← 诺努斯

狄奥尼索斯谭

§16.81-16.159

狄俄尼索斯的求爱与尼凯亚的威吓

狄俄尼索斯许诺给予尼凯亚狩猎陪伴、奢华卧榻、猎犬及侍女以求婚并从后追赶,然而处女尼凯亚愤怒地拒绝了他,并以武力报复相威胁。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
81

ἀθρήσας δʼ ὑάκινθον ἴδον κυανόχροα χαίτην.

凝视着风信子,我望见了你深青色的秀发。

δέξό με θηρεύοντα συνέμπορον· ἢν δʼ ἐθελήσῃς,

请接纳我这打猎之人作为伴侣;假若你愿意,

αὐτὸς ἐγὼ σταλίκων γλυκερὸν βάρος, αὐτὸς ἀείρω

我自会肩挑猎桩那甜蜜的重负,我自会扛起

ἐνδρομίδας καὶ τόξα καὶ ἱμερόεντας ὀιστούς,

猎靴、长弓与撩拨情欲的箭矢,

85

αὐτὸς ἐγώ· Σατύρων οὐ δεύομαι· οὐ παρὰ λόχμῃ

我自己来;我用不着萨堤罗斯。难道阿波罗自己未曾在灌木丛旁

δίκτυα Κυρήνης ἀνεκούφισεν αὐτὸς Ἀπόλλων;

为库瑞涅抬起围网吗?

τίς φθόνος, εἰ μεθέπω καὶ ἐγὼ λίνον; οὐ μογέω δὲ

若我也手执麻网,又有何可招嫉妒?我亲自将我的尼凯亚

αὐτὸς ἐμοῖς ὤμοισιν ἐμὴν Νίκαιαν ἀείρων.

托上肩头,也绝不以为劳苦。

οὐ μὲν ἐγὼ γενετῆρος ὑπέρτερος· ἐν ῥοθίοις γὰρ

我自然不会胜过我的生父;因为在澎湃的波涛中,

90

Εὐρώπην ἀδίαντον ἐκούφισε ποντοπόρος βοῦς.

涉海的雄牛曾将未湿分毫的欧罗巴轻巧背负。

παρθενικὴ ῥοδόεσσα, τί σοι τόσον εὔαδεν ὕλη;

如玫瑰般的处女啊,为何密林令你如此心驰神往?

σῶν ἐρατῶν μελέων περιφείδεο, μηδʼ ἐπὶ πέτραις

怜惜你那可爱的四肢吧,莫让岩石上

ἀστορέες σέο νῶτα κατατρίψωσι χαμεῦναι.

没有铺垫的硬床磨伤你的脊背。

ἔσσομαι, ἢν ἐθέλῃς, θαλαμηπόλος· ἐν δὲ μελάθρῳ

假若你愿意,我愿充作你的寝殿侍者;在这屋宇之内,

95

αὐτὸς ἐγὼ στορέσω σέο δέμνια, τοῖσι πετάσσω

我将亲自为你铺设卧榻,在上面铺展

δέρματα πορδαλίων πολυδαίδαλα, τοῖς ἅμα βάλλω

织饰精美的豹皮,并将剥自我自身躯体、

φρικτὰ λεοντείης πυκινότριχα νῶτα καλύπτρης

狮皮斗篷那令人战栗的浓密毛发的背皮覆于其上;而你

γυμνώσας ἐμὰ γυῖα· σὺ δὲ γλυκὺν ὕπνον ἰαύεις

身裹狄俄尼索斯的精美鹿皮,安享甜美的睡眠;

νεβρίσι δαιδαλέῃσι καλυπτομένη Διονύσου·Μυγδονίης δʼ ἐλάφου σκέπας ἅρμενον ὑψόθι βάλλω

