← 诺努斯

狄奥尼索斯谭

§20.244-20.324

伊里斯诱骗狄奥尼索斯与吕枯耳戈斯的恫吓

听罢吕枯耳戈斯的狂言后,伊里斯伪装成赫尔墨斯诱骗狄奥尼索斯解除武装前往其宫邸和平狂欢,但现身的吕枯耳戈斯却对他报以严厉的嘲弄与死亡威胁。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
244

ξυνὰ διδασκέσθω μελεδήματα δίζυγι θεσμῷ,

“让她们在双重的法则下学会共同的操劳:

245

δμωὶς ἀναγκαίη καὶ Παλλάδι καὶ Κυθερείῃ

作为女奴被迫服侍帕拉斯与库忒瑞亚二人,

ἠματίοις ταλάροισι καὶ ἐννυχίοις ὑμεναίοις,

白天料理篮筐,夜间服侍婚榻,

κερκίδα κουφίζουσα καὶ οὐκέτι κύμβαλα Ῥείης.

轻巧地运弄织梭,不再敲击瑞亚的钹。

Σειληνοὶ δὲ γέροντες ἐμῆς παρὰ δαῖτα τραπέζης

年迈的塞利诺斯们则当在我宴饮的桌案旁高唱敬奉巴克科斯的颂歌,

εὔιον ἀείσωσι, καὶ ἠθάδος ἀντὶ Λυαίου

不再为习以为常的吕埃俄斯、

250

κῶμον ἀνακρούσωσι καὶ Ἄρεϊ καὶ Λυκοόργῳ.

而是为阿瑞斯与吕枯耳戈斯二人击节奏起狂欢之乐。”

ὣς φαμένου1 μείδησε θεὰ χρυσόπτερος Ἶρις,

他这般说着,金翅女神伊里斯微微一笑,

ψευδαλέην ἴρηκος ἐρετμώσασα πορείην.

如鹰隼般划动虚妄的飞翼。

καί μιν ἰδὼν Λυκόοργος ἑὴν μαντεύσατο νίκην,

吕枯耳戈斯见状预言了自己的胜利,

γινώσκων ταχὺν ὄρνιν, ὅτι πτερὰ φοίνια πάλλων

因他认得那迅疾的飞鸟,知晓它振动血色的羽翼,

255

ἀδρανέας δεδάηκε πελειάδας εἰς φόβον ἕλκειν·2

深谙驱迫怯弱鸽群四散奔逃的手段。

εἶδε γάρ, εἶδεν ὄνειρον ὁμοίιον, ὡς παρὰ λόχμῃ

原来他曾见过——切实见过一个相似的梦境:

χαιτήεις κεκόρυστο λέων λυσσώδεϊ λαιμῷ

在灌木丛旁,一头雄狮鬃毛倒竖,

καὶ βαλίων ἐλάφων κεραὴν ἐδίωκε γενέθλην.

喉间狂怒,追逐着斑鹿这长角的族类。

τοῖον ὄναρ νοέων ἐκορύσσετο θυιάσι Βάκχαις,

心中盘算着这般梦兆,

260

Βασσαρίδας κεμάδεσσιν ἀπειρομόθοισιν ἐίσκων,

他便针对狂乱的巴克科斯女伴披坚执锐,

καὶ πλέον ἔλλαβε θάρσος, ἀναΐξασα δὲ δαίμων

将巴萨里斯女仙视作不习战事的幼鹿,愈发胆气倍增。

νεύμασιν Ἡραίοισι προάγγελος ἦλθε Λυαίῳ,

然而那神祇腾空飞起,遵奉赫拉的旨意,

ταρσὰ ποδῶν πτερόεντι περισφίγξασα πεδίλῳ,

充当先驱使者奔赴吕埃俄斯跟前;她以双翼之履紧束足底,

ῥάβδον ἐλαφρίζουσα, καὶ ὡς Διὸς ἄγγελος ἙρμῆςΒάκχῳ χαλκοχίτωνι δολοπλόκον ἴαχε φωνήν·

轻握神杖,宛如宙斯的信使赫尔墨斯一般,向身披青铜外袍的巴克科斯吐露织造诡计的话音:

γνωτέ, περισσονόοιο Διὸς τέκος, ἔκτοθι χάρμης

“兄弟,卓识之宙斯的爱子啊,离开交战之地,

ὄργια σεῖο κόμιζε φιλοξείνῳ Λυκοόργῳ.

