- 底本
- Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2045.tlg001.humanitext-grc2:22.322-22.401
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
弓手接连射杀敌兵以在阵列中打开缺口,埃阿喀斯则在河畔无情屠戮被驱赶至此的印度大军,使许达斯佩斯河塞满尸骸,直至一位水仙女呼喊其同族血缘以求怜悯。
εἰς σκοπὸν εἷλκε βέλεμνον· ἀριστοτόκῳ δʼ ἐπὶ νύμφῃ
他向着靶心拉满箭矢,
νίκης ἐλπίδα πᾶσαν ἐπέτρεπε Καλλιοπείῃ.
将胜利的全部希望寄托在育有英才的仙女卡利俄佩身上。
ἐννέα μὲν προέηκε τανυγλώχινας ὀιστούς,
他射出了九支长尖箭,
ἐννέα δʼ ἄνδρας ἔπεφνεν· ἔην δέ τις ἶσος ἀριθμὸς
斩杀了九名敌人;射出的箭矢
πεμπομένοις βελέεσσι καὶ ὀλλυμένοισι μαχηταῖς·
与丧命的战士数量完全相当。
ὧν ὁ μὲν ἄκρα μέτωπα διέσχισεν ἰὸς ἀλήτης,
其中一支乱飞的箭矢劈裂了额头顶端;
ὃς δὲ δασυστέρνοιο κατέγραφεν ἄντυγα μαζοῦ,
另一支划破了毛茸茸的胸膛边缘;
ἄλλος ὑπὲρ λαγόνων, ἕτερος δʼ ἐπὶ νηδύι πίπτων
又有一支落在肋腹上方,另一支落在腹部正中,
μεσσατίῃ πεφόρητο χαρασσομένου κενεῶνος,
穿行而过,割裂了腰胁的空腔;
ὃς δὲ διὰ πλευροῖο διέδραμεν, ὃς δὲ φυγόντος
又有一支穿透肋骨,另一支则在人逃奔时,
ὀρθὸς ἀελλήεντι ποδῶν ἐνεπήγνυτο1 ταρσῷ
笔直地钉入他疾如旋风的脚掌,
καὶ χθονίῳ σφήκωσεν ὁμοζεύκτῳ πόδα δεσμῷ.
将他的脚与大地的羁绊紧紧锁在一起。
ἠνεμόεν δὲ βέλεμνον ἀνείρυσεν· ἐκ δὲ φαρέτρης
他抽出一支带风的利箭;自箭筒之中,
ἄλλου πεμπομένοιο κατέδραμεν ἄλλος ἐπʼ ἄλλῳ
当一支射出时,另一支接踵而至,
ἠερίῃ στροφάλιγγι κατάσσυτος ὄμβρος ὀιστῶν.
如同一场在空中旋风中倾泻而下的箭雨。
ὡς δʼ ὅτε χαλκείῳ τις ἐπʼ ἄκμονι χαλκὸν ἐλαύνων
犹如工匠在青铜砧上锤打青铜,
ἀκαμάτῳ ῥαιστῆρι πυρίβρομον ἦχον ἰάλλει,
以不知疲倦的铁锤击打近旁的铁块,发出轰鸣炽烈的巨响,
τύπτων γείτονα μύδρον, ἀποθρῴσκουσι δὲ πολλοὶ
无数跳跃的火星自敲击的铁中迸射而出,
ἁλλόμενοι σπινθῆρες ἀρασσομένοιο σιδήρου,
灼热了空气,在交替的冲击中,
ἠέρα θερμαίνοντες, ἀμοιβαίῃσι δὲ ῥιπαῖς2
有的在前,有的紧随其后,又有的跃出,以灼热的颤动追赶上仍在跳跃的火星——
ὃς μὲν ἔην προκέλευθος, ὁ δὲ σχεδόν, ἄλλος ὀρούσαςἄλλον ἔτι θρῴσκοντα κιχάνεται αἴθοπι παλμῷ·ὣς ὅ γε τοξεύων στρατιὴν ἀντώπιον Ἰνδῶν
正像他射箭一般,以毫不松懈的弓弦驱散了
μαρναμένων ἐκέδασσεν ἀλωφήτων ἀπὸ τόξων,
迎面交战的印度军阵,
κτείνων ἄλλοθεν ἄλλον ἐπασσυτέροισι βελέμνοις.
用接连不断的箭矢斩杀各处的敌人。
μεσσατίης δὲ φάλαγγος ἀλευαμένης νέφος ἰῶν
当中军避开这阵箭雨时,
χῶρος ἐγυμνώθη, κεραῆς ἴνδαλμα Σελήνης,
阵地露出了一片空地,宛如新月之状,
ἀμφιφαὴς ὅτε βαιὸν ἀποστίλβουσα κεραίης
当它双侧辉映,两角微微闪烁,
ἄκρα διαπλήσασα δύω νεοφεγγέος αἴγλης
以初生光芒的清辉注满两端,
κεκλιμέναις ἀκτῖσι μέσον κύκλοιο χαράσσει,
以倾斜的光线刻出圆盘的中央,
δίζυγι κεκριμένῳ μαλακῷ πυρί· μεσσατίης δὲ
带有双重而分立的柔和光焰;当中部被勾勒时,
γυμνὰ χαρασσομένης ἔτι φαίνετο κύκλα Σελήνης.
