- 底本
- Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2045.tlg001.humanitext-grc2:25.82-25.163
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
诗人贬抑了珀尔修斯石化波吕狄克忒斯与营救安德洛墨达的功绩,力证狄奥尼索斯在巨灵之战与登临神界方面的卓越地位,随后转而述及墨伽拉围城战中爱情的力量。
τί πλέον, εἰ1 φονίης δεδοκημένος ὄμμα Μεδούσης
即便波吕狄克忒斯注视着弑戮的美杜莎之眼,
ἀνδρομέων μελέων ἑτερότροπον εἶδος ἀμείψας2
改变了人类肢体的形貌,
εἰς λίθον αὐτοτέλεστον ἐμορφώθη Πολυδέκτης;
被塑造成自然化成的顽石,又有何益处?
Βάκχου δʼ Ἰνδοφόνου βριαρὸς πόνος οὐ μία Γοργώ,
然而诛灭印度的巴克科斯那雄强的功勋,
οὐ λίθος ἠερόφοιτος ἁλίκτυπος ἢ Πολυδέκτης·
绝非区区一位戈耳工,亦非飞翔于虚空、
ἀλλὰ δρακοντοκόμων καλάμην ἤμησε ΓιγάντωνΒάκχος ἀριστεύων ὀλίγῳ ῥηξήνορι θύρσῳ,
在海波中回响的顽石或波吕狄克忒斯;相反,巴克科斯勇冠绝伦,
ὁππότε Πορφυρίωνι μαχήμονα κισσὸν ἰάλλων
以微细的折骨顶针杖刈倒了蛇发的巨灵麦秸——彼时他将善战的常春藤投向波耳费里翁,
Ἐγκέλαδον στυφέλιξε καὶ ἤλασεν Ἀλκυονῆα
以枝叶为枪击垮恩克拉多斯并驱逐阿尔库奥纽斯;
αἰχμάζων πετάλοισιν· ὀιστεύοντο δὲ θύρσοι3
这破灭地生之众、
γηγενέων ὀλετῆρες, ἀοσσητῆρες Ὀλύμπου,
拯救奥林匹斯的顶针杖如飞箭般射出;
χερσὶ διηκοσίῃσιν ἕλιξ ὅτε λαὸς Ἀρούρης
彼时拥有双百巨手的大地之蟠曲军旅,
θλίβων ἀστερόεσσαν ἴτυν πολυδειράδι κόρσῃ
以其千嶂之颅顶紧压星罗棋布的苍穹之轮,
λεπταλέῳ γόνυ κάμψεν ἀκοντιστῆρι κορύμβῳ,
却在如投枪般纤细的常春藤果簇前、在常春藤缠绕的长矛前屈下双膝;
ἔγχεϊ κισσήεντι, καὶ οὐ πυρόεντι κεραυνῷ
即便在那烈火熊熊的霹雳之下,
τηλίκος ἑσμὸς ἔπιπτεν, ὅσος ῥηξήνορι θύρσῳ.
亦未曾倒下如在折骨顶针杖前仆灭的如此巨群。
ἀλλά φίλοι, κρίνωμεν· ἐν ἀντολίῃ μὲν ἀρούρῃ
来吧,朋友们,让我们来评判:在东方的大地上,
Ἰνδοφόνους ἱδρῶτας ὀπιπεύων Διονύσου
太阳凝视着狄奥尼索斯诛戮印度的汗水而惊叹;
ἠέλιος θάμβησεν, ὑπὲρ δυτικοῖο δὲ κόλπου
而在西方的海湾之上,
Ἑσπερίη Περσῆα τανύπτερον εἶδε Σελήνη,
暮色中的月亮得见展翅的珀尔修斯以弯爪青铜完成了微不足道的劳役;
βαιὸν ἀεθλεύσαντα πόνον γαμψώνυχι χαλκῷ·
而法厄同(太阳)
καὶ Φαέθων ὅσον εὖχος ὑπέρτερον ἔλλαχε Μήνης,
相比月亮分得何等崇高的夸耀,
τόσσον ἐγὼ Περσῆος ἀρείονα Βάκχον ἐνίψω.
