν ξίφος ἔπλετο μορφή,

因我的美貌即是长矛,我的体态化作利剑,

καὶ βλεφάρων ἀκτῖνες ἐμοὶ γεγάασιν ὀιστοί·

双眸的顾盼化作我的飞箭;

μαζὸς ἀκοντίζει πλέον ἔγχεος· ἱμερόεις γὰρ

双乳的投射胜过标枪;

ἀντὶ δοριθρασέος θαλαμηπόλος ἔπλετο Μορρεύς.

因莫耳柔斯已从悍勇的持矛战士沦为情痴的侍寝仆从。

175

μὴ Σπάρτης ἐπίβηθι, μαχήμονες ἧχι πολῖται

切莫踏足斯巴达,

χάλκεον εἶδος ἔχουσι κορυσσομένης Ἀφροδίτης,

那里的善战子民供奉着披甲阿佛洛狄忒的青铜塑像,免得她手执长矛,

μή σε δόρυ κρατέουσα τεῷ πλήξειε σιδήρῳ.

以你自己的钢铁将你击伤。

οὐ τόσον αἰχμάζεις, ὅσον ὀφρύες· οὐ τόσον αἰχμαὶ

你的刺击敌不过眉目传情,

ἀνέρας οὐτάζουσιν, ὅσον βάλλουσιν ὀπωπαί·

矛尖伤人远不如秋波中伤来得深重。

180

δέρκεο σοὺς θεράποντας, ὑποδρηστῆρας Ἐρώτων,

看看你的扈从吧,他们已沦为众爱神的仆役,

καὶ θρασὺν αὐχένα κάμψον ἀνικήτῳ Κυθερείῃ.

快向不可战胜的基忒瑞亚低下你强横的头颅吧。

Ἆρες, ἐνικήθης, ὅτι χάλκεον ἔγχος ἐάσας

阿瑞斯啊,你已落败,因莫耳柔斯舍弃了青铜之矛,

νεβρίδα Χαλκομέδης γαμίην ὑπεδύσατο Μορρεύς.

披上了卡尔科墨得亚的婚礼鹿皮!”

εἶπε μόθους γελόωσα φιλομμειδὴς Ἀφροδίτη,

欢笑的阿佛洛狄忒嘲弄着鏖战,

185

Ἄρεα κερτομέουσα γαμοστόλον, ἄγχι δὲ πόντου

戏谑着置办婚事的阿瑞斯,如此言说。

καλλείψας ἀκόμιστον ἐπʼ αἰγιαλοῖο χιτῶνα

而莫耳柔斯将长袍遗弃在临海的沙滩上无人看管,

θαλπόμενος γλυκερῇσι μεληδόσι λούσατο Μορρεύς,

沉醉于甜蜜的相思中,

γυμνὸς ἐών· ψυχρῇ δὲ δέμας φαίδρυνε θαλάσσῃ,

赤身走入海中沐浴。他用冰凉的海水清洗身躯,

θερμὸν ἔχων Παφίης ὀλίγον βέλος· ἐν δὲ ῥεέθροις

胸中怀着帕福斯女神微小而炽热的飞矢;

190

Ἰνδῴην ἱκέτευεν Ἐρυθραίην Ἀφροδίτην,

在波涛之中,他向印度的厄律特赖阿佛洛狄忒祈求,

εἰσαΐων, ὅτι Κύπρις ἀπόσπορός ἐστι θαλάσσης·

因他听闻库普里斯乃大海所生。

λουσάμενος δʼ ἀνέβαινε μέλας πάλιν· εἶχε δὲ μορφήν,

然而沐浴之后,他走上岸来,依然一身黝黑;

ὡς φύσις ἐβλάστησε, καὶ ἀνέρος οὐ δέμας ἅλμη,

他保留着天生生成的相貌,海水虽泛着红晕,

οὐ χροιὴν μετάμειψεν,2 ἐρευθαλέη περ ἐοῦσα.

