← 诺努斯

狄奥尼索斯谭

§32.147-32.220

德里亚得斯的猛攻与埃克拉俄斯阵亡

在狄俄倪索斯陷入疯狂之际,德里亚得斯与阿瑞斯率领印度大军重创巴克科斯信徒并屠戮众多战士,摩耳柔斯击杀了塞浦路斯的少年埃克拉俄斯并对他极尽嘲弄。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
147

καὶ Σάτυροι φρίσσοντες ἐνεκρύπτοντο θαλάσσῃ,

萨堤洛斯们战栗着藏身于大海,

οὐδέ οἱ ἐγγὺς ἵκοντο τεθηπότες ὄγκον ἀπειλῆς,

畏惧于他那滔天的凶焰而不敢近前,

μή σφιν ἐπαΐξειε χέων ἑτερόθροον ἠχώ,

唯恐他发出异样的狂号扑向他们,

150

ἀφρὸν ἀκοντίζων χιονώδεα, μάρτυρα λύσσης.

喷吐出昭示疯狂的雪白泡沫。

Δηριάδης δʼ ὑπέροπλον ἔχων θράσος ἔχραε Βάκχαις,

正当狄俄倪索斯在赫拉的意旨下剧烈震荡之际,

νεύμασιν Ἡραίοισι τινασσομένου Διονύσου.

德里亚得斯怀着傲慢的狂勇向巴克科斯信女们发起了猛攻。

ὡς δʼ ὅτε χειμερίων ῥοθίων μυκώμενος ὁλκῷ

宛如当那无法通航的大海在冬日波涛的翻卷中咆哮狂暴,

ἄπλοος ἀντιπόροις βακχεύετο πόντος ἀέλλαις,

为互相对冲的风暴所激荡,

155

κύμασιν ἠλιβάτοισι κατάρρυτον ἠέρα νίφων.πρυμναίους δὲ κάλωας ἀφειδέι κύματος ὁρμῇ

以冲天的巨浪将暴风雪般的白沫倾泻于湿透的长空;

λαίλαπες ἐρρήξαντο, καὶ ἄσθματι λαῖφος ἐλίξας

狂飚以无情的恶浪冲击扯断了船尾的缆绳,暴风以其呼啸卷裹风帆,

ἱστὸν ἀνεχλαίνωσε κεκυφότα λάβρος ἀήτης

将那被帆布束裹的倾斜桅杆剥得赤裸,

λαίφεσιν ἀμφίζωστον, ἐδοχμώθη δὲ κεραίη,ναῦται δʼ ἀσχαλόωντες ἐπέτρεπον ἐλπίδα πόντῳ·

帆桁歪斜倾侧,

ὣς τότε Βάκχον ὄρινεν ὅλον στρατὸν Ἰνδικὸς Ἄρης.1

绝望的水手们只能将希望交付大海——彼时印度战神阿瑞斯正是如此搅乱了巴克科斯的整支大军。

ἔνθά τις οὐ κατὰ κόσμον ἔην ἔρις, οὐ κλόνος ἀνδρῶν

其时爆发了一场毫无秩序的纷争,众人的混战既不对等,

ἶσος ἔην, οὐ δῆρις ὁμοίιος· ἀκάματος γὰρ

搏杀亦不势均;因为不知疲倦、重返归来、唤醒喧嚣的青铜阿瑞斯,

νόστιμος ἐγρεκύδοιμος ἐπέβρεμε χάλκεος Ἄρης,

化作前哨勇士莫代俄斯的形态发出震天的咆哮。

165

Μωδαίου προμάχοιο φέρων τύπον, ὃς πλέον ἄλλων

此人比任何人都更对战斗贪得无厌,

ὑσμίνης ἀκόρητος ἀτερπέι τέρπετο λύθρῳ,

沉湎于凄惨的血泊,

ᾧ πλέον εἰλαπίνης φόνος εὔαδεν· ἐν δὲ βοείῃ,

嗜杀甚于筵席。

οἷά τε Γοργείων πλοκάμων ὀφιώδεας ὁλκούς,

他在牛皮盾上绘有美发的墨杜萨的形象,

γραπτὸν ἐυσμήριγγος ἔχων ἴνδαλμα Μεδούσης

宛如戈耳工发丝那蛇一般的盘曲,他匹敌德里亚得斯,

170

Δηριάδῃ πέλεν ἶσος, ὁμόχροος· οὗ τότε μορφῆς

肤色亦别无二致。彼时,

ῥιγεδανῆς ἀγέλαστον ἔχων μίμημα προσώπου,2

阿瑞斯便顶着那人令人悚然的阴沉面容,

καὶ σκολιὴν πλοκαμῖδα φέρων καὶ σῆμα βοείης,

垂着蜷曲的发绺,带着那牛皮盾上的徽记,

αἰνομανὴς πεφόρητο μόθῳ λαοσσόος Ἄρης,

陷入可怕狂乱、驱策军众地穿行于混战之中,

καὶ προμάχους θάρσυνεν. ὁμογλώσσῳ δʼ ἀλαλητῷ

鼓舞着先锋的战士。因巴克科斯不在阵中,

175

Βάκχου μὴ παρεόντος ἀταρβέες ἔβρεμον Ἰνδοί,

印度人毫无畏惧,齐声发出震天的呐喊;

