← 诺努斯

狄奥尼索斯谭

§3.0-3.90

卡德摩斯抵达萨摩特拉刻岛并邂逅佩托

冬去春来,卡德摩斯扬帆离开奇里乞亚,抵达萨摩特拉刻岛。翌晨在科律班特斯人神秘仪礼的喧鸣中醒来后,卡德摩斯前往哈耳摩尼亚的宫殿,途中邂逅了化身为侍女的劝导女神佩托。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
0

ἐν τριτάτῳ μάστευε1 πολύπλανον ὁλκάδα Κάδμου Ἠλέκτρης τε μέλαθρα φιλοξενίην τε τραπέζης.

在第三卷中,且去探寻卡德摩斯漂泊四方的巨舟、厄勒克特拉的殿宇以及款待宾客的食案。

λῦτο δʼ ἀγών, ὅτε χεῖμα παρήλυθεν· ἄκρα δὲ φαίνων

当严冬逝去,争战遂告平息。

ἀννεφέλῳ τελαμῶνι φαεσφόρα νῶτα μαχαίρης

俄里翁在无云的革带上升起,露出刀刃闪耀的刀背,

Ὠρίων ἀνέτελλε, καὶ οὐκέτι κυκλάδι λίμνῃ

显露其尖芒;

λούετο παχνήεντα δεδυκότος ἴχνια Ταύρου·

沉没的金牛座那覆着霜雪的足迹不再于环形的湖水中沐洗;

5

οὐκέτι δʼ ὀμβροτόκοιο παρὰ κλίμα διψάδος Ἄρκτου

在多雨而干渴的大熊座的倾角之下,

ἴχνεσιν ἀβρέκτοισιν ὁδεύετο μάρμαρον ὕδωρ·2

晶莹之水不再被不湿的足迹踏过;

οὐκέτι Μασσαγέτης μετανάστιον οἶκον ἱμάσσων,

马萨革泰人不再鞭打漂移的居所,

δουρατέῳ τροχόεντι διαστείβων ῥόον ὁλκῷ,

以木制车轮踏过激流,

ὑδρηλὰς ἐχάρασσε πεπηγότος αὔλακας Ἴστρου·

在冰冻的伊斯特罗斯河上刻出水之犁沟。

10

ἤδη γὰρ Ζεφύροιο προάγγελος ἔγκυος Ὥρη

因为作为西风使者且孕育生机的时序女神,

σχιζομένων καλύκων δροσεροὺς ἐμέθυσσεν ἀήτας,

早已使绽开花蕾的带露微风沉醉;

καὶ λιγυρὴ μερόπεσσι συνέστιος εἴαρι κῆρυξ

那声音清脆的凡人同居者、

ὄρθριον ὕπνον ἄμερσε λάλος τρύζουσα χελιδὼν

春日的信使、新近现身且喃喃低语的燕子夺去了清晨的睡眠;

ἀρτιφανής, καὶ γυμνὸν ἀπʼ εὐόδμοιο καλύπτρης

洗浴在赋予生命的春露之中,

15

εἰαριναῖς ἐγέλασσε λελουμένον ἄνθος ἐέρσαις

花朵脱去芳香的覆被,

ζωογόνοις. Κιλίκων δὲ παρὰ κροκόεντας ἐναύλους

粲然微笑。在奇里乞亚人金黄的溪谷旁,

ὑψιλόφου Ταύροιο λιπὼν πρηῶνα κεράστην

卡德摩斯辞别高耸的陶罗斯山那如角突起的山崖,

πρώιος ἤιε Κάδμος, ὅτε ζόφον ἔσχισεν Ἠώς.