我便宣称巴克科斯相比珀尔修斯亦是同等卓绝。
Ἴναχος ἀμφοτέρων πέλε μάρτυρος, ὁππότε κισσῷ
伊纳科斯河见证了双方的较量:
καὶ φονίῳ νάρθηκι Μυκηνίδες ἤρισαν αἰχμαὶ
彼时迈锡尼沉重的青铜枪尖与常春藤及血腥的阿魏杖角逐比试,
χαλκοβαρεῖς, Σατύρων δὲ φιλεύιον Ἄρεα φεύγων
背离萨堤洛斯们酷爱狂欢的战神,
θυρσοφόρῳ Βρομίῳ δρεπανηφόρος εἴκαθε Περσεύς,
携镰刀的珀尔修斯向执顶针杖的布罗米俄斯退让;
καὶ δόρυ θοῦρον ἔπεμπε μαχήμονος ἀντὶ Λυαίου
他未迎击善战的吕埃俄斯,反倒投出狂烈的标枪,
οὐτιδανὴν ἀσίδηρον ἀκοντίζων Ἀριάδνην·οὐκ ἄγαμαι Περσῆα μίαν κτείναντα γυναῖκα,
刺向毫无甲兵防备的微贱阿里阿德涅。
εἵμασι νυμφιδίοισιν ἔτι πνείουσαν Ἐρώτων.
我不赞赏斩杀了区区一位在婚服上仍散发爱神气息之女人的珀尔修斯。
εἰ δὲ Διὸς χρυσέων μεγαλίζεται εἵνεκα λέκτρων,
即便他因宙斯的黄金卧榻而自傲,
οὐ Δανάην ἐκόμισσεν ἐς οὐρανὸν ὑέτιος Ζεύς,
降雨的宙斯亦未曾将达那厄接引升天,
κυδαίνων γονίμης φιλοπάρθενον ὄμβρον ἐέρσης
以荣耀短促偷婚的受孕之露那爱恋少女之雨;
βαιῆς κλεψιγάμου· Σεμέλη δʼ ἐπέβαινεν Ὀλύμπου
然而塞墨勒却与宙斯一同登上奥林匹斯,
σὺν Διί, σὺν μακάρεσσι μιῆς ψαύουσα τραπέζης,
与诸福神共享同一案几,
υἱέι βοτρυόεντι παρεζομένη Διονύσῳ·
安坐在佩戴葡萄之子狄奥尼索斯的身旁。
οὐ Δανάη λάχεν οἶκον Ὀλύμπιον, ὑγροπόρου δὲ
达那厄未曾分得奥林匹斯的殿堂,
λάρνακος ἔνδον ἐοῦσα Διὸς ναυτίλλετο νύμφη,
宙斯的新娘却身处于水行的木箱之中漂泊泛海,
μεμφομένη ζυγίων ἀπατήλιον ὄμβρον Ἐρώτων,
怨责结发爱神的欺诈之雨,
ἄστατον ὄλβον ἔχοντα μινυνθαδίου νιφετοῖο.
那不过带有须臾降雪般飘忽不定的福祉。
οἶδα μὲν Ἀνδρομέδην, ὅτι φαίνεται ἐντὸς Ὀλύμπου,
我固然知晓安德洛墨达显现于奥林匹斯之内,
ἀλλὰ πάλιν μογέει καὶ ἐν αἰθέρι· καὶ τάχα δειλὴ
然而她在天空之中再次经受痛苦;
πολλάκι τοῖον ἔλεξεν ἔπος νεμεσήμονι φωνῇ·
这可怜的女子或许屡次以怨愤之声吐露此言:
τί πλέον, εἴ με κόμισσας ἐς αἰθέρα, νυμφίε Περσεῦ;
“新郎珀尔修斯啊,即便你将我带入苍穹,又有何益?