却未能改变男子的身躯与肤色。

195

καὶ κενεῇ χρόα λοῦσεν ἐπʼ ἐλπίδι· χιόνεος γὰρ

他怀着虚妄的期盼清洗肌肤;

ἱμερόεις μενέαινε φανήμεναι ἄζυγι κούρῃ·

因他渴望以雪白动人的姿态呈现在这位未嫁少女面前;

καὶ λινέῳ κόσμησε δέμας χιονώδεϊ πέπλῳ,

于是他用雪白的亚麻长袍装饰身躯,

οἷον ἔσω θώρηκος ἀεὶ φορέουσι μαχηταί.

正如战士们常穿在胸甲之下的衬袍一般。

ἱσταμένη δʼ ἄφθογγος ἐπʼ ᾐόνος εἶχε σιωπὴν

诡计多端的卡尔科墨得亚伫立在沙滩上,

200

Χαλκομέδη δολόεσσα· μεταστρεφθεῖσα δὲ κούρη

默然不语;少女转过身去,

Μορρέος ἀχλαίνοιο σαόφρονας εἷλκεν ὀπωπάς,

从未披斗篷的莫耳柔斯身上移开了端庄的目光,

ἀσκεπὲς αἰδομένη δέμας ἀνέρος· εἰσιδέειν γὰρ

在男子袒露的身躯前含羞退缩;因作为女子,

ἅζετο θῆλυς ἐοῦσα λελουμένον ἄρσενα κούρη.

少女畏惧直视一个刚从沐浴中走出的裸身男子。

ἀλλʼ ὅτε χῶρον ἔρημον ἐσέδρακεν ἅρμενον εὐναῖς,

然而当他窥见这处荒僻之地宜于共枕眠,

205

τολμηρὴν παλάμην ὀρέγων αἰδήμονι νύμφῃ

便向羞怯的新娘伸出大胆之手,

εἵματος ἀψαύστοιο σαόφρονος ἥψατο κούρης·

触碰了这位端庄少女未曾被碰触过的衣裳;此刻,

καί νύ κεν ἀμφίζωστον ἑλὼν εὐήνορι δεσμῷνυμφιδίῳ σπινθῆρι βιήσατο θυιάδα κούρην·3

他本可以男性的力量紧紧揽住她的腰肢,以婚礼的火花霸占这位巴克科斯女郎;

ἀλλά τις ἀχράντοιο δράκων ἀνεπήλατο κόλπου,

但一条巨蟒却从她圣洁的胸口跃出,

210

παρθενικῆς ἀγάμοιο βοηθόος, ἀμφὶ δὲ μίτρην

作为未婚处女的庇护者,

ἀμφιλαφὴς κυκλοῦτο φυλάκτορι γαστέρος ὁλκῷ·

以护卫腹部的游动之躯在腰带周围盘成重重圆环。

ὀξὺ δὲ συρίζοντος ἀσιγήτων ἀπὸ λαιμῶν

巨蟒从不知停歇的咽喉中发出凄厉的咝咝声,

πέτραι ἐμυκήσαντο· φόβῳ δʼ ἐλελίζετο Μορρεὺς

岩石为之轰鸣;

αὐχένιον μύκημα νόθης σάλπιγγος ἀκούων,

莫耳柔斯听闻这仿佛假冒战号般从颈项发出的吼鸣,

215

παπταίνων ἀγάμοιο προασπιστῆρα κορείης·

凝视着未婚贞洁的守卫者,在惊恐中颤抖战栗。

καὶ πρόμος ἀμφιέλικτος ἀνεπτοίησε μαχητήν,

盘绕的捍卫者使这位战士惊骇失色,

οὐρὴν ἀγκυλόκυκλον ἐπʼ αὐχένι φωτὸς ἑλίξας,

它将弯曲成圈的尾巴缠在男子的颈项上,

ἔγχος ἔχων στόμα λάβρον· ἐτοξεύοντο δὲ πολλοὶ

张开贪婪的巨口如执长矛;

ἰὸν ἀκοντίζοντες ἐχιδνήεντες ὀιστοί·

许多毒蛇之箭喷射着毒汁暴射而出:有的穿过她散开的发丝飞窜,

220

οἱ μὲν ἀμιτρώτοιο διαΐσσοντες ἐθείρης,

有的穿透她宛如蛇发的腰际,

οἱ δὲ δρακοντοκόμοιο διʼ ἰξύος, οἱ δʼ ἀπὸ κόλπου

有的从胸膛发出阿瑞斯的咝咝呼啸,

Ἄρεα συρίζοντες ἐβακχεύοντο μαχηταί.