在拂晓划破昏黑之时,趁着清晨出发。

καὶ πλόος ὥριος ἦεν· ἐπειγομένοιο δὲ Κάδμου

航程正当其时。在卡德摩斯催促之下,

20

ἐκ χθονὸς ὠχλίζοντο χαλινωτήρια νηῶν·

船缆自陆地上被撬起;

ἱστὸς δʼ ὑψικάρηνος ὑπέρτερον ἠέρα τύπτωνὄρθιος ἐστήρικτο καὶ ἠρέμα πόντον ἱμάσσων

顶端耸立、刺破上方长空的桅杆直直立起;

ἄσθμασιν ἠῴοις ἐπεβόμβεε κοῦφος ἀήτης,

晨风以轻柔的吐息轻轻拍打大海,

πομπὸν ἔχων κελάδημα, καὶ ἀλλοπρόσαλλα θυέλλαιςοἴδματα κυρτώσας διερῆς ἀνέκοψε χορείης

携着护送的鸣响在上空呼啸;微风卷起阵阵风暴之浪,

σιγαλέης δελφῖνα κυβιστητῆρα γαλήνης.

阻断了在寂静宁海中翻跃的海豚那湿润的舞蹈。

συμπλεκέες δὲ κάλωες ἐσύρισαν ὀξέι ῥοίζῳ,

交织的缆绳发出尖锐的呼啸,

σπερχομένῳ δʼ ἀνέμῳ πρότονοι μύκον, ἰθυπόρου δὲ

迎风的先导缆绳随着奔驰的疾风而怒号,

λαῖφος ἐκολπώθη βεβιημένον ἔγκυον αὔρης·

直航船只的帆布在风力的逼迫下饱满鼓起,孕育着微风。

30

σχίζετο δʼ ἄστατον οἶδμα παλιμπετές, ἄφρεε δʼ ὕδωρ

动荡的浪涛向后撕裂,翻腾的海水泛起泡沫;

οἰδαλέον, καὶ νηὸς ἐπειγομένης διὰ πόντου

船只在海面上疾驰,

κύματι βομβήεντι περὶ τρόπιν ἤπυεν ἠχώ·

隆隆波涛中围绕龙骨回荡着轰鸣;

πηδαλίου δὲ κόρυμβα διχαζομένης ἁλὸς ὁλκῷ

舵梢循着破开的海水航迹,

κυρτὰ φαληριόωντα κατέγραφε νῶτα θαλάσσης.

在海面起伏泛白的脊背上刻下印痕。

35

καὶ δεκάτης μετὰ νύσσαν ἀχείμονα κυκλάδος Ἠοῦς

在度过了第十个循环拂晓那风平浪静的转折点之后,

Κάδμος ἀκυμάντοισι Διὸς πεφορημένος αὔραις,

卡德摩斯乘着宙斯无波的轻风,

Τρώιον ὑγρονόμοιο διασχίζων πόρον Ἕλλης,

破开水中赫勒的特洛伊水峡,在呼啸的急风驱使下,

ἅρπαγος ἐξ ἀνέμοιο μεμυκότι σύρετο πορθμῷ

穿过轰鸣的海峡,

εἰς Σάμον ἀντικέλευθον ἐγερσιμόθοιο Καμάνδρου,3

驶向了与激起战乱的斯卡曼德罗斯相对、毗邻西索尼亚的萨摩斯。

40

γείτονα Σιθονίης, ὅθι παρθένος εἰσέτι ΚάδμῳἉρμονίη πεφύλακτο· καὶ ὁλκάδα θέσπιδι Ῥείῃ

在那里,少女哈耳摩尼亚依旧为卡德摩斯保留着闺秀之身;

Θρηικίην πόμπευον ἐς ᾐόνα μάντιες αὖραι.

预言的微风将巨舟护送至献给神圣瑞亚的色雷斯海滩。

καὶ Σαμίης ὁρόωντες ἀκοιμήτου φλόγα πεύκης

望见萨摩斯不熄的松炬之火,

ἀγχίγυοι στείλαντο γεγηθότες ἱστία ναῦται·

靠近陆地的水手们欢欣地收起船帆。

45

νῆα δὲ πορθμεύσαντες ἀκυμάντου σχεδὸν ὅρμου

他们将船划至无波港湾的近旁,

νήνεμον ἀκροτάτοισιν ὕδωρ ἐχάρασσον ἐρετμοῖς,

以桨梢划开无风的水面,

καὶ λιμένος προσέκελσαν ὑπὸ σκέπας· ἀκλινέων δὲ

泊于港湾的遮蔽之下。

τρητὸς ὄνυξ πετραῖος ἐδέξατο πείσματα νηῶν,

穿孔的石爪接纳了稳固船只的系缆,

καὶ διερῆς ψαμάθοιο βαθυνομένου διὰ κόλπουὁλκάδος ἀγκυλόδοντες ἐπεσφήκωντο χαλινοὶ

