← 诺努斯

狄奥尼索斯谭

§32.0-32.70

赫拉梳妆打扮与诱惑宙斯

赫拉自阿佛洛狄忒处取得爱欲束带,精心梳妆后前往宙斯处以假托之词引诱他;神魂颠倒的宙斯坦言对她的渴望胜过以往一切欢爱,急切邀她共赴床榻。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
0

ἐν δὲ τριηκοστῷ τῷ δευτέρῳ εἰσὶ κυδοιμοὶ καὶ Διὸς ὑπναλέοιο λέχος καὶ λύσσα Λυαίου.

第三十二卷记述战乱、沉睡宙斯的床榻以及吕埃俄斯的疯狂。

ὣς φαμένη παρέπεισε· δολοφράδμων δʼ Ἀφροδίτη

赫拉如此说罢,便说服了对方;

πείθετο κερδοσύνῃσιν, ἀνειρύσσασα δὲ κόλπου

心怀机谋的阿佛洛狄忒为其权谋之言所动,自怀中取出厄洛斯们的刺绣束带,

Ἥρῃ δῶρον ἔδωκε θελήμονι κεστὸν Ἐρώτων.

作为礼物赠予满心渴望的赫拉。

καί τινα μῦθον ἔλεξε χάριν θελκτῆρος ἱμάντος·

针对这蛊惑的束带,她开口说道:

5

δέχνυσο τοῦτον ἱμάντα, τεῆς ἐπίκουρον ἀνίης·

“收下这条带子吧,作为化解你苦痛的盟友;

θέλξεις δʼ εἰν ἑνὶ πάντα πόθων ἰθύντορι κεστῷ,

凭着这条指引情欲的束带,

ἠέλιον καὶ Ζῆνα καὶ αἰθέρα καὶ χορὸν ἄστρων·

你将在一体之中蛊惑万物——太阳、宙斯、苍穹、繁星之队,

καὶ ῥόον ἀστήρικτον ἀτέρμονος Ὠκεανοῖο.

以及无垠大洋川流不息的波涛。”

εἶπε, καὶ Ἀσσυρίην Λιβανηίδα δύσατο πέτρην.

说罢,她便隐入亚述黎巴嫩的岩石深处。

10

Ἥρη δʼ ἀστερόφοιτον ἐδύσατο κύκλον Ὀλύμπου,

赫拉则踏入繁星周行的奥林匹斯之圈,

καὶ ταχινὴ πάνλευκον ἑὴν ἐπεκόσμεε μορφήν·

迅速妆点起她那雪白的身躯;

πολλάκι δʼ ἰσάζουσα καθειμένον ἄχρι μετώπου

她频频抚平垂至额前、散落飘逸的秀发,

πλαζομένης ἔστησε μετήλυδα βότρυν ἐθείρης·

将纷乱的青丝梳理齐整。

καὶ πλεκτὴν θυόεντι κόμην ἐδίηνεν ἐλαίῳ,

她以芬芳的香油浸润编结的秀发,

τοῦ καὶ κινυμένοιο1 μετʼ αἰθέρα καὶ μετὰ πόντον

随着发丝拂动,香油那散布遐迩的芬芳继苍穹之后、

γαῖαν ὅλην ἐμέθυσσε μύρου δολιχόσκιος ὀδμή.

继沧海之后令整个大地皆沉醉不已。

καὶ κεφαλῇ στέφος εἶχε παναίολον, ᾧ ἔνι πολλαὶ

她头戴一顶斑斓耀目的花冠,

20

λυχνίδες ἦσαν, Ἔρωτος ὁμόστολοι, ὧν ἄπο πέμπει

其上嵌有许多陪伴厄洛斯的红宝石,

φαιδρὰ τινασσομένων ἀμαρύγματα Κυπριδίη φλόξ·

在晃动中闪烁出塞浦路斯火焰的明艳辉芒。

εἶχε δὲ πέτρον ἐκεῖνον, ὃς ἀνέρας εἰς πόθον ἕλκει,

她还配有那颗能诱人堕入欲海、

οὔνομα φαιδρὸν ἔχοντα ποθοβλήτοιο Σελήνης,

冠以情伤塞勒涅之明亮名字的宝石,

καὶ λίθον ἱμείρουσαν ἐρωτοτόκοιο σιδήρου,

以及渴慕孕育爱欲之铁的磁石,

25

καὶ λίθον Ἰνδῴην φιλοτήσιον, ὅττι καὶ αὐτὴἐξ ὑδάτων βλάστησεν ὁμόγνιος ἀφρογενείης,

