- 底本
- Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2045.tlg001.humanitext-grc2:14.352-14.437
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
狂乱的迈纳斯与巴克科斯信众与印度军队展开激战并大肆杀戮。狄奥尼索斯心生怜悯,将湖水化为美酒;一位尝到酒水的印度战士惊叹于这一神迹,并力邀同伴共饮。
ὄρθιον ἐσμαράγησε μόθων ἀντίκτυπον ἠχώ,1
她让高亢的战吼回声震荡,
χερσὶ περικροτέουσα βαρύβρομα νῶτα βοείης·
双手猛力拍击牛皮鼓沉郁轰鸣的背面。
καὶ πέλεν ἔγχεα θύρσα, καλυπτομένη δὲ πετήλοις
权杖化作了长矛,而在葡萄藤木的尖端,
δούρατος ἀμπελόεντος ἔην χαλκήλατος αἰχμή·
青铜锻造的矛头隐匿于叶片之下。
ἡ δὲ δαφοινήεντος ἐφιμείρουσα κυδοιμοῦ
另一位渴求血腥乱战的侍女,
ὠμοβόρων ἔζευξεν ἐπʼ αὐχένι δεσμὰ δρακόντων·
将生吞活剥的毒蛇系在颈上当作项链;
ἄλλη ποικιλόνωτον ἐπὶ στέρνοιο καλύπτρηνπορδαλίων, ἑτέρη δὲ κατὰ χροὸς οἷα χιτῶνα
有人在胸前披上斑斓的豹皮,
στικτὰ φιλοσκοπέλων ἐνεδύσατο δέρματα νεβρῶν,
有人将嗜岩幼鹿的花斑皮如短袍般穿在身上,
δαιδαλέης ἐλάφοιο περισφίγξασα καλύπτρην·
紧紧束住斑驳的鹿皮;
ἄλλη σκύμνον ἔχουσα δασυστέρνοιο λεαίνης
另一人怀抱胸毛浓密的母狮幼崽,
ἀνδρομέῳ γλαγόεντι νόθῳ πιστώσατο μαζῷ·
用凡人饱含甘乳的虚妄之乳来哺育。
καί τις ὄφιν τριέλικτον ἀπήμονι δήσατο κόλπῳ
又有一人将盘曲三遭的蛇结在无害的怀中当作贴身的腰带,
ἐνδόμυχον ζωστῆρα, κεχηνότα γείτονι μηρῷ,
张口对着相邻的腿股,
μείλιχα συρίζοντα, φιλακρήτοιό τε κούρης
温和地吐着信子,
ὑπναλέης ἄγρυπνον ὀπιπευτῆρα κορείης·
在这位嗜饮纯酒的少女沉睡时充当其贞洁的不眠守卫。
ἄλλη ταρσὰ φέρουσα κατʼ οὔρεα γυμνὰ πεδίλων,
另有一人赤足穿行于群山,
ποσσὶ βάτους πατέουσα καὶ ὀξυέθειρας ἀκάνθας,
脚踏荆棘与利刺,
θηγαλέῃ στατὸν ἴχνος ἐπεστήριξεν ἀχέρδῳ·
稳稳将脚步踏在锐利的野梨树上。
καί τις ἐπαΐξασα τανυκνήμιδι καμήλῳ
还有一人跃上一只长腿骆驼,
καμπύλον ἀμητῆρι διέθρισεν αὐχένα θύρσῳ,
用如镰刀般的权杖割断了它弯曲的脖项;
καὶ τυφλοῖσι πόδεσσι περιπταίουσα κελεύθῳ
这具失去头颅的狂躁骆驼的躯体,
ἡμιφανὴς πεφόρητο, πολυγνάμπτῳ δὲ πορείῃ
在小径上用盲目的双足绊跌着,
φοιταλέης ἀκάρηνον ἐπείγετο σῶμα καμήλου,
半隐半现地奔突,以曲折迂回的步态狂奔,