καὶ κτύπον ἐννεάχιλον ἐπέκτυπε λοίγιος Ἄρης,

致命的阿瑞斯爆发出如九千人般的轰鸣,

φοιταλέην συνάεθλον ἔχων Ἔριν· ἐν δὲ κυδοιμοῖς

以游荡的纷争女神厄里斯为征战伴侣,在喧嚣中将福波斯(恐怖)

στῆσε Φόβον καὶ Δεῖμον ὀπάονα Δηριαδῆος.

与得摩斯(惊骇)立于德里亚得斯左右作为侍从。

καὶ στρατιὴν οἴστρησαν ἐρημονόμου Διονύσου

荒野游荡的狄俄倪索斯的大军,正被德里亚得斯、

180

Δηριάδης καὶ κῶμα Διὸς καὶ σύνδρομος Ἄρης.

宙斯的沉睡以及驰援的阿瑞斯这三者驱入狂乱。

συμμιγέες δὲ φάλαγγες ὁμοζήλοιο κυδοιμοῦ

同一狂热喧嚣中的混战阵列,

Βασσαρίδων στίχα πᾶσαν ἐμιτρώσαντο σιδήρῳ,

以钢铁的锋刃将整列巴萨里斯女信徒团团围困。

καὶ πολέες φεύγοντες ἑνὶ κτείνοντο φονῆι,

众多逃亡者被同一个屠戮者斩杀,丧身于刀剑之下。

θεινόμενοι ξιφέεσσιν, Ὁμηρίδες, εἴπατε, Μοῦσαι,

荷马的缪斯啊,请道来,究竟有谁殒命,有谁在德里亚得斯的枪下轰然倒下:

185

τίς θάνε, τίς δούπησεν ὑπʼ ἔγχεϊ Δηριαδῆος·

埃比亚罗斯、

Αἰβίαλος Θύαμίς τε καὶ Ὀρμένιος καὶ Ὀφέλτης,

图阿米斯、奥耳墨纽斯与俄斐尔忒斯,

Κρίασος Ἀργασίδης, Τελέβης καὶ Λύκτιος Ἀνθεὺς

阿尔加斯之子克里阿索斯,忒勒伯斯与吕克托斯的安透斯,

καὶ Θρόνιος καὶ Ἄρητος ἐυμμελίης τε Μοληνεὺς

托罗纽斯与阿瑞托斯,持良梣木枪的摩勒纽斯,

ἀλκήεις τε Κόμαρκος· ἐτείνετο δʼ ἄλλος ἐπʼ ἄλλῳ

以及勇悍的科马耳科斯。在德里亚得斯的矛下,

190

ἔγχεϊ Δηριάδαο νέκυς στρατός· ὀλλυμένων δὲ

大军的尸骸一个枕着一个横陈倒地。在受死之人中,

ὃς μὲν ἔην δαπέδῳ τετανυσμένος, ὃς δὲ ῥεέθροις

有的僵卧于地面,有的顺着河流漂浮、

πλώετο κυματόεντα φέρων μόθον ὃς δὲ θαλάσσῃ

承受着波浪般的激战,

ἀγχιπόρῳ δέδμητο, διωκόμενον δὲ σιδήρῳ

有的在毗邻的大海中丧生,被利刃追逼、

κύμασιν ἀρτιχάρακτον Ἄραψ τυμβεύσατο Νηρεύς·

新受创伤,为阿拉伯的涅柔斯葬于波涛之中。

195

ὃς δὲ θυελλήεντι διʼ οὔρεος ἔδραμε ταρσῷ

有的以如风暴般的双足奔过山峦逃脱死厄,

κῆρα φυγών, ἕτερος δὲ πεπαρμένον ἔγχος ἐάσας

另一人则任由长枪贯穿后背中央,

μεσσοπαγὲς περὶ νῶτα μετέστιχεν ἔνδια λόχμης,

径自走入林莽的深处,

χρηίζων ἀπεόντος ἀλεξικάκου Διονύσου.

