← 诺努斯

狄奥尼索斯谭

§17.241-17.316

奥隆忒斯自尽投河与下葬

奥隆忒斯向狄俄尼索斯发起决斗,铠甲被酒神杖震碎后被迫退却;他向太阳神赫利俄斯留下遗言后自刎投河,河流由此得名。狄俄尼索斯对其尸身加以嘲弄,随后林中仙女将奥隆忒斯安葬并题写墓志,但战事仍未结束。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
241

δαιμονίης ἄρρηκτον ἔχων βλάστημα κεραίης,

生就神圣之角的不可摧折的芽体,

ἀντιβίοις ἀτίνακτον· ὁ δὲ θρασὺς ἀντία Βάκχου

不为敌人所动摇。然而那勇悍的印度人直面巴克科斯,

ἠερίῃ βαρύδουπος ὁμοίιος Ἰνδὸς ἀέλλῃ

发出如同空中风暴般的沉重轰鸣,

δεύτερον ἠκόντιζεν, ἀνεγνάμφθη δέ οἱ αἰχμὴ

再次掷出长矛;但他的枪尖一触及鹿皮,

245

νεβρίδος ἁψαμένη μολίβου τύπον.1 ἀντιτύπου δὲ

便如铅块般弯折折回。

πέμπων οἴνοπα θύρσον ἐπὶ πλατὺν ὦμον Ὀρόντου2

巴克科斯将深红的酒神杖掷向抵抗者奥隆忒斯宽阔的肩膀,

Βάκχος ἑκὼν ἀφάμαρτεν· ἐπεγγελόων δὲ Λυαίουἔγχεϊ κισσήεντι θεημάχος εἶπεν Ὀρόντης·

却故意偏离;与神抗争的奥隆忒斯对着吕埃俄斯缠绕常春藤的战矛讥笑道:

οὗτος ὁ θῆλυν ὅμιλον ἐμαῖς στρατιῇσι κορύσσων,

“你这针对我的大军武装起妇人之辈的家伙,

250

εἰ δύνασαι, πολέμιζε γυναικείῳ σέο θύρσῳ,

若是能耐,便用你女人的酒神杖来交兵吧!

εἰ δύνασαι, προμάχιζε· καί, εἰ μερόπων φρένα τέρπεις

若是能耐,便来阵前一战!若你是降服万物、愉悦凡人心智之人,

πανδαμάτωρ, ἕνα μοῦνον ἀθελγέα θέλξον Ὀρόντην.

且来迷醉我这绝不受惑的奥隆忒斯一人!

ἵστασο δηριόων, καὶ γνώσεαι, οἷον ἀέξει

且停步交锋,

ὄρχαμον ἀλκήεντα γέρων ἐμὸς Ἰνδὸς Ὑδάσπης.

你便会知晓我年迈的印度海达斯佩斯河哺育出了怎样英武的统领!

255

οὐ Φρυγίης γενόμην, ὅθεν ἄρσενές εἰσι γυναῖκες,

我并非生于弗吕基亚——那里的男人们变成了妇人,

ἄσπορον ἀμήσαντες ἀνυμφεύτου στάχυν ἥβης·

收割着未婚青春的无种之穗;

οὐ θεράπων ἀσίδηρος ἀνάλκιδός εἰμι Λυαίου.

我也并非软弱的吕埃俄斯那赤手空拳的侍从。

φάρμακα σοὺς προμάχους οὐ ῥύσεται· ὑμετέρας δὲθυιάδας ἀμφιπόλους ληίσσομαι, ἐκ δὲ κυδοιμοῦ

药物救不了你的先锋;我必掳掠你的信女侍从,

260

Σειληνοὺς θεράποντας ἐμῷ βασιλῆι κομίσσω,

从战阵中将侍奉的西勒诺斯押解给我的君王,

σοὺς Σατύρους πτώσσοντας ἐμῷ δορὶ πάντας ὀλέσσω.

以我的战矛消灭你所有瑟缩退缩的萨堤洛斯!”

εἶπεν ὁμοκλήσας στρατιῆς πρόμος· εἰσαΐων δὲ

军中的首领咆哮着说道。

Βάκχος ἄναξ κεχόλωτο, καὶ ἀμπελόεντι κορύμβῳ

巴克科斯王闻言大怒,手下留情地以葡萄果簇击打他的胸膛;

τύψε κατὰ στέρνου πεφιδημένος·3 οὐτιδανῷ δὲ

被那微不足道的果穗之花击中,

265

ἄνθεϊ βοτρυόεντι τυπεὶς ἐσχίζετο θώρηξ·

他的胸甲竟四散裂开。

οὐδὲ καλυπτομένου χροὸς ἥψατο Βακχιὰς αἰχμή,

巴克科斯的锋芒未曾伤及遮覆的肌肤,

οὐ δέμας ἄκρον ἄμυξε· σιδηρείου δὲ χιτῶνος

亦未划损其躯体的边缘;然而随着铁衣碎裂,

ῥηγνυμένου βαρύδουπος ἐχάζετο γυμνὸς Ὀρόντης·

轰声作响的奥隆忒斯赤身退避。

ἠῴην δʼ ἐπὶ πέζαν ἑὰς ἐτίταινεν ὀπωπὰςἀντιπόρῳ Φαέθοντι καὶ ὑστατίην φάτο φωνήν·

他将目光投向东方的边缘,投向迎面升起的法厄同,吐出了最后的声音:

ἠέλιε, φλογεροῖο διʼ ἅρματος αἰθέρα τέμνων.