随着法厄同的西沉,

δυομένου Φαέθοντος· ἐπʼ αἰγιαλοῖο δὲ ναῦται

巨舟弯齿的锚爪在浸湿沙滩渐深的港湾中牢牢紧固。晚餐之后,

ἀστορέας ψαμάθοισιν ἐπεστορέσαντο χαμεύνας

水手们在海滩的沙地上铺开粗陋的卧榻,

ἑσπερίην μετὰ δαῖτα· βαρυνομένοισι δὲ φωτῶν

流浪的睡神迈着无声的脚步,

ὄμμασιν ἄψοφον ἴχνος ἐπήγαγεν Ὕπνος ἀλήτης.

降临在人们沉重的双眼之上。

55

ἀλλʼ ὅτε πορφυρέοιο παρὰ πτερὸν αἴθοπος Εὔρουἄκρα χαρασσομένην ὑπὸ ῥωγάδα Τευκρίδος Ἴδης

然而,当掌管港口的拂晓从特洛伊伊达山的嶙峋崖壁下显现,

ὄρθρον ἀποπτύουσα φάνη λιμενοσκόπος Ἠώς,

在红艳炽烈的东风翼旁吐出晨曦,

ἀντιπόρου μέλαν οἶδμα καταυγάζουσα θαλάσσης,

照亮对面海面漆黑的波涛时,

Ἁρμονίην τότε Κύπρις ἵνα ζεύξειεν ἀκοίτῃ,

塞浦路斯女神为了将哈耳摩尼亚配与夫君,

60

ἄπλοα σιγαλέης ἐτανύσσατο νῶτα γαλήνης.

铺展出一片无法航行的寂静平波。

ἤδη δʼ ἔκλαγεν ὄρνις ἑώιος ἠέρα τέμνων,

晨鸟啼鸣,划破长空;

καὶ στίχες εὐπήληκες ἐρημονόμων Κορυβάντων

栖居荒野的科律班特斯人头戴坚盔,

Κνώσσιον ἐκρούσαντο σακεσπάλον ἅλμα χορείηςἴχνεσι μετρητοῖσιν· ἐρισμαράγου δὲ βοείης

列队以规整的步伐踏出克诺索斯那挥击盾牌的跳跃之舞;

65

τυπτομένης ἑλικηδὸν ἁμιλλητῆρι σιδήρῳ

轰鸣的牛皮鼓在竞相挥舞的钢铁环击下回响,

δίκτυπος αὐλὸς ἔμελπε, καὶ ὀρχηστῆρας ἐπείγων

双音笛婉转吹奏,催动着舞者,

σύνθροον ἐσμαράγησε μέλος βητάρμονι παλμῷ.

伴随跃动的舞步奏响齐鸣的音律。

καὶ δρύες ἐψιθύριζον, ἐμυκήσαντο δὲ πέτραι,

橡树沙沙作响,岩石低沉咆哮,

καὶ νοερῷ σείοντο τινάγματι θυιάδες ὗλαι,

狂放的树林带着灵性的战栗而摇曳,

70

καὶ Δρυάδες κελάδησαν· ἐπεσσεύοντο δὲ πυκναὶ

德律阿得斯们齐声高歌;成群的熊结成圆圈,

εἰς χορὸν ἀντιπόρῳ σκιρτήματι κυκλάδες ἄρκτοι,

以相迎的跃动奔入舞蹈;

βρυχηθμῷ δὲ λέοντες ὁμοζήλων ἀπὸ λαιμῶν

狮子自嫉妒的喉咙中发出咆哮,

μυστιπόλων ἀλαλαγμὸν ἐμιμήσαντο Καβείρων

模仿着卡贝洛斯神秘侍者那带着理性狂乱的战吼;

ἔμφρονα λύσσαν ἔχοντα·4 φιλοσκύλακος δὲ θεαίνης

当钟爱幼犬的女神赫卡忒受到赞美时,

75

μελπομένης Ἑκάτης θιασώδεες ἔβρεμον αὐλοὶ

不成对的狂欢之笛发出轰鸣,

ἄζυγες, οὓς Κρονίη κεραοξόος εὕρατο τέχνη.