渴望着不在阵中的禳灾之神狄俄倪索斯。

Αὐχήεις δʼ Ἐχέλαος ἀτυμβεύτῳ πέσε πότμῳ,

傲岸的埃克拉俄斯亦落得个死无葬身之地的下场,

200

Μορρέος ἠλιβάτοιο τυπεὶς ῥηξήνορι πέτρῳ,

被高大的摩耳柔斯那摧折壮士的巨石击中。

Κύπριος, ἀρτιχάρακτον ἔχων ἔτι κύκλον ὑπήνης,

他是塞浦路斯人,面颊上犹带着初生的髭须轮廓,

ὑψικόμῳ φοίνικι πανείκελος· ἐν δὲ κυδοιμοῖς

全然宛如一株修长的棕榈树。在喧乱中,

ἁβρὸς ἀκερσικόμης ἐκυλίνδετο λαμπάδα σείων,

这娇柔未剃发的少年挥动着火炬翻滚倒地,

πληγεὶς ἰσχίον ἄκρον, ὅπῃ χροὸς ἥλικι δεσμῷ

其胯骨边缘受创——造化正是以同龄的血肉纽带,

205

συμφερτὸν κοτύλῃ φύσις ἥρμοσεν ἄξονα μηροῦ·3

将股骨的转子与关节窝完美契合之处。

καὶ θάνεν ἁπτομένην κρατέων ἔτι μυστίδα πεύκην,

他手握着仍在燃烧的密仪松明死去,

ἀσπαίρων δὲ κάρηνον ἑῷ τεφρώσατο πυρσῷ,

在痛苦的挣扎中以自己的火炬将头颅化作灰烬,

φλέξας λιγνυόεντι πολύπλοκα βόστρυχα δαλῷ.

以冒烟的残炭烧焦了层层卷曲的秀发。

καί οἱ ἐπαυχήσας φιλοκέρτομος ἴαχε Μορρεύς·

好嘲弄人的摩耳柔斯得意洋洋地对着他呼喊:

210

κοῦρε, φατιζομένης ἀλλότριε σεῖο τιθήνης,

“少年啊,你这与自己盛名远扬的哺育之地毫无渊源之人,

ἡβητὴρ Ἐχέλαε, γονὴν ἐψεύσαο Κύπρου·οὐκ ἀπὸ Πυγμαλίωνος ἔχεις γένος, ᾧ πόρε Κύπρις

年轻的埃克拉俄斯,你谎报了塞浦路斯的出身!

μηκεδανὴν βιότοιο πολυχρονίοιο πορείην·

你绝非出自皮格马利翁的血脉——塞浦路斯女神曾赐予他漫长持久的悠悠岁月;

οὔ σε τεῆς Παφίης ἐρρύσατο νυμφίος Ἄρης·οὐδέ σοι ἄσπετα κύκλα παλιννόστων ἐνιαυτῶν

你那帕福斯女神的新郎阿瑞斯未能救你;

δῶκε τεὴ Κυθέρεια καὶ οὐ σκάζουσαν ἀπήνην,

你那基忒拉女神也未曾赐予你岁岁往复的无尽轮回与不瘸的车辆,

ὄφρα φύγῃς σέο πότμον ἀλεξιμόρων ἐπὶ δίφρων,

好让你驾着避死的马车,

ἡμιόνων βαρύγουνον ἀεὶ δρόμον ἡνιοχεύων.

永远驭使着双膝沉重的骡子疾驰以逃避死期。

ἤλιτον, ἐκ Κύπροιο φέρεις γένος· ὠκύμορον γὰρ

不,我错了,你确系出自塞浦路斯;因为阿瑞斯亦同样以迅疾的夭折征服了你,

220

Ἄρης καὶ σὲ δάμασσεν ὁμοίιον υἱέι Μύρρης.

正如征服了密耳拉之子一般!”

语法注3 条
  1. 32.153ὡς δʼ ὅτε χειμερίων ῥοθίων μυκώμενος ὁλκῷ ... ὣς τότε Βάκχον ὄρινεν ὅλον στρατὸν Ἰνδικὸς Ἄρης.

    从第153行的 ὡς δʼ ὅτε 延伸至第161行的 ὣς τότε 的史诗式明喻结构。主句(第161行:印度战神阿瑞斯扰乱巴克科斯全军)对应了从属分句群中细致刻画的冬季海难场景(第153–155行写狂澜大海,第156–160行写狂风摧折缆绳、剥落倾斜桅杆、使帆桁歪斜及水手绝望)。

  2. 32.170οὗ τότε μορφῆς ῥιγεδανῆς ἀγέλαστον ἔχων μίμημα προσώπου

    关系代词 οὗ(属格)指代前文的莫代俄斯(Μωδαίου)。ῥιγεδανῆς 修饰 μορφῆς(“可怖容貌的”)。分词 ἔχων 和 φέρων 作主语阿瑞斯(Ἄρης,主动词为 πεφόρητο)的修饰成分,表示阿瑞斯伪装成莫代俄斯的面容、发型与盾牌徽记穿行于战场。

  3. 32.204ὅπῃ χροὸς ἥλικι δεσμῷ συμφερτὸν κοτύλῃ φύσις ἥρμοσεν ἄξονα μηροῦ

    包含解剖学描写的关系分句。ὅπῃ 为表示地点的关系副词(“在……之处”)。ἄξονα μηροῦ(“股骨之轴”)为宾格,作动词 ἥρμοσεν 的直接宾语;κοτύλῃ(“与关节窝/髋臼”)为与格,表示结合的对象;χροὸς ἥλικι δεσμῷ(“以血肉同生之纽带”)为方式/工具与格短语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2045.tlg001.humanitext-grc2:32.147-32.220