← 诺努斯

狄奥尼索斯谭

§19.87-19.175

奥伊阿格罗斯获胜与舞蹈竞技设立

在抚琴比试中,奥伊阿格罗斯击败厄瑞克透斯赢得公牛;随后狄奥尼索斯以金银二瓮为赏设下舞蹈竞技,老者马龙应声出战。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
87

καὶ Κελεοῦ φθιμένοιο νεοδμήτῳ παρὰ τύμβῳ

当刻勒奥斯去世时,在新建的坟冢旁,

ὄμμασιν ἀκλαύτοισι θαλυσιὰς ἔστενε Δηώ,

丰收女神得奥虽未流泪却暗自呻吟,

ἀλλὰ παρηγορέουσα πάλιν θελξίφρονι μύθῳ

但她又以抚慰心灵的话语加以慰藉,

90

Τριπτολέμου Βαρὺ πένθος ἀπέσβεσε καὶ Μετανείρης·

熄灭了特里普托勒摩斯与墨塔涅拉的沉重悲痛;

οὕτω καὶ Διόνυσον ἑῷ ξείνισσε μελάθρῳ

正如亚述之主亦曾在自己的宫殿中款待狄奥尼索斯,

Ἀσσυρίων σκηπτοῦχος· ἄναξ δέ οἱ ἀντὶ τραπέζης

而作为丰盛筵席的回报,

ὤπασεν Εὔια δῶρα καὶ ἀμπελόεσσαν ὀπώρην,

主宰赐予他巴克科斯的馈赠与葡萄丰收,

καὶ Σταφύλου φθιμένοιο, φιλακρήτου βασιλῆος,

并在嗜纯酒的国王斯塔费洛斯逝去后,

95

υἱέα Βότρυν ἔπαυσε φιλοθρήνοιο μερίμνης,

平息了他儿子博特律斯悲泣的忧戚,

καὶ κινυρῆς ἀλόχοιο Μέθης εὔνησεν ἀνίην.

使抽泣的妻子梅特的创痛归于安宁。

τοῖα σοφὸς φόρμιζε λυροκτύπος· ἀμφὶ δὲ ῥυθμῷ

睿智的琴师如此拨弦奏乐,众人都为这节奏所沉醉;

πάντες ὁμοῦ θέλγοντο· σὺν εὐθύρσῳ δὲ Λυαίῳ

伴随着手持神杖的吕埃奥斯,

ἅρμενον ἱμερόφωνον ἐθάμβεον Ἀτθίδα μολπήν.

他们对那和谐悦耳的阿提卡歌声惊叹不已。

100

δεύτερος αἰόλον ὕμνον ἄναξ Οἴαγρος ὑφαίνων,

接着,奥伊阿格罗斯王编织着变幻多姿的赞歌,

ὡς γενέτης Ὀρφῆος, ὁμέστιος ἠθάδι Μούσῃ,

作为奥耳甫斯之父和相熟缪斯的同灶伴侣,

δίστιχον ἁρμονίην ἀνεβάλλετο Φοιβάδι μολπῇ,παυροεπής, λιγύμυθος, Ἀμυκλαίῳ τινὶ θεσμῷ·1

他以福玻斯的曲调奏起两行诗句的旋律,言辞简约而清脆,依循着阿米克莱式的格调:

Εὐχαίτην Ὑάκινθον ἀνεζώγρησεν Ἀπόλλων,

“阿波罗曾使秀发的许阿铿托斯死而复生,

105

καὶ Στάφυλον Διόνυσος ἀεὶ ζώοντα τελέσσει.