我还要剥下萨堤罗斯的衣袍,将米格多尼亚牝鹿的

γυμνώσας Σατύρους. σκυλάκων δέ σοι εἰ χρέος εἴη,

合适遮盖高高挂起充作华盖。假若你需要猎犬,

σοὶ κύνας εἰν ἑνὶ πάντας ἐμοῦ τάχα Πανὸς ὀπάσσω,

我便立刻将属于我潘神的所有猎犬悉数交予你,

ἄξομαι ἐκ Σπάρτης ἑτέρους κύνας, οὓς ἀτιτάλλει

并从斯巴达引来另一批猎犬,那是我的卡耳涅俄斯·阿波罗

ἠιθέων ἐς ἔρωτας ἐμὸς Κάρνειος Ἀπόλλων,

为青年的爱恋所精心饲养的;

105

καὶ κύνας ἀγρευτῆρας Ἀρισταίοιο καλέσσω·

我还要召唤阿里斯泰俄斯的捕猎猛犬;

καὶ λίνα σὺν σταλίκεσσι καὶ ἅρμενα δῶρα κομίσσωἐνδρομίδας Νομίοιο καὶ Ἀγρέος, ὃς πάρος ἔγνω

带来麻网与猎桩,以及牧神与猎神适宜的礼物——

καὶ νομὸν εὐλείμωνα καὶ εὐκαμάτου δρόμον ἄγρης.

那曾知晓丰茂草场与快意行猎之途的神祇的猎靴。

εἰ δὲ θερειγενέος τρομέεις φλόγα διψάδος ὥρης,

假若你畏惧夏日所生焦渴季节的烈火,

110

ἡμερίδων ὄρπηκας ὑπὲρ λέκτροιο φυτεύσω,

我便在你的卧榻之上栽植栽培葡萄的柔条,

καί σε περιπνεύσωσι μέθης εὐώδεες αὖραι

当你仰卧在果实累累的覆棚正中,

κεκλιμένην κατὰ μέσσα πολυσταφύλοιο καλύπτρης.

微醺芳香的微风将环绕着你轻拂。

παρθενικὴ περίφοιτε, ποθοβλήτοιο προσώπου

游走荒野的处女啊,怜惜你那被爱慕所扰的面庞上

βαλλομένας Φαέθοντι τεὰς ἐλέαιρε παρειάς,

正承受法厄同炙烤的双颊吧,

115

μὴ σέλας Ἠελίου μελέων ἀκτῖνα μαραίνῃ,

免得太阳的光辉使你四肢的秀色枯萎,

μὴ πλοκάμους μυρόεντας ἀμαλδύνωσιν ἀῆται·

免得微风吹乱你浸润芳膏的卷发;

εὗδε ῥόδων ἀνὰ μέσσα καὶ ἐν πετάλοις ὑακίνθου,

在群芳玫瑰之中、在风信子的花瓣间安歇吧,

γείτονι σεῖο κάρηνον ἐρεισαμένη Διονύσῳ,

将你的臻首轻靠在身旁的狄俄尼索斯身上,

ἀθανάτοις πισύρεσσιν ὅπως ἕνα κῶμον ἀνάψῃς,1

好让你为四位不朽的神祇点燃同一场狂欢的盛宴——

120

Φοίβῳ καὶ Ζεφύρῳ καὶ Κύπριδι καὶ Διονύσῳ.

为了福玻斯、西风之神、塞浦路斯女神与狄俄尼索斯。

ληιδίην δʼ ὀπάσαιμι γονὴν μελανόχροον Ἰνδῶν

我还要将掳获的肤色黝黑的印度子嗣赐予你,

παστάδος ὑμετέρης θαλαμηπόλον· ἀλλὰ τί φύτλην

充作你们婚房的寝侍——然而我为何要提及

κυανέην ὀνόμηνα τεῆς νυμφοστόλον εὐνῆς;2

这深黑的部族来操办你婚床的典礼?

νυκτὶ μελαγχλαίνῳ πότε μίσγεται ἀργέτις Ἠώς;

身披黑袍的黑夜,何时曾与皎洁的黎明交融?