καλὸν ἐμοὶ πόρες ἕδνον Ὀλύμπιον· ἀστερόεν γὰρ
你赐予了我美好的奥林匹斯聘礼!
κῆτος ἔτι κλονέει με καὶ ἐνθάδε, καὶ νέον ἄλλον
因那繁星织成的海怪即便在此处仍使我惊恐,
ἀντίτυπον προτέροιο μετὰ χθόνα καὶ φόβον ἅλμης
在经历陆地与咸水的恐惧之后,
εἰσέτι δεσμὸν ἔχω καὶ ἐν ἄστρασιν· οὐ σέθεν ἅρπη
我甚至在群星之间依然承受着与昔日如出一辙的全新桎梏。
οὐρανίη με σάωσε· μάτην δέ μοι ἐντὸς Ὀλύμπου
你天界的大弯刀并未拯救我;在奥林匹斯之内,
μείλιχον ἀστραίης ἀμαρύσσεται ὄμμα Μεδούσης·
星宿美杜莎温和的眼波向我徒然闪烁;
κῆτος ἔτι κλονέει με, καὶ οὐ πτερὰ κοῦφα τιταίνεις.
海怪仍在使我惊骇,你却不曾展动轻捷的羽翼。
μήτηρ ἀχνυμένη με βιάζεται, ὅττι καὶ αὐτὴ
悲痛的母亲重压着我,
δειλὴ Κασσιέπεια διʼ αἰθέρος εἰς ἅλα δύνει
只因可怜的喀西厄佩亚自身亦穿过以太沉入咸水,
Νηρεΐδας τρομέουσα, καὶ ὀλβίζει δρόμον Ἄρκτου
惊惧于涅瑞伊得斯仙女,而称羡大熊星座那未受大洋浸湿、
ἄβροχον Ὠκεανοῖο καὶ οὐ ψαύοντα θαλάσσης·
不触海波的巡行轨迹;
καὶ φόβον Ἀνδρομέδης ὁρόων καὶ Κῆτος Ὀλύμπου
眼见安德洛墨达的恐惧与奥林匹斯的海怪,
γηραλέος μετὰ γαῖαν ὀδύρεται ἐνθάδε Κηφεύς.
年迈的刻甫斯在离别人世后在此处继续悲泣。”
τοῖον ἔπος βαρύδεσμος ἀνίαχε πολλάκι νύμφη,
那受沉重束缚的新娘屡屡发出如此呼喊,
Περσέα κικλήσκουσα, καὶ οὐ χραίσμησεν ἀκοίτης.
呼唤着珀尔修斯,而夫君却未能提供半分佑护。
εἰ δὲ καὶ Ἀνδρομέδης ἐπαγάλλεται ἄστρασι Περσεύς.4δόχμιον ὄμμα τίταινε διʼ αἰθέρος, ἧχι φαείνει
若珀尔修斯亦为安德洛墨达的星辰而夸耀,
αἰγλήεις Ὀφιοῦχος Ὄφιν δινωτὸν ἀείρων,
且将你倾斜的目光投向苍穹——那里辉煌的蛇夫座正托举盘绕的巨蛇放光,
καὶ Στέφανον περίκυκλον ἐσαθρήσεις Ἀριάδνης
你将得见阿里阿德涅环绕的冠冕座与太阳并驰、
σύνδρομον Ἠελίοιο, συναντέλλοντα Σελήνῃ,
与月亮齐升,
ἵμερον ἀγγέλλοντα φιλοστεφάνου Διονύσου.