月亮那袒露的圆轮仍旧显现。
οὐδὲ μάχης ἀπέληγε συναιχμάζων Διονύσῳ
与狄俄尼索斯并肩作战的无畏埃阿喀斯亦未停战,
Αἰακὸς ἀπτοίητος, ἐβακχεύθη δὲ κυδοιμῷκτείνων ἔνθα καὶ ἔνθα· καὶ ἐκ πεδίοιο διώκων
他如醉狂般在战乱中杀戮,到处斩敌;
εἰς προχοὰς ποταμοῖο μετήγαγε λαὸν ἀλήτην.
他将败逃的敌众逐出平原,逼至河流的河口。
συμφερτοὶ δʼ ἕνα μοῦνον ἐκυκλώσαντο μαχηταὶ
聚集的战士们围攻他这一位身遭乱剑劈砍、
τυπτόμενον ξιφέεσσι καὶ οὐκ ἀλέγοντα μαχαίρης,
却不顾刀剑亦不惧羽箭的勇士;而这位敏捷的勇士
οὐ βέλεος πτερόεντος· ἐπασσυτέρῃσι δὲ ῥιπαῖς
以连续的猛击收割着幽暗战阵中的钢铁麦穗,与所有人交战,有的斩于岸上,
κυανέης ἤμησε σιδήρεα λήια χάρμης
有的以善战之手斩杀于河水下游;
κραιπνὸς ἀνὴρ καὶ πᾶσιν ἐμάρνατο, τοὺς μὲν ἐπʼ ὄχθαις,τοὺς δὲ κάτω ποταμοῖο μαχήμονι χειρὶ δαΐζων·καὶ νεκύων ἔπλησεν ὅλον ῥόον· ὀλλυμένων δὲ
他使整条河流堆满了尸首;在垂死之人的鲜血中,
αἵματι μορμύρων ἐρυθαίνετο λευκὸς Ὑδάσπης.
白色的许达斯佩斯河奔腾咆哮着被染得通红。
καί τις ἀνὴρ προμάχοιο φυγὼν ἀνεμώδεα ῥιπὴν
有人逃脱了这先锋的风暴冲袭,
κύμβαχος αὐτοκύλιστος ἐπωλίσθησε ῥεέθρῳ,
倒栽葱般自行翻滚着滑入了激流;
καὶ πολὺς ἀρτιδάικτος ἀκοντιστῆρι σιδήρῳ
许多刚被投枪铁刃斩杀的尸体,
σύρετο κυματόεντι νέκυς πεφορημένος ὁλκῷ
带着肿胀的肢体,被波涛汹涌的水流卷走;
οἰδαλέοις μελέεσσιν· ὑποβρυχίοιο δὲ λύθρου
在沉溺的水下血污中,
νηιάδες λούσαντο δαφοινήεντι ῥεέθρῳ,
水仙女们在血红的溪流中沐浴,
καὶ φονίαις λιβάδεσσιν ἐφοινίχθη μέλαν ὕδωρ.
暗黑的河水被惨烈的血流染得赤红。
πολλοὶ δʼ ἐν προχοῇσιν ἀπορρίψαντες ἀκωκὴν
许多人在河口处扔下武器的尖刃,
ἱκεσίην ἀνέφαινον ἀτευχέες, ὃς μὲν ἐπʼ ὄχθαις,
解甲投降祈求怜悯——有的在岸上,
ὃς δὲ παρὰ ψαμάθοις τετανυσμένος, ὃς δʼ ἐπὶ γαίῃ
有的俯卧在沙滩旁,有的在地上直直跪倒,
ὄρθιος ὀκλάζων, κυρτούμενον αὐχένα κάμπτων·
低垂着弯曲的颈项;
ἀλλὰ λιτὰς ἀπέειπεν ἄνω νεύοντι προσώπῳ
然而埃阿喀斯昂起面庞拒绝了祈求,
Αἰακὸς ἀντιβίοισιν ἀκαμπέα μῆνιν ἀέξων·
对敌人怀着不可动摇的怒火。
αἰχμητὴν δʼ ἀσίδηρον ἔτι ψαύοντα λιτάων
他斩杀的不止是一个徒手求饶的吕卡翁般的枪手,
οὐχ ἕνα μοῦνον ἔπεφνε Λυκάονα,3 δυσμενέας δὲ
而是将无数赤手空拳在地上翻滚的敌众尽数诛灭,
χερσὶν ἀθωρήκτοισι κυλινδομένους ἐπὶ γαίῃνηρίθμους κεράιζε, ῥόον ποταμοῖο μιαίνων·
玷污了河水的清流;
καὶ πολὺν Ἀστεροπαῖον ἐδέξατο νεκρὸν Ὑδάσπης.