125

Ἀστακὶς ὁπλοτέρη πέλες Ἄρτεμις· ἀλλὰ καὶ αὐτὸς

你已成为了阿斯塔喀斯另一位年轻的阿耳忒弥斯;而我自身

δμωίδας ἑξήκοντα χορίτιδας εἰς σὲ κομίσσω,

也要为你带来六十名善舞的侍女,

ὄφρα χορὸν νήριθμον ὀπάονα σεῖο τελέσσω,

以便为你配齐无可计数的随侍舞队,

ἀμφιπόλοις ἰσόμετρον ὀρειάδος ἰοχεαίρης,

其人数等同于巡山射手女神的侍从,

εἴκελον Ὠκεανοῖο θυγατράσι, μή σοι ἐρίζῃ

宛如俄刻阿诺斯的众女,免得行猎的阿耳忒弥斯

130

Ἄρτεμις ἀγρώσσουσα, καὶ εἰ πέλε δεσπότις ἄγρης.

与你相争,即便她是狩猎的女主宰。

σοὶ Χάριτας ζαθέοιο χαρίζομαι Ὀρχομενοῖο

我将神圣奥尔戈墨诺斯的卡里斯们赠与你充作侍女,

ἀμφιπόλους, ἐμὰ τέκνα μεταστήσας Ἀφροδίτης.

将我的这群孩子从阿佛洛狄忒身旁调遣而来。

ἀλλὰ πόθῳ φρένα θέλξον ἀθελγέα, καί σε δεχέσθω

来吧,用情欲来融化你未被征服的心灵,让我的卧榻

θηροσύνης μετὰ μόχθον ἐμὸν λέχος, ὄφρα φανείης

在行猎的劳苦之后接纳你,好让你

135

Ἄρτεμις ἐν σκοπέλοισι καὶ ἐν θαλάμοις Ἀφροδίτη.

在峭壁之上宛如阿耳忒弥斯,在寝殿之中宛如阿佛洛狄忒。

τίς φθόνος, ἀγρώσσειν σε σὺν ἀγρώσσοντι Λυαίῳ;

与行猎的吕埃俄斯一同行猎,又有何可招嫉妒?

εἰ δὲ μόθου λάχες οἶστρον, ἅτε κλυτότοξος Ἀμαζών

假若你分得了战斗的狂热,你便如闻名遐迩的弯弓亚马孙女战士一般

ἵξεαι Ἰνδῴην ἐπὶ φύλοπιν, ὅφρά κεν εἴης

前往印度的战场,以便在没有争战时充作

πειθὼ νόσφι μόθοιο καί, ὁππότε δῆρις, Ἀθήνη.

劝说女神,而在鏖战之时充作阿忒娜。

140

δέξο καί ἢν ἐθέλῃς, ἐλαφηβόλα θύρσα Λυαίου,

若你愿意,也请接下吕埃俄斯射鹿的酒神杖,

νεβροφόνος δὲ γένοιο· καὶ ὑμετέρων ἀπὸ χειρῶν

成为斩鹿的猎手;用你自己的双手、

ὑμετέροις τε πόνοισιν ἐμὴν κόσμησον ἀπήνην

凭你自己的辛劳,将猎豹或雄狮套上缰绳,

πόρδαλιν ἠὲ λέοντας ὑποζεύξασα χαλινῷ.

以此来装饰我的战车。”

ὣς εἰπὼν ἐδίωκεν ὀρειάδα γείτονα κούρην,

言罢,他便追赶起近旁的巡山少女,

145

τοῖον ἔπος βοόων· μένε, παρθένε, Βάκχον ἀκοίτην.

高声呼喊出这样的话语: “停下,处女,等待巴克科斯这位夫婿!”