宣告着爱冠狄奥尼索斯的眷恋深情。
οἶδα μόθον Μίνωος, ὃν ὤπασε θῆλυς Ἐνυὼ
我深知米诺斯的征战,
κεστὸν ἐλαφρίζουσα καὶ οὐ τελαμῶνα βοείης,
那是雌性厄倪俄所赋予的,她轻弄彩带而非牛皮剑带;
ὁππότε Κύπρις ἔην κορυθαιόλος, ὁππότε Πειθὼ
彼时塞浦路斯女神化作摇曳头盔的战士,
χάλκεον ἔγχος ἔπαλλε καὶ ἔπλετο Παλλὰς Ἀθήνη,
劝导女神挥舞青铜战枪变为帕拉斯·雅典娜,
μαρναμένῳ Μίνωι συνέμπορος, ἐν δὲ κυδοιμοῖς
成为征战中米诺斯的同伴;
ἀπτολέμων τόξευε γαμοστόλος ἑσμὸς Ἐρώτων,
在纷乱骚动中,操办婚礼却不习征战的爱神群蜂放箭,
καὶ Πόθος ἱμερόεις πτολιπόρθιος, ἡνίκα λαῷ
令人眷恋的情欲成为破城者;
Νισαίῳ Μεγαρῆι Κυδωνιὰς ἔβρεμε σάλπιγξ,
彼时基多尼亚号角向着尼萨的墨伽拉人民轰鸣,
εὖτε Φόβον καὶ Δεῖμον ἰδὼν συνάεθλον Ἐρώτων
眼见溃退与恐惧沦为爱神们的竞技同伴,
ἴχνεσιν αἰδομένοισιν ἐχάζετο χάλκεος Ἄρης,
青铜战神带着羞惭的步履退却,
ἀσπίδα κουφίζουσαν ὀπιπεύων Ἀφροδίτην
凝视着阿佛洛狄忒轻举盾牌、
καὶ Πόθον αἰχμάζοντα, καὶ εὐθώρηκι μαχητῇ
情欲之神挥舞长枪,
ἁβροχίτων ἐτέλεσσεν Ἔρως καλλίτριχα νίκην·
轻袍爱神为披挂精良铠甲的战士成就了美发之胜。
Σκύλλα γὰρ ὑπνώοντος ἀκερσικόμοιο τοκῆος
因在留发未剪的父亲熟睡之际,
ἥλικα πορφυρέης ἀπεκείρατο βότρυν ἐθείρης,
斯库拉剪去了与他同庚的紫发之穗,
καὶ πόλιν ἔπραθε πᾶσαν ἕνα τμητῆρι σιδήρῳ
仅以一柄斩断的利铁便攻破焚毁了整座城池。
- 25.82τί πλέον, εἰ
省略 ἐστί 的非人称惯用表达,意为“即便……又有何益处”。此处呼应并变奏了前一语段(第40行,τί δὲ πλέον, εἰ...)中的修辞反问,贬低珀尔修斯功绩的实际价值。
- 25.83ἀνδρομέων μελέων ἑτερότροπον εἶδος ἀμείψας
分词 ἀμείψας 在此表示“改变”或“换去”,以宾格 εἶδος 为直接宾语,属格短语 ἀνδρομέων μελέων 作修饰性/领属性属格(“人类肢体的形貌”)。它与后文的 εἰς λίθον ... ἐμορφώθη 紧密照应,描绘了石化的变形过程。
- 25.91ὀιστεύοντο δὲ θύρσοι
动词 ὀιστεύω(射箭)的未完成过去时被动态,具修辞隐喻色彩:“顶针杖如飞箭般被射出”。句中未明示施事者,但紧接着的语境清楚表明这是狄奥尼索斯施展神威击溃巨灵之景。
- 25.142εἰ δὲ καὶ Ἀνδρομέδης ἐπαγάλλεται ἄστρασι Περσεύς·
虽然以 εἰ δὲ καί 构成条件从句,但主节并未采用常规的陈述句,而是由随后的祈使句 δόχμιον ὄμμα τίταινε(“且斜目而视”)充当实质上的归结部分,形成了直接针对读者或假想对话者的修辞性转换。