还有那生自水中、与泡沫所生女神同源的印度友爱之石,

κυανέην θʼ ὑάκινθον, ἐράσμιον εἰσέτι Φοίβῳ·

以及至今仍为福玻斯所深爱的深蓝雅辛托斯宝石。

ἀμφὶ δʼ ἑοῖς πλοκάμοισιν ἐρωτίδα δήσατο ποίην,ἣν φιλέει Κυθέρεια καὶ ὡς ῥόδον, ὡς ἀνεμώνην,

她在发辫周围系上爱欲之草——基忒拉女神深爱此草犹如深爱玫瑰与银莲花,

30

καὶ φορέει μέλλουσα μιγήμεναι υἱέι Μύρρης·

每当她将要与密耳拉之子结合时便佩戴此草。

καὶ λαγόνας στεφανηδὸν ἀήθεϊ δήσατο κεστῷ·

她将那不寻常的束带如花环般系在腰间。

εἶχε δὲ ποικίλον εἷμα παλαίτατον, ᾧ χύτο νύμφης

她身着一件古老斑斓的华服,

κρυπταδίῃ φιλότητι κασιγνήτων ὑμεναίωννυμφίον ἀρχαίης ἔτι λείψανον αἷμα κορείης,

其上在昔日姐弟联姻的隐秘欢爱中曾浸染着新娘昔日贞洁的初夜余血,

35

κουριδίης φιλότητος ἵνα μνήσειεν ἀκοίτην·

以便唤起丈夫对其结发之情的记忆。

νιψαμένη δὲ μέτωπα καλύψατο νώροπι πέπλῳ,

洗净额头后,她披上闪烁的法衣,

15

καὶ περόνην συνέεργεν, ἑοῦ κληῖδα χιτῶνος·

扣紧了作为紧身内袍之锁钥的别针;

καὶ δέμας ἀσκήσασα καὶ ἀθρήσασα κατόπτρῳ

妆点好身姿并在镜中端详之后,

ὡς πτερὸν ἠὲ νόημα διʼ αἰθέρος ἔδραμεν Ἥρη.

赫拉宛若羽翼、宛若意念般疾驰穿过苍穹。

καὶ Διὸς ἐγγὺς ἵκανεν· ἰδὼν δέ μιν ὑψιμέδων Ζεὺς

她来到了宙斯近旁;高居统治的宙斯一见到她,

θερμοτέρους ἐς Ἔρωτας ἱμάσσετο κέντορι κεστῷ·

便在刺激情欲的束带驱使下,被抽打着堕入更为炽热的爱欲之中;

40

καὶ Διὸς εἰσορόωντος ἐδουλώθησαν ὀπωπαί·

在宙斯凝视之下,他的双眼沦为了俘虏。

καί μιν ὀπιπεύων Κρονίδης ἐξείρετο μύθῳ·

克洛诺斯之子凝视着她,开口询问道:

Ἥρη, τίπτε βέβηκας Ἑώιον εἰς κλίμα γαίης;

“赫拉,你为何来到大地的东方之境?

τίς χρειώ σε κόμιζε; τί σήμερον ἐνθάδε βαίνεις;

是何种需要带来了你?今日你为何步履至此?

ἦ ῥα πάλιν κοτέουσα κορύσσεαι οἴνοπι Βάκχῳ,

难道你又怀着怒意向那酒色的巴克科斯披甲鏖战,

45

καὶ ποθέεις Ἰνδοῖσιν ὑπερφιάλοισιν ἀρῆξαι;

渴望去援助狂傲的印度人吗?”

ἔννεπε· καὶ γελόωντι νόῳ πολυμήχανος Ἥρηζηλομανὴς ἀγόρευε παραιφαμένη παρακοίτην·

他如此说道;机变百出的赫拉心底暗笑,满怀嫉妒之狂,以诱惑之辞对丈夫言道:

Ζεῦ πάτερ, ἄλλος ἔχει με φίλος δρόμος· οὐ γὰρ ἱκάνωἌρεος Ἰνδῴοιο καὶ Ἰνδοφόνου Διονύσου

“宙斯父亲啊,另一场亲切的行程牵绊着我;