καὶ σφαλερῇ πλήσσουσα βαθυνομένην χθόνα χηλῇ
失衡的蹄子重重击打在深陷的泥土上,
ὕπτιος αὐτοκύλιστος ἐπωλίσθησε κονίῃ·2
仰身翻滚倒在尘埃中。
ἄλλη δʼ ἴχνος ἄγουσα βοοτρόφον εἰς ῥάχιν ὕλης
另有一人迈步进入放牧牛群的密林之脊,
ἄσχετα μαινομένοιο δορῆς ἐδράξατο ταύρου,
猛力抓住一头暴怒公牛的皮,
καὶ βλοσυροῖς ὀνύχεσσι χαρασσομένης ἀπὸ δειρῆς
用狰狞的指甲从其喉颈生生撕开,
ταυρείην ἀτόρητον ἀπεφλοίωσε καλύπτρην·
剥下了公牛坚不可摧的皮毛;
ἄλλη δʼ ἔγκατα πάντα διήφυσεν· ἦν δὲ νοῆσαι
另一人掏空了它全部的内脏。
παρθένον ἀκρήδεμνον ἀσάμβαλον ὑψόθι πέτρης
人们还可见一位不束发带、不穿鞋履的处女,
τρηχαλέῳ πρηῶνι περισκαίρουσαν ἐρίπνης·
在陡峭山崖的嶙峋峰脊上高高跳跃;
οὐ σκοπιὴν δʼ ἔφριξε δυσέμβατον, οὐ πόδα κούρης
她既不惧怕难以攀登的悬崖,
ὀξυπαγὴς ἀπέδιλον ὄνυξ ἐχάραξε κολώνης.
山丘锋利的碎石也没有划破少女赤裸的足底。
πολλὴ δʼ ἔνθα καὶ ἔνθα παρʼ Ἀστακίδος στόμα λίμνης
在阿斯塔基斯湖口各处,
Ἰνδῴη δεδάικτο γονὴ Κουρῆτι σιδήρῳ.
大批印度裔族被库瑞忒斯的铁刃所屠戮。
δυσμενέων δὲ φάλαγγας ἐκυκλώσαντο μαχηταὶτεύχεσιν ἀντιτύποισι, φερεσσακέος δὲ χορείης
战士们用相互撞击的盾甲将敌军的方阵合围,
ῥυθμὸν ἐμιμήσαντο ποδῶν ἑλικώδεϊ παλμῷ·
以足部旋转的跳跃模仿携盾之舞的韵律。
καὶ λασίῃ παλάμῃ σκοπιὴν λοφόεσσαν ἀείρων,
勒奈乌斯用生满硬毛的手掌举起耸峙的险峰,
οὔρεος ἄκρα κάρηνα ταμών, ἐκορύσσετο Ληνεύς,
削断群山的高顶,披坚执锐,
πέμπων ὀκριόεσσαν ἐπʼ ἀντιβίοισιν ἀκωκήν·
将嶙峋的巨石掷向对面的仇敌。
Βάκχη δʼ ἀμφαλάλαζε, καὶ ἀμπελόεσσαν ἀκωκὴν
巴克科斯侍女狂呼战吼,
Βασσαρὶς ἠκόντιζε, μελαρρίνου δὲ γενέθλης
巴萨里斯掷出缀满藤蔓的锋刃,
ἄρσενα πολλὰ κάρηνα δαΐζετο θήλεϊ θύρσῳ.
黝黑种族的无数男儿头颅被女子的权杖所斩落。
καὶ φονίῳ θρασὺν ἄνδρα διατμήγουσα κορύμβῳ
欧珀塔勒全副武装,
Εὐπετάλη κεκόρυστο, φιλοσταφύλῳ δὲ πετήλῳ
用致命的葡萄串斩杀悍勇之士,
κέντορα κισσὸν ἔπεμπεν ἀλοιητῆρα σιδήρου·
借由恋葡萄之叶掷出刺透铁甲的常春藤;
Στησιχόρη δʼ εὔβοτρυς ἐπεσκίρτησε κυδοιμῷ,
挂满丰果的斯忒西科瑞跃入混战,
καὶ δηίων ἔσσευε γένος ῥηξήνορι ῥόμβῳ
挥舞着双重青铜轰鸣的响板,
κύμβαλα δινεύουσα βαρύβρομα δίζυγι χαλκῷ.
