← 诺努斯

狄奥尼索斯谭

§28.0-28.81

福努斯等人的奋战与德里阿得斯战象的毙命

福努斯、阿里斯泰俄斯、埃阿科斯率狄奥尼索斯大军与印第安军交锋,展开了一场夹杂着猛兽与狂舞的激战。法勒纽斯与得克西俄科斯相继阵亡,随后克律提俄斯击毙了德里阿得斯的战象。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
0

εἰκοστὸν σκοπίαζε καὶ ὄγδοον, ὁππόθι πολλὴν Κυκλώπων πυρόεσσαν ἐσαθρήσειας Ἐνυώ.

且看第二十八卷,你将在其中目睹众独眼巨人无数如火的激战。

ἔνθά τις ἀπρήυντος ἔην ἔρις· ἀμφότεροι γὰρ

彼处爆发了一场不可遏制的纷争:

Φαῦνος Ἀρισταῖός τε μίαν συνέλασσαν Ἐνυώ,1

福努斯与阿里斯泰俄斯双双投入同一种战斗,

οἷσιν ἐφωμάρτησε καὶ Αἰακός, ἄξια ῥέζων

埃阿科斯亦随行于侧,

Ζηνὸς ἑοῦ γενετῆρος, ὑπὲρ νώτοιο τιταίνων

立下无愧于其父宙斯的功勋,将一面精美绝伦的青铜盾牌覆于背上,

5

ἀσπίδα χαλκείην πολυδαίδαλον, ἧς ἐνὶ κύκλῳ

盾牌的圆圈之中饰有诸多精巧图纹,

δαίδαλα πολλὰ πέπαστο, τά περ κάμε Λήμνιος ἄκμων.

皆为利姆诺斯的铁砧所铸就。

καὶ στρατιὴ κεκόρυστο πολύτροπος εἰς μόθον Ἰνδῶν

这支多样的军队已披坚执锐,

σπερχομένων ἀγεληδόν· ὁ μὲν ταμεσίχροϊ κισσῷ

去迎战成群汹涌而至的印度人。有人身佩割裂皮肉的常春藤,

κραιπνὸς ἐς ὑσμίνην πολυδαίδαλα δίφρα νομεύων

迅速驾御精工造就的战车奔赴战阵,

10

πορδαλίων ἐπέβαινεν, ὁ δὲ φρίσσοντι λεπάδνῳ

跨骑在花豹之上;

ζεῦξεν Ἐρυθραίων ὀρεσίδρομον ἅρμα λεόντων

有人则以令人战栗的革带套住厄律忒亚山间驰骋的雄狮战车,

καὶ βλοσυρὴν ἴθυνε συνωρίδα, κυανέας δὲ

操纵着那威猛的双驭;

ἄλλος ἐριπτοίητος ἀκοντίζων στίχας Ἰνδῶν

另一人狂热地向印度人深黑的行列投掷标枪,

ἀστεμφὴς ἀχάλινον ἐτέρπετο ταῦρον ἱμάσσων,

毫不退缩地以抽打未套缰绳的公牛为乐;

15

καί τις ἀναΐξας Κυβεληίδος εἰς ῥάχιν ἄρκτου

更有人腾身跃上一只库柏勒母熊的背脊,

ἔχραε δυσμενέεσσι, καὶ οἴνοπα θύρσον ἑλίσσων

扑向仇敌,挥舞着酒红色的酒神杖,

ἡνιόχους ἐφόβησε τανυκνήμων ἐλεφάντων·

令长腿战象的驭手们胆战心惊。

ἄλλος ἀκοντίζων στρατιὴν ταμεσίχροϊ κισσῷ

另一人以割肉的常春藤向敌军投掷,

οὐ ξίφος, οὐ σάκος εἶχε περίτροχον, οὐ δόρυ χάρμης

他既无利剑,亦无圆盾,更无战阵中染血的长矛,

20

φοίνιον, ἀλλὰ πέτηλα φυτῶν ἑλικώδεα σείων

仅仅摇动植物卷曲的叶片,

λεπτῷ χαλκοχίτωνα κατέκτανεν ἀνέρα θαλλῷ.

便以一截纤细的枝条斩杀了身披青铜铠甲的勇士。

καὶ πάταγος βρονταῖος ἐπέκτυπεν εἴκελος αὐλῷ·

如笛声般的雷霆轰鸣响彻战野;

Σειληνοὶ δʼ ἰάχησαν· ἐπεστρατόωντο δὲ Βάκχαι,

西勒诺斯诸神高声呼喊,巴克科斯女信徒们挺进,

νεβρίδας ὡς θώρηκα κατὰ στέρνοιο βαλοῦσαι.

如披胸甲般将鹿皮覆于胸前。

25

καί τις ὀρεσσινόμων Σατύρων, ἅτε πῶλον ἐλαύνων,

一名游弋山林的萨堤洛斯如同驾御马驹一般,

ποσσὶ διχαζομένοισιν ὑπὲρ ῥάχιν ἧστο λεαίνης.