将你的秘仪带往好客的吕枯耳戈斯身旁吧!

λεῖπε μόθον, μὴ κτεῖνε φίλους, μὴ φεῦγε γαλήνην,

止息纷争,莫屠戮亲朋,莫逃避和平,

ἵλαθι μειλιχίοισι· τίς ἤπιον ἄνδρα δαμάσσει;

宽待温和之人吧;谁会去征服顺服的男子?

270

μηδὲ τεοῖς ἱκέτῃσιν ἀναστήσειας Ἐνυώ·3

亦莫对向你请祈之人唤起厄纽奥;

μὴ τεὸν ἀστερόεντι δέμας θώρηκι καλύψῃς·

莫以繁星斑斓的胸甲遮覆身躯;

μὴ κεφαλὴν σφίγξειας ἀερσιλόφῳ τρυφαλείῃ·

莫以高耸翎羽的战盔束缚头颅;

μὴ τρίχα μιτρώσειας ἐχιδνήεντι κορύμβῳ·

莫以毒蛇盘曲的发结缠绕发丝;

ἀλλὰ λιπὼν σέο θύρσα μιαιφόνα, καὶ κέρας οἴνου

丢下你嗜杀的酒神杖,

275

ἔμπλεον ἡδυπότοιο καὶ ἠθάδα ῥάβδον ἀείρων,

举起盛满甜酒的角杯与惯用的神杖,

εὔια δῶρα τίταινε φιλοσταφύλῳ Λυκοόργῳ·

向酷爱葡萄的吕枯耳戈斯呈献巴克科斯的赐礼吧!

ἄρτι δέμας κόσμησον ἀναιμάκτῳ σέο πέπλῳ,

此刻且以未染鲜血的长袍装点躯体,

ἄρτι μέλος πλέξωμεν ἀθωρήκτοιο χορείης,

此刻且让我们编织免披甲胄的欢舞之曲,

καὶ στρατὸς ἠρεμέων μενέτω παρὰ δάσκιον ὕλην,

让军旅在幽暗树林旁安然止步,

280

μὴ μόθον ἐντύνειε γαληναίῳ βασιλῆι·

免得他们向平静的君王重整战阵。

ἀλλά, βαλὼν πλοκάμοισι φίλον στέφος, ἔρχεο χαίρων

去吧,将心爱的花冠戴上发辫,满心欢喜地步入门户洞开、

εἰς δόμον ἀκλήιστον ἑτοιμοτάτου Λυκοόργου,

恭候多时的吕枯耳戈斯之宅邸,

ἔρχεο κωμάζων ἅτε νυμφίος· Ἰνδοφόνους δὲ

如新郎般欢庆前行!

θύρσους σεῖο φύλαξον ἀπειθέι Δηριαδῆι.

将你屠戮印度人的酒神杖留给桀骜不驯的德里阿得斯吧。

285

οὐ μὲν ἄναξ Λυκόοργος ἀνάλκιδα θυμὸν ἀέξει·

君王吕枯耳戈斯决未蓄养懦弱之志;

ἔστι γὰρ Ἄρεος αἷμα Διιπετές, ἐν δὲ κυδοιμοῖς

他乃是自宙斯天降的阿瑞斯血胤,

πατρὸς Ἐνυαλίοιο φέρων ἐμφύλιον ἀλκὴν

在纷乱中秉承其父厄纽阿利俄斯同族的勇武,

οὐδὲ τεοῦ Κρονίωνος ὑποπτήξειεν Ἐνυώ.