作为战士如酒神信徒般狂乱腾跃。

ὄφρα μὲν ὑψιλόφοιο πρὸ ἄστεος ἵστατο Μορρεύς,

正当莫耳柔斯伫立在高耸城楼前,

Χαλκομέδην δολόεσσαν ἀνήνυτον εἰς γάμον ἕλκων,4τόφρα δὲ Βασσαρίδος στρατιῆς εὔοπλος Ἐνυὼ

将狡诈的卡尔科墨得亚拖入一场虚妄的婚礼之际,

ἔγχος ἀτειρήεντος ἀλεύατο Δηριαδῆος.

巴萨里斯军队全副武装的埃纽奥却避开了刚烈顽强的德里阿得斯的长矛。

καὶ γὰρ ἀπʼ Οὐλύμποιο θορὼν ὠκύπτερος Ἑρμῆς,

因轻捷生翼的赫耳墨斯从奥林匹斯跃下,

ἀντίτυπον Βρομίοιο φέρων ἴνδαλμα προσώπου,

化现出与布罗米奥斯容颜无异的假象,

Βακχείην ἐκάλεσσεν ὅλην στίχα μύστιδι φωνῇ·

以神秘之声召唤全体巴克科斯战列;

230

δαιμονίην δὲ γυναῖκες ὅτʼ ἔκλυον Εὔιον ἠχώ,

当女人们听闻那神圣的狂呼回响,便汇聚到同一处;

εἰς ἕνα χῶρον ἵκανον· ἀπὸ τριόδων δὲ κομίζων

这位穿疾行之履的神祇从三岔路口领出整支迈纳斯部族,

Μαιναλίδων ὅλον ἔθνος ἐς ἀγκύλα κύκλα κελεύθου

将她们引向迂回曲折的小径,

ἤγαγεν ὠκυπέδιλος, ἕως σχεδὸν ἤιε πύργων·

直到安然行至城堡近旁。

语法注4 条
  1. 35.162μορφῇ ἀθωρήκτῳ νικώμενα Χαλκομεδείης

    中性复数分词 νικώμενα 与前一行的名词 ἔντεα(甲胄)在性、数、格上一致,在此作被动意义,接手段/原因与格 μορφῇ ἀθωρήκτῳ(被毫无披挂的美貌所征服),以拟人修辞描绘莫耳柔斯的铠甲兵刃输给了手无寸铁的少女姿色。

  2. 35.193ἀνέρος οὐ δέμας ἅλμη, / οὐ χροιὴν μετάμειψεν

    阴性主格名词 ἅλμη(海水)为主语,δέμας(身躯)与 χροιήν(肤色)作并列宾语,由重复的否定词 οὐ ... οὐ 连缀否定;属格 ἀνέρος(那男子的)同时修饰这两个宾语。

  3. 35.207καί νύ κεν ... βιήσατο θυιάδα κούρην

    史诗中常见的与过去事实相反的未遂假设程式(καί νύ κεν 接不定过去时直陈语气 βιήσατο)。此处省略了假设从句(如 εἰ μή 从句),直接由后文以 ἀλλά 引出的转折从句补足其实际受阻的结局(“他本会侵犯……然而一条巨蟒……”)。

  4. 35.224ἀνήνυτον εἰς γάμον ἕλκων

    形容词 ἀνήνυτον 意为“无法完成的、徒劳的”。在此语境下具有前置预示(proleptic)作用,表明莫耳柔斯所企盼的婚礼因少女的计谋和大蛇的阻拦注定无法得逞。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2045.tlg001.humanitext-grc2:35.155-35.233