许达斯佩斯河吞纳了如阿斯忒罗派俄斯般的大批尸首。
Οὐδʼ ἀθεεὶ πολέμιζε καὶ Αἰακός· ἀντιβίους γάρ,
埃阿喀斯亦非无神相助而战;作为珀琉斯的生父,
ὡς γενέτης Πηλῆος, ἔσω ποταμοῖο δαΐζων
他在河水中斩杀仇敌,经历着湿漉的激战与水中的厮杀,
ἰκμαλέον μόθον εἶχε καὶ ὑδατόεσσαν Ἐνυώ,
宛如预示着斯卡曼德罗斯河畔
οἷα προθεσπίζων ποταμοῦ περὶ χεῦμα Καμάνδρουφύλοπιν ἡμιτέλεστον ἐπεσσομένην Ἀχιλῆι·
阿喀琉斯注定经历的那场未竟的恶战;
καὶ μόθον υἱωνοῖο μόθος μαντεύσατο πάππου.
祖父的搏杀预示了孙辈的征战。
καί τις ἐνὶ προχοῇσιν ἀσάμβαλος ἴαχε Νύμφη
在河口处,一位赤足的水仙女
νηιὰς ἀκρήδεμνος ὑπερκύψασα ῥοάων·
未戴面纱,探身于水流之上高喊:
Νηιάδων ὁμόφυλε, Διιπετὲς αἷμα κομίζων,4
“水仙女的同胞啊,流淌着宙斯神裔之血的勇士,
ἁγνὸν ὕδωρ ἐλέαιρε Διιπετέος ποταμοῖο.
怜悯一下这自宙斯降下的河流的清泉吧!
ἄρκιον Ἰνδὸν ὄλεσσε τεὸν δόρυ· παύεο Νύμφαις
你的长矛杀戮的印度人已足够多了;休要再让
δάκρυα Νηιάδεσσιν ἀδακρύτοισιν ἐγείρων·
不曾哭泣的水仙女们淌下眼泪!
νηιὰς ὑδατόεσσα καὶ ὑμετέρη πέλε μήτηρ·
水中的仙女亦曾是你们的母亲;
κούρην γὰρ ποταμοῖο τεὴν Αἴγιναν ἀκούω.
因我听闻你的埃癸娜乃是河神的女儿。
μνώεο, τίς σε λόχευσε, καὶ οὐκέτι χεῦμα μιαίνεις.
念及生你之人,休要再玷污河流。
ἵξομαι εἰς ῥόον ἄλλον ἀκήρατον, εἰς ἅλα βαίνω.
我将前往另一处纯净的水流,奔向大海;
καί με θαλασσαίη δέχεται Θέτις· ἀλλὰ μελέσθω
海之女神忒提斯自会接纳我;至于这道血腥的溪流,
αἱματόεις ῥόος οὗτος Ἐρινύι καὶ Διονύσῳ.
便留给复仇女神厄里倪俄斯与狄俄尼索斯去过问吧。”
- 22.332ἐνεπήγνυτο
ἐμπήγνυμι 的中被动态未完成过去时直陈式第三人称单数,在此作不及物解(“扎入、刺入”),主语为前文的指示代词 ὃς(“一支箭”)。与格 ταρσῷ 作地点与格,该箭亦作为紧随其后的动词 σφήκωσεν 的主语。
- 22.341ἀμοιβαίῃσι δὲ ῥιπαῖς
方式或手段与格短语(“在交替的冲击/喷射下”)。构成了比喻的核心框架,描绘铁锤每次敲击铁砧时火星相继迸射而出的景象。
- 22.380οὐχ ἕνα μοῦνον ἔπεφνε Λυκάονα
典引《伊利亚特》卷二十一中阿喀琉斯冷酷斩杀手无寸铁的吕卡翁的名场面。此处用作类比泛指(“他所斩杀的不仅是一个吕卡翁”),与下文的“许多如阿斯忒罗派俄斯般的尸体”(πολὺν Ἀστεροπαῖον... νεκρόν)相对,构成了祖父埃阿喀斯在河中的奋战作为孙子阿喀琉斯在斯卡曼德罗斯河大捷之原型的类型学对应。
- 22.392Διιπετὲς αἷμα κομίζων
分词短语,修饰呼告的对象(埃阿喀斯):“承载着源自宙斯之血统的人”。通过在下一行紧接重复相同的形容词 Διιπετέος ποταμοῖο(“自宙斯/天降下的河流”),在修辞上强调了埃阿喀斯与许达斯佩斯河同样源自宙斯的神圣渊源,从而呼吁其手下留情。