即便面对你父克洛诺斯之子的厄纽奥亦绝不退缩退却!”

ὣς φαμένη παρέπεισε, μεταχρονίῳ δὲ πεδίλῳ

这般言语说动了他,

290

αἰθέρος ἔνδον ἵκανε. δολοφροσύνῃ δὲ θεαίνης

她便踏着凌空之履归入以太深处。由于女神的诡计,

ἐγρεμόθους Διόνυσος ἑοὺς ἀπεσείσατο θύρσους

狄奥尼索斯抖落了唤醒纷争的酒神杖,

καὶ κυνέην λοφόεσσαν ἑῶν ἀνέλυσε κομάων

自发间解下了带翎战盔,

καὶ σάκος ἀστερόνωτον ἐθήκατο· χειρὶ δὲ γυμνῇ

放下了背饰繁星的盾牌;

πορφυρέης ἤειρε βεβυσμένον ἄγγος ἐέρσης,

他赤手举起盛满紫红甘霖的器皿、

295

ὀξὺ κέρας καὶ βότρυν ἀπενθέα· μηκεδανὴν δὲ

尖锐的角杯与无忧的葡萄串,

ἄπλοκον ἀμπελόεντι κόμην ἐστέψατο κισσῷ.

以蔓生的常春藤冠饰垂落未编的长发。

καὶ στρατιὴν εὔοπλον ἐγερσιμόθους τε γυναῖκας

他将装备精良的军旅与激起战乱的女子留于卡梅尔山畔,

ἐγγύθι Καρμήλοιο λιπὼν καὶ δίφρα λεόντων

抛下狮子驾驭的战车,身着轻柔长衫、

ἁβροχίτων ἀσίδηρος ἐκώμασε πεζὸς ὁδίτης·

不携片铁,如行客般徒步踏上狂欢之途。

300

καὶ μέλος εὐφροσύνης ἐπιδόρπιον ἴαχε σύριγξ,

排箫吹响了宴后的欢歌,

καὶ φίλιον σύριγμα συνωρίδες ἔβρεμον αὐλῶν

双管长笛鸣奏出友好的啸声,

χερσὶ δὲ δινεύουσα φιλεύια ῥόπτρα Λυαίου

巴萨里斯女仙双手旋转着吕埃俄斯钟爱的狂欢摇槌,

Βασσαρὶς ἐσκίρτησε παρὰ προπύλαια Λυκούργου.

在吕枯耳戈斯的门楼旁欢跃跳荡。

καὶ θρασὺς ὡς ἤκουσεν ἄναξ ἀλάλαγμα χορείης,

勇悍的君王闻听狂欢舞蹈的呐喊、

305

αὐλοῦ μελπομένοιο μέλος Βερεκυντίδος ἠχοῦς

奏出柏蕾昆提亚回音的长笛之音与排箫的轰鸣,

καὶ καναχὴν σύριγγος, ἀρασσομένης δὲ καὶ αὐτῆς

眼见那被击打的、

μαίνετο παπταίνων διδυμόκτυπα κύκλα βοείης·

双重鸣响的牛皮圆盘,登时狂怒不已。

καὶ θεὸν ἀμπελόεντα παρὰ προθύροισι δοκεύων,

他窥见那葡萄之神立于门前,发出冷笑,

σαρδόνιον γελόων, φιλοκέρτομον ἴαχε φωνήν,Βασσαρίδων ἐλατῆρι χέων ἄσπονδον ἀπειλήν·

吐露满含讥嘲的话语,向巴萨里斯女仙的统御者倾泻无休止的恫吓:

ἡμετέρων ὁράᾳς ἀναθήματα ταῦτα μελάθρων;

“你可看见我殿堂之上的这些奉纳之物?