双足分开跨坐于一头雌狮的脊背之上。

Ἰνδοὶ δʼ ἀνταλάλαζον, ἀολλίζων δὲ μαχητὰς

印度人亦高声呼应相抗,

βάρβαρος ἐσμαράγησεν ἀγέστρατος αὐλὸς Ἐνυοῦς·

集结武士的蛮荒战阵号笛厉声轰响:花冠敲击着头盔,

στέμματα μὲν κορύθεσσιν, ἐπέκτυπε δʼ αἰγίδι θώρηξ,

胸甲在埃癸斯上撞出回响,

30

ἔγχεσι θύρσος ἔθυσε, καὶ ἰσάζοντο κοθόρνοιςἀντίτυποι κνημῖδες· ὁμοζυγέων δὲ φορήων

酒神杖向长矛猛冲,抵御的护胫与革靴不相上下;

στοιχάδες ἀλλήλῃσιν ἐπηρείδοντο βοεῖαι,

同组配对的执盾者那层叠的牛皮盾牌相互挤压,

καὶ πρυλέες πρυλέεσσιν, ἀερσιλόφῳ δὲ καρήνῳ

步卒力抗步卒,

Μυγδονίην πήληκα Πελασγιὰς ὤθεε πήληξ.

高耸翎冠的佩拉斯吉式头盔顶推着密格多尼亚式的头盔。

35

καὶ κλόνος ἦν προμάχων ἑτερότροπος· ὃς μὲν ἀείρων

先锋阵中的混乱亦千姿百态:有人腾空而起,

Βακχείης ἐλέλιζε μετάρσιον ἅλμα χορείης,

翻转出巴克科斯狂舞的腾跃之势;

ὃς δὲ πεσὼν στενάχιζεν, ὁ δʼ ἐκροτάλιζε πεδίλῳ,

有人倒地呻吟;有人用便鞋踏地作响;

ὃς δὲ τυπεὶς ἤσπαιρεν, ὁ δʼ ἐσκίρτησε Λυαίῳ·

有人中创倒地挣扎;有人为吕艾俄斯欢跃纵跳;

ἄλλος ἀπὸ στομάτων πολεμήιον ἦχον ἰάλλων

有人口中喷薄出战争的呼啸,

40

Ἄρεος ἔγχος ἔμελπεν, ὁ δʼ εἰλαπίνην Διονύσου·

歌咏阿瑞斯的枪矛;有人则歌唱狄奥尼索斯的盛宴。

καὶ τελετῇ Βρομίοιο συνεσμαράγησεν Ἐνυώ,

战阵与布罗米俄斯的秘仪一同咆哮,

εὔια δʼ ἴαχε ῥόπτρα, καὶ ἡγήτειρα κυδοιμοῦ

狂欢的击板声震四方,

λαὸν ἀολλίζουσα συνέκτυπε πηκτίδι σάλπιγξ,

引动骚乱的战号汇聚众人,与琴声齐鸣,

σπονδῇ λύθρον ἔμιξε, φόνον δʼ ἐκέρασσε χορείῃ.

将鲜血混入奠酒之中,将杀戮掺入舞乐之内。

45

ἔνθα πολὺ πρώτιστος, ἑῷ ποδὶ κοῦφος ὀρούσας,

此时,法勒纽斯以轻捷的步伐率先冲出,

ἀντία Δηριάδαο κατηκόντιζε Φαληνεύς,

迎面朝着德里阿得斯掷出长矛,

καὶ τύχεν ἀρρήκτοιο σιδηρείοιο χιτῶνος·

击中了他坚不可摧的铁铠;

οὐ δὲ τιταινομένη χροὸς ἥψατο λοίγιος αἰχμή,

然而奋力飞出的毁灭矛尖未能伤及肌肤,

ἀλλὰ παραΐξασα πάγη χθονί· λυσσαλέος δὲ

斜刺里擦过,插在大地之上。

50

Δηριάδῃ πέλας ἐχθρὸν ἐπαΐσσοντα νοήσας

狂怒的勇士科律姆巴索斯见强敌逼近德里阿得斯,

ἀλκήεις ἐκίχησε Κορύμβασος, ἐσσυμένου δὲ

飞步赶上,

λαιμὸν ἀπηλοίησε μεσαίτατον ἄορι τύψας,

挥剑劈中那疾驰而来的咽喉正中,斩落了他的头颅;

καὶ κεφαλὴν ἤμησε· δαϊζομένου δὲ καρήνου

随着头颅被削落,浑身浴血、

αἱμοβαφὴς ἀκάρηνος ἐπὶ χθόνα πῖπτε Φαληνεύς.