而狄奥尼索斯亦将令斯塔费洛斯永生。”

οὔ πω κῶμος ἔληγεν, ἐπεφθέγξαντο δὲ λαοὶ

狂欢的喧声尚未停息,

εὐφήμοις ἐπέεσσιν ὁμογλώσσων ἀπὸ λαιμῶν,

众人已从齐声的喉咙中发出吉祥的赞语,

καὶ Σάτυροι σμαράγησαν ἀολλέες· ἐκ δὲ θοώκου

萨堤罗斯们亦一齐高呼喧腾。

ἄστατος ἅλλετο Βάκχος, ἄνω καὶ ἔνερθε τινάσσων

巴克科斯从座位上急切地跃起,右手上下摇曳;

110

δεξιτερήν, καὶ Βότρυς ἀνέδραμεν, εὐάδι φωνῇ

博特律斯亦飞奔而来,

ἁρμονίην εὔρυθμον ἀοιδοπόλοιο γεραίρων·

以巴克科斯的呼声颂扬诗人合拍的韵律。

Οἰάγρου δὲ κάρηνον ἄναξ ἐστέψατο κισσῷ,

主宰以常春藤为奥伊阿格罗斯加冕,

καὶ γενέτης Ὀρφῆος ἐπιρρήσσων χθόνα ταρσῷ

奥耳甫斯的父亲脚掌踏击着大地,

ἄσμενος ἄζυγα ταῦρον ἐδέξατο μισθὸν ἀοιδῆς·

欣然接过未经牛轭的公牛作为歌唱的奖赏;

115

ἀμφὶ δέ μιν στοιχηδὸν ἐπεσκίρτησαν ἑταῖροι.

伙伴们在他身旁排成行列欢跃起舞。

καὶ τράγον εὐρυγένειον, ἄχος καὶ ζῆλον ἀέξων,

然而那雅典的居民,怀着滋生的痛苦与嫉妒,

αἰδομέναις παλάμῃσιν ἀνείρυσεν ἀστὸς Ἀθήνης.

以羞怯的双手牵走了浓髯的公山羊。

Εὐχαίτης δʼ Ἰόβακχος, ἀφειδέι χειρὶ κομίζων,

秀发的伊奥巴克科斯以慷慨的双手端来,

ἄξια θῆκεν ἄεθλα χοροπλεκέος περὶ νίκης,

为交织的舞蹈胜利设下当之无愧的奖品:

120

γηραλέου κρητῆρα θυώδεος ἔγκυον οἴνου,

一只满盛陈年芳香佳酿的金瓮,

χρύσεον, ἄσπετα μέτρα κεχανδότα, διψάδι γαίῃ

容量宏大,

ἰκμάδα τετραέτηρον ἀναβλύζοντα Λυαίου,Ἡφαίστου σοφὸν ἔργον Ὀλύμπιον, ὅν ποτε Κύπρις

向干渴的大地喷涌着吕埃奥斯四年陈酿的浆液——那是奥林匹斯巧匠赫淮斯托斯的杰作,

ὤπασε βοτρυόεντι κασιγνήτῳ Διονύσῳ·

曾由库普里斯赠予披覆葡萄藤的兄弟狄奥尼索斯。

125

μείονα δὲ κρητῆρα μέσῳ παρέθηκεν ἀγῶνι

他又在赛场中央置下一只稍小的银瓮,

ἀργύρεον, στίλβοντα, περίτροχον, ὅν ποτε Βάκχῳ

光芒璀璨,浑圆规整,

δῶκεν ἄναξ Ἀλύβης ξεινήιον οἰκία ναίων,

昔日阿吕伯的君王在肥沃的海滨定居,

ἀφνειὴν παρὰ πέζαν, ὅπῃ χθονίοιο μετάλλου

当地下的矿藏以银质的折角将幽暗的深渊映白,

ἀργυρέοις ἀγκῶσι μέλας λευκαίνετο κευθμών,

他将此物作为宾礼献给巴克科斯;

130

τοῦ περὶ χείλεος ἄκρον ἐπʼ ὀμφαλόεντι καρήνῳ

其边缘的顶部以凸钮为饰,

κισσὸς ἕλιξ, χρυσέῳ δὲ πέριξ δαιδάλλετο κόσμῳ·

攀缘的常春藤盘绕其上,周围雕镂着金色的纹饰。

τοῦτον ἄγων ἔστησε βαθυνομένῳ κενεῶνι

他将这器物抬来,

ληνὸν ἔτι πνείοντα νεώτερον ὄγκον ὀπώρης,

在深凹的瓮腹中注满尚带榨酒槽气息的初熟果实之浆——新榨葡萄汁,

γλεῦκος, ἀνυμφεύτοιο μέθης ποτόν·2 οὐ νέμεσις γὰρ

未婚配之沉醉的饮品;

135

ἀνέρα νικηθέντα πιεῖν ἀμέθυστον ἐέρσην.