καὶ σύ, φίλος, κόσμησον ἐμὸν δόμον ἢ σέο θύρσοις

挚友啊,你也来装点我的宅邸吧——或是用你的酒神杖,

ἢ ποσὶν ἢ παλάμῃσιν ἢ αἱματόεντι καρήνῳ.

或是用双足,或是用双手,或是用那滴血的头颅!

εἰ κεραοῖς Σατύροισι, κερασφόρε Βάκχε, κελεύεις,

头生双角的巴克科斯啊,若你统领着生角的萨堤洛斯,

315

ὑμέας ἶσα βόεσσιν ἐμῷ βουπλῆγι δαμάσσω.

我必以我的赶牛棒将你们如牛群般降伏!

τοῦτό σοι ἐξ ἐμέθεν ξεινήιον, ὄφρά τις εἴπῃ,

这便是我给予你的待客之礼,

ἢ θεὸς ἢ μερόπων τις, ὅτι προπύλαια Λυκούργου

好让无论是神祇还是凡人皆传言道:‘吕枯耳戈斯的门楼,

ἡμιτόμοις μελέεσσιν ἐμιτρώθη Διονύσου.

已被狄奥尼索斯腰斩的四肢悬挂装饰!’

οὐ παρὰ Βοιωτοῖσιν ἀνάσσομεν, οὐ τάδε Θῆβαι,

我们统领的可不是玻俄提亚人,这里亦非忒拜,

320

οὐ Σεμέλης δόμος οὗτος, ὅπῃ νόθα τέκνα γυναῖκες

更非塞墨勒的宅邸——那里的妇人借闪电诞下私生之子,

ἀστεροπῇ τίκτουσι καὶ ὠδίνουσι κεραυνῷ.

在雷霆中经受产痛!

σείεις οἴνοπα θύρσον, ἐγὼ βουπλῆγα τινάσσω,

你摇晃你那紫红的酒神杖,我却挥舞我的赶牛棒;

καί σε διατμήξας βοέου κατὰ μέσσα μετώπου

愿我顺着你那如牛的前额正中将你劈裂,

ὑμετέρην ἐπίκυρτον ἀναρρήξαιμι4 κεραίην.

砸碎你弯曲的双角!”

语法注4 条
  1. 20.251ὣς φαμένου

    属格独立结构。分词 φαμένου 的逻辑主语指代吕枯耳戈斯,他在前文大肆夸耀将如何奴役巴萨里斯女仙并令塞利诺斯为己颂唱。此句标志着吕枯耳戈斯针对化身阿瑞斯的伊里斯所作夸口之词的收尾。

  2. 20.254γινώσκων ταχὺν ὄρνιν, ὅτι πτερὰ φοίνια πάλλων ἀδρανέας δεδάηκε πελειάδας εἰς φόβον ἕλκειν

    提置句法(prolepsis)。本应作为从属 ὅτι 从句主语的 ταχὺν ὄρνιν,被提前置为主节支配分词 γινώσκων 的宾格宾语,形成“辨认出这只捷禽,即它懂得振动血翼……”的语法关系。

  3. 20.270μηδὲ τεοῖς ἱκέτῃσιν ἀναστήσειας Ἐνυώ

    希求语气与否定词 μή 连用表禁止。前面使用了现在时祈使语气(μὴ κτεῖνε, μὴ φεῦγε),其后则交替使用不定过去时连接语气(μὴ καλύψῃς)与不定过去时希求语气(ἀναστήσειας, σφίγξειας, μιτρώσειας)。在晚期希腊史诗(尤其是农诺斯)中,μή 搭配不定过去时希求语气与连接语气同等用于表达否定祈使与禁止。

  4. 20.324ἀναρρήξαιμι

    愿望希求语气(optative of wish)或省略 ἄν 的潜能希求语气。紧随现在时陈述语气 τινάσσω 与分词 διατμήξας 之后,ἀναρρήξαιμι 充当充满敌意的恐吓与诅咒:“但愿我/我要砸碎你弯曲的角!”

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2045.tlg001.humanitext-grc2:20.244-20.324