那是克洛诺斯时代以角雕琢的技艺所发明。

καὶ πατάγῳ κελάδοντι φιλοσμαράγων Κορυβάντων

在喜好轰鸣的科律班特斯人震耳欲聋的喧嚣声中,

πρώιος ἔγρετο Κάδμος, ὁμοπλεκέες δὲ καὶ αὐτοὶ

卡德摩斯清晨醒来;

ὀρθρινῆς ἀίοντες ἀσιγήτοιο βοείης

闻得清晨那不停歇的牛皮鼓声,

80

Σιδόνιοι πλωτῆρες ἐυκροκάλων ἀπὸ λέκτρων

聚作一团的西顿水手们亦从卵石铺就的美好卧榻上起身,

ἀκταίης μεθέηκαν ἁλίκτυπα νῶτα χαμεύνης.

离开了海浪拍打的滨海陋席。

καὶ πόλιν ἰχνεύων ἐπλάζετο Κάδμος ὁδίτης

行者卡德摩斯急切地将船留给同伴,

νῆα λιπὼν ἑτάροισιν ἀπόσσυτος· ἐρχομένῳ δὲ

漫步寻访城邦;当他走向哈耳摩尼亚的宫殿时,

εἰς δόμον Ἁρμονίης θαλαμηπόλος ἤντετο Πειθὼ

化身为凡间女子的侍女佩托迎面走来;

85

θνητῆς εἶδος ἔχουσα, καὶ ἀχθοφόρου διὰ κόλπου,

她隔着负重的衣褶,犹如勤劳的妇人,

οἷα γυνὴ ταλαεργός, ἀφυσσαμένη πόμα πηγῆς

从泉中汲取清饮,

ἀργυρέην εὔκυκλον ἐκούφισε κάλπιν ἀγοστῷ,

臂弯中托起一把光洁圆润的银壶——这正是未来之事的预兆,

ἄγγελος ἐσσομένων, ὅτι νυμφίον ἠθάδι θεσμῷ

昭示着依照惯例的礼法,

ζωογόνοις πρὸ γάμοιο καθικμαίνουσι λοετροῖς.

在婚礼之前须以孕育生机的沐浴滋润新郎。

90

καὶ σχεδὸν ἄστεος ἦεν, ὅθι γλαφυροῖς ἐνὶ βόθροις

他已行至城镇近旁,在那深邃的坑穴之中

语法注4 条
  1. 3.0ἐν τριτάτῳ μάστευε

    置于第三卷开篇的题旨性概括语。第二人称单数现在时祈使语气 μάστευε 是对读者(或诗人自身)的呼告,意为“在第三卷中当探寻……”。

  2. 3.6ἴχνεσιν ἀβρέκτοισιν ὁδεύετο μάρμαρον ὕδωρ

    动词 ὁδεύω(通常为不及物动词,意为‘行进’)此处作及物动词带表示路径的宾语,并以被动语态呈现,主语为 μάρμαρον ὕδωρ(晶莹/冰冻之水)。整句意指‘人们不再以不沾湿的足迹踏过冰冻的水面(即严冬已过)’。

  3. 3.39εἰς Σάμον ἀντικέλευθον ἐγερσιμόθοιο Καμάνδρου

    此处的 Σάμος 指爱琴海东北部的萨摩特拉刻岛(Samothrace)。修饰成分‘与斯卡曼德罗斯(特洛伊平原之河)相对’以及‘毗邻西索尼亚(色雷斯半岛)’指明了其具体的地理方位。

  4. 3.74ἔμφρονα λύσσαν ἔχοντα

    ‘带有理智/明慧的(ἔμφρονα)狂乱(λύσσαν)’,构成修辞上的矛盾修饰法(oxymoron),用以表达卡贝洛斯密仪中的狂喜并非盲目的癫狂,而是蕴含神圣洞见的宗教热狂。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2045.tlg001.humanitext-grc2:3.0-3.90