因为落败之人饮下不醉的清露,本无愧色。

ἀλλʼ ὅτε Βάκχος ἄεθλα μέσῳ στήριξεν ἀγῶνι,ἴδμονας ὀρχηθμοῖο καλέσσατο μάρτυρι φωνῇ·

当巴克科斯将奖品稳置于赛场中央时,便以呼召的见证之声召集精通舞蹈之人:

ὅς τις ἀεθλεύσει κυκλούμενος ἴδμονι ταρσῷ

“凡以娴熟脚掌旋转竞技、

νικήσας τροχαλοῖο ποδὸς κρίσιν, οὗτος ἑλέσθω

在疾步的评判中获胜者,

140

καὶ χρύσεον κρητῆρα καὶ ἡδυπότου χύσιν οἴνου·

愿他兼得金瓮与甜美佳酿的倾注;凡因绊跌脚步的拖曳而倾倒、

ὃς δὲ πέσῃ σφαλεροῖο ποδὸς δεδονημένος ὁλκῷ,

舞蹈落于下风者,愿他领受逊色的赏赐;

ἥσσονα δʼ ὀρχήσαιτο, καὶ ἥσσονα δῶρα δεχέσθω·

因为我对众人并非一视同仁。

οὐ γὰρ ἐγὼ πάντεσσιν ὁμοίιος· ἀθλοφόρῳ δὲ

对于在击足起舞的曼妙竞技中折桂者,

ἀνέρι νικήσαντι χοροίτυπον ἁβρὸν ἀγῶνα

我既不赐予光闪闪的三脚鼎,

145

οὐ τρίποδα στίλβοντα καὶ οὐ ταχὺν ἵππον ὀπάσσω,οὐ δόρυ καὶ θώρηκα φόνῳ πεπαλαγμένον Ἰνδῶν,

亦不赠予骏马,更不赠予沾染印度人杀戮之血的矛与甲,

δίσκον ἐς ἰθυκέλευθον ἀκοντιστῆρας ἐγείρων·

以此催促标枪手投向径直的铁饼;这里既无迅疾之足的赛道,

οὐδὲ ποδωκείης τέταται δρόμος, οὐ δορὸς αἰχμὴ

亦无远射的矛头;

τηλεφόρου· Σταφύλῳ δέ, καταφθιμένῳ Βασιλῆι,

但为了逝去的国王斯塔费洛斯——那位喜爱腾跃的男子,

150

ἀνδρὶ φιλοσκάρθμῳ, φιλοπαίγμονα ταρσὰ γεραίρω·

我以戏谑的脚步致敬;

οὐδὲ παλαισμοσύνῃ γυιαλκέι δῶρα τιταίνω,

我亦不为强健肢体的角力提供赏赐,

οὐ δρόμος ἱπποσύνης, οὐκ Ἤλιδός εἰσιν ἀγῶνες,

此地没有御车之道,没有厄利斯的赛会,

οὐ δρόμος Οἰνομάου γαμβροκτόνος· ἡμετέρη γὰρ

亦无俄诺玛奥斯戕害求婚者的险途;

νύσσα χορός, βαλβῖδες ἐπισκιρτήματα ταρσῶν,

因为我们的标杆乃是舞蹈,起跑线则是双足的跃动、

155

χεὶρ τροχαλὴ καὶ σκαρθμὸς ἕλιξ, καὶ νεῦμα προσώπου

飞转的手臂与盘旋的跳跃,

ἄστατα κινυμένοιο, καὶ αὐδήεσσα σιωπὴ3

是变幻莫测之面容的顾盼,

δάκτυλα δινεύουσα καὶ ὀρχηστῆρος ὀπωπήν.