“以烈焰之车劈开苍穹的太阳神啊,

γείτονα Καυκασίην ὑπὲρ αὔλακα φέγγος ἰάλλων

将光芒洒向邻近的高加索沟壑,请为我驻停你的车驾,

στῆσον ἐμοὶ σέο δίφρα, καὶ ἔννεπε Δηριαδῆι

去告知德里阿得斯关于印度人沦为奴虏之裔、

Ἰνδῶν δοῦλα γένεθλα καὶ αὐτοδάικτον Ὀρόντην

奥隆忒斯自戕殒命之事,

275

καὶ θύρσους ὀλίγους ῥηξήνορας, εἰπὲ καὶ αὐτοῦ

告知那摧折男子的区区数根酒神杖,

νίκην φαρμακόεσσαν ἀπειρομόθου Διονύσου.

告知未历征战的狄俄尼索斯那凭借药物的胜利,

καὶ ῥόον οἰνωθέντα νοοσφαλέος ποταμοῖο·εἰπὲ δέ, πῶς ἀκάμαντα σιδηροφόρων στρατὸν Ἰνδῶν

以及那使人心神错乱、化为醇酒的河水!

λεπταλέοις πετάλοισι διασχίζουσι γυναῖκες.

去告知女人们如何凭借纤细的枝叶撕裂了身披铁甲的顽强印度大军!

280

εἰ δὲ τεῆς Κλυμένης μιμνήσκεαι εἰσέτι λέκτρων,

若你至今仍铭记你的克吕墨涅的温床,

ῥύεο Δηριαδῆα, τεῆς βλάστημα γενέθλης,

便请搭救德里阿得斯——你血脉的子嗣,

Ἀστρίδος αἷμα φέροντα φατιζομένης σέο κούρης.

流淌着你闻名的女儿阿斯特里斯的血液!

οὐ πιθόμην Βρομίῳ θηλύφρονι· μάρτυρας ἕλκω

我未曾屈从于心性柔靡的布罗米俄斯;

ἠέλιον καὶ γαῖαν ἀτέρμονα καὶ θεὸν Ἰνδῶν,

我唤来太阳与无垠的大地,

285

ἁγνὸν ὕδωρ. σὺ δὲ χαῖρε, καὶ ἵλαος ἔσσο κυδοιμῷ

以及印度人的神祇——圣洁之水为证!别了,愿你垂怜交战中的印度人的喧嚣,

Ἰνδῶν μαρναμένων, καὶ ὀλωλότα θάψον Ὀρόντην.

将死去的奥隆忒斯安葬!”

ὣς εἰπὼν ξίφος εἷλκε, μέσῃ δʼ ἐνὶ γαστέρι πήξας

言毕,他拔出佩剑,刺入腹部正中,

αὐτοφόνῳ βαρύποτμος ἐπεσκίρτησε σιδήρῳ·4

厄运缠身的他扑倒在自戕的铁刃之上;他翻滚落入河中,

καὶ ποταμῷ κεκύλιστο καὶ οὔνομα δῶκεν Ὀρόντῃ.

并将自己的名字赋予了那条河流——奥隆忒斯河。

290

καί οἱ, ἔτι πνείοντα καὶ ἀσπαίροντα δοκεύων,

主神巴克科斯注视着尚在喘息抽搐的他,

Βάκχος ἄναξ ἀγόρευε χέων φιλοκέρτομον ἠχώ·

倾泻出嘲弄的回声:

κεῖσο, νέκυς, ξείνοισιν ἐν ὕδασιν· ὑμέτερον δὲ

“死尸啊,躺在异乡的水流中吧!至于你们的德里阿得斯,

Δηριάδην θνήσκοντα πατὴρ κρύψειεν Ὑδάσπης.

愿海达斯佩斯父亲在他死时将他隐蔽。

ὑμέας ἀμφοτέρους ἑκυρὸν καὶ γαμβρὸν ὀλέσσω,

我必将振起欧伊俄斯的酒神杖与葡萄藤的尖梢,

295

ἀντὶ δορὸς φονίοιο καὶ εὐθήκτοιο μαχαίρης

代替杀戮的战矛与磨利的短剑,

σείων Εὔια θύρσα καὶ ἀμπελόεσσαν ἀκωκήν.