50

ἀλλοτρίας μεθέπουσα μεληδόνας, ἀντολίης δὲ

我并非前来挂怀印度阿瑞斯与杀戮印度的狄俄倪索斯这等外人之忧,

γείτονος Ἠελίοιο μετέρχομαι αἴθοπας αὐλὰς

而是急切地赶赴邻近东方太阳的炽烈宫苑。

σπερχομένη· πτερόεις γὰρ Ἔρως παρὰ Τηθύος ὕδωρ

因为生有双翼的厄洛斯在忒堤斯的水滨,

Ὠκεανηιάδος Ῥοδόπης δεδονημένος οἴστρῳ

为大洋之女罗多佩的狂乱欲念所激荡,

συζυγίην ἀπέειπε· καὶ ἔπλετο κόσμος ἀλήτης,

竟弃绝了婚姻;于是宇宙流离失所,

55

καὶ βίος ἀχρήιστος ἀποιχομένων ὑμεναίων·

婚盟消逝后生灵之命化为徒劳。

τοῦτον ἐγὼ καλέουσα παλίνδρομος ἐνθάδε βαίνω·

我正是为了唤回他,才折返步履来到此地。

οἶσθα γάρ, ὡς Ζυγίη κικλήσκομαι, ὅττι καὶ αὐτῆς

因为你深知,我被称为司婚姻的女神,

χεῖρες ἐμαὶ κρατέουσι τελεσσιγόνου τοκετοῖο.

皆因我自己的双手亦执掌着赋予繁衍的生育之功。”

τοῖον ἔπος βοόωσαν ἀμείβετο θερμὸς ἀκοίτης·

面对她这般呼喊的言语,情欲炽烈的丈夫回答道:

60

νύμφα φίλη, λίπε δῆριν· ἐμὸς Διόνυσος ἀγήνωρ

“心爱的新娘啊,且放下争端吧;

ἀμώων προθέλυμνον ἀβακχεύτων γένος Ἰνδῶν

让我那英勇的狄俄倪索斯去将那未奉巴克科斯的印度部族斩草除根,

χαιρέτω·2 ἀμφοτέρους δὲ γαμήλια λέκτρα δεχέσθω·

由他去吧!且让婚礼的床榻接纳我们二人;

οὐ γὰρ ἐπιχθονίης ἀλόχου πόθος, οὐδὲ θεαίνης

因为无论凡间之妻的情欲,抑或女神的情欲,

θυμὸν ἐμὸν θελκτῆρι τόσον βακχεύσατο κεστῷ

借着这蛊惑的束带,

65

οὐδʼ ὅτε3 Τηϋγέτης Ἀτλαντίδος, ἧς ἀπὸ λέκτρων

皆未曾如此令我心神狂乱——即便昔日倾心于阿特拉斯之女堤格忒之时亦未曾如此,

πρεσβυγενὴς πολιοῦχος ἀεξήθη Λακεδαίμων·

自她的床榻繁衍出年长城邦的庇护者拉刻代蒙;

οὐ τόσον ἠρασάμην Νιόβης παρὰ γείτονι Λέρνῃ,

在邻近勒耳那之地,

κούρης ἀρχεγόνοιο Φορωνέος· οὐ τόσον Ἰοῦς

我爱恋初始之福罗纽斯之女尼俄伯时未曾如此;爱恋漫游的伊那科斯之女、

φοιτάδος Ἰναχίης ταυρώπιδος, ἣ παρὰ Νείλῳ

牛面伊娥时亦未曾如此,

70

τίκτε γονὴν Ἐπάφοιο καὶ ἀρχεγόνου Κεροέσσης·

她曾在尼罗河畔诞育了厄帕福斯与太古刻洛埃萨的苗裔。”

语法注3 条
  1. 32.17τοῦ καὶ κινυμένοιο

    由代词 τοῦ(承接前行的 θυόεντι... ἐλαίῳ)与分词 κινυμένοιο 构成的属格独立结构,意为“当其摆动/摇曳之时”。它在语法上独立于主句主语 ὀδμή(香气),表示伴随状况。

  2. 32.62χαιρέτω

    动词 χαίρω 的第三人称单数现在时命令式,在此并非问候语,而是表示“随他去吧”、“任凭……”、“毋需挂怀”的惯用表达。其主语是 ἐμὸς Διόνυσος ἀγήνωρ,并带有分词短语 ἀμώων... Ἰνδῶν,整体意为“让我那英勇的狄俄倪索斯自去扫荡收割印度部族,由他去吧”。

  3. 32.63οὐ γὰρ ἐπιχθονίης ἀλόχου πόθος, οὐδὲ θεαίνης / θυμὸν ἐμὸν θελκτῆρι τόσον βακχεύσατο κεστῷ / οὐδʼ ὅτε

    由语序倒装和否定词及副词呼应构成的比较句式,其骨架为 οὐ... τόσον... οὐδʼ ὅτε...(“……的欲念从未曾如此使我心神狂乱,即便昔日……之时亦未曾如此”)。主语为 πόθος,及物动词为 βακχεύσατο,宾语为 θυμὸν ἐμόν,并借此引出下文连续由 οὐδʼ ὅτε 与 οὐ τόσον 引导的对比排比项。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2045.tlg001.humanitext-grc2:32.0-32.70