以及回旋手指令舞者视线流转的雄辩之缄默。”

τοῖον ἔπος φαμένου κερόεις Σειληνὸς ἀνίστη,

听罢此言,生角的塞勒诺斯站起身来,

καὶ τριγέρων βαρύθοντι Μάρων ἀνεπήλατο ταρσῷ

三世之老的马龙亦以沉重的脚掌跃然而起,

160

χρύσεον ἀστράπτοντα μέγαν κρητῆρα δοκεύων,οὐχ ὅτι χρύσεος ἦεν ὑπέρτερος, ἀλλʼ ὅτι μοῦνον

凝视着那闪烁金光的宏大酒瓮——并非因其金贵非凡,

εἶχεν ἐυρραθάμιγγα παλαίτατον ὄγκον ἐέρσης

而仅仅因其直至边缘都盛满了最古老、滴滴甘冽的露水;

ἄκρου χείλεος ἄχρις· ἔρως δέ μιν ἡδέος οἴνου

对甘甜佳酿的渴求使他重焕青春,

θῆκε νέον, πολιὴν δὲ βιήσατο Βακχιὰς ὀδμή·

巴克科斯的香气压倒了他的白发。

165

καὶ πόδας ἀμφελέλιζεν ἑῆς πειρώμενος ἀλκῆς,

他晃动双足,试探着自己的力量,

μὴ βαρὺ γῆρας ἔπαυσε λελασμένα γυῖα χορείης.

生怕沉重的迟暮消歇了那遗忘舞蹈的肢体。

καὶ ψυχὴν Σταφύλοιο γέρων μειλίξατο φωνῇ,

老人以温和的声音抚慰斯塔费洛斯的魂魄,从胡须浓密的下颌吐出清醒之言:

νηφάλιον λασίῳ προχέων ἔπος ἀνθερεῶνι·

“我是马龙,

εἰμὶ Μάρων, συνάεθλος ἀπενθήτοιο Λυαίου·

无忧之吕埃奥斯的竞技伙伴;我不知流泪为何物。

170

δακρυχέειν οὐκ οἶδα· τί δάκρυσι καὶ Διονύσῳ;

眼泪与狄奥尼索斯何干?

κύκλα ποδῶν ἐμὰ δῶρα ταφήια σῷ παρὰ τύμβῳ·

足下的回旋便是我在你坟墓旁的葬礼祭品;

δέξό με μειδιόωντα· Μάρων οὐκ οἶδε μερίμνας,

请带着微笑接纳我。马龙不知忧虑,

οὐ γόον οἶδε Μάρων, οὐ πενθάδος ὄγκον ἀνίης·

马龙不知哀号,不知哀戚苦痛的分量;

ἱμερόεις πέλε λάτρις ἀπενθήτου Διονύσου.

愿你成为无忧之狄奥尼索斯的怡人侍从。

175

ἵλαθι σεῖο Μάρωνι, καὶ εἰ πίες ὕδατα Λήθης,

垂怜你的马龙吧,即使你已饮下了忘川之水。”

语法注3 条
  1. 19.103Ἀμυκλαίῳ τινὶ θεσμῷ

    方式与格,“依照某种阿米克莱(斯巴达)的习俗/法度”。既指涉许阿铿托斯的故乡阿米克莱,又指斯巴达式的言辞简练(Laconism,与前文的 παυροεπής 呼应)。

  2. 19.134ἀνυμφεύτοιο μέθης ποτόν

    作 γλεῦκος(新榨葡萄汁、葡萄原浆)的同位语说明。“未婚的/未合欢的”用作比喻,指该果汁既未与水调和(未婚配),亦尚未经发酵(未与真正的沉醉结合)。

  3. 19.156αὐδήεσσα σιωπὴ

    修辞上的矛盾语(oxymoron),意为“发声的沉默/雄辩的无言”。作为接续 ἡμετέρη γὰρ νύσσα χορός... 的一系列表语名词的收尾主格短语,支配现在分词 δινεύουσα,形象地表现出哑剧性舞蹈中手指的回旋与舞者的眼波胜似言辞的特征。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2045.tlg001.humanitext-grc2:19.87-19.175