将你们翁婿二人一同消灭!

ἀλλὰ δαφοινήεντι κατακτείνων σε5 σιδήρῳ

然而,你以染血的铁刃自绝,

οὐ πίες ἁβρὰ ῥέεθρα μελισταγέος ποταμοῖο·

未曾啜饮那滴蜜之河的娇美水流;

καὶ ποταμός σε κάλυψε, καὶ ἤμβροτες ἡδέος οἴνου.

河流淹没了你,你错过了香甜的美酒。

300

ἢν ἐθέλῃς, πίε μοῦνος ὅλον ῥόον· ἀλλὰ ῥεέθρων

若你愿意,便独自饮尽整条河水吧!

οὐ χατέεις ποταμοῖο πιὼν Ἀχερούσιον ὕδωρ

但当你饮下阿刻戎那毁灭的水流,

λοίγιον· ἀνδροφόνῳ δὲ ῥόῳ καὶ χεύματι πικρῷ

便不再渴望江河的清泉;腹中波涛汹涌,

γαστέρα κυμαίνουσαν ἔχων ἐγκύμονα Μοίρης

怀抱着那苦涩的杀人之流与命运的重荷,

γεύεο Κωκυτοῖο, καί ἢν ἐθέλῃς, πίε Λήθην,

且去品尝科库托斯河吧;若你愿意,且饮下勒忒河,

305

Ἄρεος ὄφρα λάθοιο καὶ αἱμαλέοιο σιδήρου.

好忘却阿瑞斯与染血的铁刃!”

ἔννεπε κερτομέων διερὸν νέκυν. οἰδαλέος δὲ

他言语嘲弄着湿漉漉的尸身。

κύμασιν ἀσταθέεσσιν ἐσύρετο νεκρὸς Ὀρόντης·

肿胀的奥隆忒斯死尸被不息的波涛卷走;

καὶ ψυχροῖς μελέεσσι διαπλώοντα ῥεέθρῳ

冰冷四肢在水流中漂浮的绝息死尸,

ἄπνοον ἠρεύγοντο νέκυν ποταμηίδες ὄχθαι.

被两岸的河滩吐出。

310

τὸν μὲν ἐταρχύσαντο καὶ ἔστενον αἴλινα Νύμφαι,

宁芙们,那些树林女仙们,

νύμφαι Ἁμαδρυάδες, χρυσέης παρὰ πυθμένα δάφνηςἀμφὶ ῥοὰς ποταμοῖο, καὶ ἔγραφον ὑψόθι δένδρου·

在河流奔涌处的金月桂树根旁安葬了他,唱起哀歌哀悼,并在树的高处刻下:

Βάκχον ἀτιμήσας στρατιῆς πρόμος ἐνθάδε κεῖται,

“轻慢巴克科斯的大军首领在此长眠,

αὐτοφόνῳ παλάμῃ δεδαϊγμένος Ἰνδὸς Ὀρόντης.

印度人奥隆忒斯,折于自戕之手。”

315

οὐδὲ μόθου τέλος ἦεν ἀτερπέος· ἡμιτελὴς γὰρ

然而这令人不悦的征战并未终结;

ἦεν ἀγὼν καὶ δῆρις ἀνήνυτος· ὑψιφανὴς δὲ

因较量方至半途,争斗仍无休止。那高高显现的……

语法注5 条
  1. 17.245μολίβου τύπον

    带属格 μολίβου 的宾格词组 τύπον 作方式状语宾格(“如铅之型”、“宛如软铅”),描绘枪尖在触及鹿皮时像铅一样弯折的情态。

  2. 17.245ἀντιτύπου δὲ / πέμπων οἴνοπα θύρσον ἐπὶ πλατὺν ὦμον Ὀρόντου

    ἀντιτύπου 修饰 Ὀρόντου,跨越诗行构成远隔修饰(hyperbaton),意为“向着顽抗的奥隆忒斯宽阔的肩膀”,指代抗拒的主体而非弹回的枪刃。

  3. 17.264πεφιδημένος

    动词 φείδομαι(留情、克制)的完成时中动态分词,用作描摹主语克制心态的附带情况分词,意为“手下留情地”、“未下死手地”。

  4. 17.288αὐτοφόνῳ βαρύποτμος ἐπεσκίρτησε σιδήρῳ

    动词 ἐπισκιρτάω(扑跃其上)支配与格 σιδήρῳ(铁器、剑),受复合词 αὐτοφόνος(自戕的)修饰。此结构形象地描绘了伏剑自刎的典型身姿(将剑刃刺入并纵身扑于其上)。

  5. 17.297κατακτείνων σε

    现在时主动分词 κατακτείνων 支配第二人称代词宾格 σε 作宾语,起反身意义(“杀害你自己”),直接指斥奥隆忒斯的自绝之举。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2045.tlg001.humanitext-grc2:17.241-17.316