ἡ δὲ χολωομένη βριαρὴν ἀνενείκατο φωνὴν

然而愤怒的处女却吐露出了严厉的声调,

παρθενική, στόμα λάβρον ἐπαιθύσσουσα Λυαίῳ·

对着吕埃俄斯迸发出激烈的话语:

ταῦτα μολὼν ἀγόρευε φιλοστόργῳ τινὶ νύμφῃ.

“去把这些话讲给某个渴求爱怜的新娘听吧!

εἰ δύνασαι γλαυκῶπιν ἢ Ἄρτεμιν εἰς γάμον ἕλκειν,

若你能将明眸女神或阿耳忒弥斯拉入婚姻,

150

καὶ βριαρὴν Νίκαιαν ἔχεις πειθήμονα νύμφην·

你便也能拥有刚烈的尼凯亚作为顺从的新娘;

εἰμὶ γὰρ ἀμφοτέρῃσιν ὁμόστολος. εἰ δέ σε φεύγει

因为我正是这两位女神志同道合的同伴。假若

ἀπροϊδὴς ὑμέναιος ἀπειρώδινος Ἀθήνης,

不知分娩之苦的阿忒娜那难以逆料的婚事逃脱了你的掌心,

καὶ νόον οὐ θέλξειας ἀπειθέος ἰοχεαίρης.

你也绝不可能诱惑那桀骜不驯的射手女神的心灵。

δέμνια Νικαίης μὴ δίζεο· μηδέ σε λεύσσω

不要谋求尼凯亚的卧榻;也别让我看见你

155

ἁπτόμενον τόξοιο καὶ ἀμφαφόωντα φαρέτρην.

触碰长弓并抚弄箭筒,

μὴ μετὰ βουκόλον Ὕμνον ὀλωλότα καὶ σὲ δαμάσσω.

免得在牧人许谟诺斯丧命之后,我也将你击垮。

οὐτήσω Διόνυσον ἀνούτατον· εἰ δὲ σιδήρῳ

我定要击伤那从未受伤的狄俄尼索斯;纵使你拥有

γυῖα φέρεις ἀχάρακτα καὶ οὐκ εἴκοντα βελέμνῳ.

不被钢铁划伤、不向飞箭屈服的肢体,

υἱέας ὑψιλόφους μιμήσομαι Ἰφιμεδείης,3

我也要效仿伊菲墨得亚那些高耸额顶的巨人之子,

语法注3 条
  1. 16.119ἀθανάτοις πισύρεσσιν ὅπως ἕνα κῶμον ἀνάψῃς

    此处 ὅπως ... ἀνάψῃς 引导目的从句,依附于前句的祈使动词 εὗδε(“安歇”)。紧接着下一行以同位语列出这“四位不朽的神祇”:福玻斯与西风之神(皆与风信子的神话相关)、塞浦路斯女神(关联玫瑰)以及狄俄尼索斯本人,四位神祇因这些花朵与爱欲联结在此处共享同一场狂欢盛宴。

  2. 16.122ἀλλὰ τί φύτλην κυανέην ὀνόμηνα τεῆς νυμφοστόλον εὐνῆς;

    此处为说话者的修辞性自我纠正(correctio)。狄俄尼索斯刚在前一行提议将俘获的深肤色印度人赐作寝殿侍者,随即自省并收回前言,指出这黝黑的族裔(φύτλην κυανέην)与如破晓曙光般洁白的尼凯亚(下一行比作“皎洁的黎明”)在美学和象征上皆极不相衬。

  3. 16.159υἱέας ὑψιλόφους μιμήσομαι Ἰφιμεδείης

    “伊菲墨得亚那些高耸额顶的巨人之子”指阿洛阿代巨人兄弟(俄托斯与厄菲阿尔忒斯)。根据神话,他们曾堆叠高山挑战诸神,并将战神阿瑞斯用铁链幽闭于青铜瓮中。尼凯亚以此威胁狄俄尼索斯:即便他是不死之身、刀箭不入,她也会像巨人们一样将他捆绑制服。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2045.tlg001.humanitext-grc2:16.81-16.159