身首异处的法勒纽斯倒伏于地。

55

Ἀμφὶ δέ οἱ μόθος ὦρτο πολύθροος· ἀκρότατον δὲ

围绕着他爆发出喧嚣的混战:

Δεξίοχος Φλογίοιο μεσόφρυον ἔξεσε χαλκῷ,

得克西俄科斯以青铜兵刃削去了弗洛吉俄斯眉间最高处的皮肉,

πλήξας ἄκρα μέτωπα διχαζομένης τρυφαλείης·

劈中破裂面罩下的额头边缘。

αὐτὰρ ὁ ταρβήσας, ὀλίγον γόνυ γουνὸς ἀμείβων,μηκεδανῇ κεκάλυπτο κασιγνήτοιο βοείῃ,

然而后者惊恐万分,双膝微退,

Δαρδανίης ἅτε Τεῦκρον ὀιστευτῆρα γενέθλης2εἰς σάκος ἑπταβόειον ἐδέχνυτο σύγγονος Αἴας,

躲入同胞兄弟宽长的牛皮盾后——恰如亲族埃阿斯曾将射击达尔达尼亚族类的射手透克罗斯迎入七重牛皮大盾之中,

60

πατρῴῃ συνάεθλον ἀδελφεὸν ἀσπίδι κεύθων.

以父祖传下的盾牌庇护并肩作战的兄弟一般。

αὐτίκα δʼ ἐκ κολεοῖο Κορύμβασος ἆορ ἐρύσσας

科律姆巴索斯随即拔剑出鞘,

αὐχένα Δεξιόχοιο κατεπρήνιξε μαχαίρῃ·

以短刀将得克西俄科斯的颈项击得俯扑于地。

65

καὶ ταχὺς ἀσπαίροντι θορὼν περιδέδρομε νεκρῷοἰστρομανὴς Κλύτιος, πρυλέων πρόμος· ὑψιλόφου δὲ

步兵领袖、狂怒的克律提俄斯迅即奔至喘息未绝的尸身之旁;

κραιπνὸς ἐριπτοίητος ἀκόντισε Δηριαδῆος·

敏捷而狂猛的他向着高盔的德里阿得斯投出标枪。

ἀλλὰ δόρυ προμάχοιο παρακλιδὸν ἔτραπεν Ἥρη,

然而赫拉偏转了先锋的长矛,因她既怨恨克律提俄斯,

καὶ Κλυτίῳ κοτέουσα καὶ Ἰνδοφόνῳ Διονύσῳ·

亦愤恨诛杀印度人的狄奥尼索斯。

70

ἔμπης δʼ οὐκ ἀφάμαρτε ταχὺς πρόμος· ἀλλὰ τορήσας

尽管如此,迅捷的统领并未完全失手:

θηρὸς ἀμαιμακέτοιο πελώριον ἀνθερεῶνα

他刺穿了狂兽巨大的下颌,

ὀρθοπόδην ἐλέφαντα κατέκτανε Δηριαδῆος·

诛杀了德里阿得斯昂首挺立的战象。

καὶ μογέων ὀδύνῃσιν ὅλην ἐτίναξεν ἀπήνην

那灵巧而巍峨的巨兽在剧痛中挣扎,

αὐχένι κυανέῳ περιδέξιος ἠλίβατος θήρ·

以深黑的颈项撼动了整辆车舆;

75

καὶ γένυν αἰθύσσων σκολιὴν προβλῆτα προσώπου

它甩动着面部突出的弯曲象鼻,

αἱμοβαφῆ ζυγίων ἀνεσείρασε δεσμὰ λεπάδνων·

扯断了套轭革带上染血的系绳。

ἀλλὰ πολυκλήιστον ὑπὸ ζυγὸν ἄορι κάμψας3αὐχενίων ἀνέκοψεν ὁμόζυγον ὁλκὸν ἱμάντων

然而手脚俐落的驭手刻莱纽斯持剑伏身于紧锁的车轭之下,

ἡνίοχος ταχυεργός· ἀπʼ εὐρυβάτοιο δὲ φάτνης

斩断了颈际牵系的缰带;

80

ὑψιφανῆ νέον ἄλλον ἑλὼν ἔζευξε Κελαινεύς.

随后从宽敞的象厩中牵出另一头高大崭新的巨象套上战车。

καὶ Κλύτιος θρασὺς ἔσκεν ἀνεικέος ἐλπίδι νίκης·

克律提俄斯则因无可置疑的胜利之望而斗志昂扬。

语法注3 条
  1. 28.2μίαν συνέλασσαν Ἐνυώ

    动词 συνελαύνω(驱集、使汇合)以神名/名词 Ἐνυώ(战斗)作内宾格或结果宾格,意为“两人汇入同一场战斗之中”。

  2. 28.61Δαρδανίης ἅτε Τεῦκρον ὀιστευτῆρα γενέθλης

    属格短语 Δαρδανίης ... γενέθλης 作 ὀιστευτῆρα(射手)的宾格性属格,意为“射杀达尔达尼亚族类的射手”,典出《伊利亚特》卷八中透克罗斯躲在埃阿斯盾后射杀特洛伊士兵的情景。

  3. 28.77ἀλλὰ πολυκλήιστον ὑπὸ ζυγὸν ἄορι κάμψας

    分词 κάμψας 作不及物用法,表示身体动作(“俯身、弯腰”),与介词短语 ὑπὸ ζυγὸν 搭配,意为“伏身于上锁的重轭之下”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2045.tlg001.humanitext-grc2:28.0-28.81