以破敌裂阵的旋舞驱散敌群。
καὶ πολὺς ἀμφοτέροισιν ἔην μόθος· ἔβρεμε σύριγξ,
双方展开了激烈的厮杀:排箫轰鸣,
σύριγξ ἐγρεκύδοιμος, ἐπέκτυπε δʼ αὐλὸς Ἐνυοῦς,
唤醒混战的排箫奏响,战神的竖笛鸣响,
Βασσαρίδες δʼ ὀλόλυξαν· ἐγειρομένου δὲ κυδοιμοῦ
巴萨里斯女信徒们发出尖锐呼喊;在混战沸腾之际,
βρονταίοις πατάγοισι μέλας μυκώμενος ἀὴρ
黑气轰鸣着伴随雷霆的巨响,
ἐκ Διὸς ἐσσομένην Βρομίῳ μαντεύσατο νίκην.
预告着宙斯即将赐予布罗米俄斯的胜利。
καὶ πολὺς ἑσμὸς ἔπιπτεν· ὅλη δʼ ἐρυθαίνετο λύθρῳ
大群敌兵纷纷倒地;整片干渴的土地被湿漉漉的血污染红,
ὑγρῷ διψὰς ἄρουρα, καὶ Ἀστακίδος στόμα λίμνης
阿斯塔基斯湖的湖口也泛起血光潺潺作响,
αἱμοβαφὲς κελάρυζε, φόνῳ κεκερασμένον Ἰνδῶν.
与被屠戮的印度人的鲜血融为一体。
Ἀντιβίους δʼ ᾤκτειρε θεὸς φιλοπαίγμονι θυμῷ
然而神明以喜乐的胸怀怜悯对手,
καὶ προχοαῖς κατέχευε μέθης γέρας, ἐκ δὲ ῥοάων
在流水中倾注了醉人的恩赐;
χιονέην ἤμειψε φυὴν ξανθόχροον ὕδωρ,
河水改变了积雪般的白浪,转变为金黄之色,
καὶ ποταμὸς κελάρυζε μελίρρυτα χεύματα σύρων,
整条河流拖曳着流淌蜜露的溪流潺潺鸣响,
καὶ προχοὰς ἐμέθυσσεν· ἀμειβομένων δὲ ῥοάων
使出水口饱含醉意;随着波流的转变,
ἔπνεον ἀρτιχύτοιο μέθης εὐώδεες αὖραι·
新酿美酒的芳香微风四溢。
ὄχθαι ἐφοινίσσοντο· πιὼν δέ τις Ἰνδὸς ἀγήνωρ
河岸被染成深红;一位骄傲的印度战士痛饮之后,口中发出这般满怀惊异的言辞:
τοίην ἐκ στομάτων πολυθαμβέα ῥήξατο φωνήν·
“我见到了一种奇异而难以置信的饮料!
Ξεῖνον ἴδον καὶ ἄπιστον ἐγὼ ποτόν, οὐ γλάγος αἰγῶν
这绝不是山羊皎洁的白乳,
ἄργυφον οὐ πέλε τοῦτο, καὶ οὐ μέλαν οἷά περ ὕδωρ,
也不似黝黑的水,
οὐδέ μιν οἷον ὄπωπα πολυτρήτοις ἐνὶ σίμβλοιςβομβήεσσα μέλισσα λοχεύεται ἡδέι κηρῷ·
更不同于我曾见过的轰鸣蜜蜂在千孔蜂巢中以甘甜蜂蜡所酿就之物;
ἀλλὰ νόον τέρπουσαν ἔχει καλλίπνοον ὀδμήν.
它却拥有一种令人心旷神怡的绝美芬芳。
ἀνὴρ διψαλέος πολυθαλπέι καύματος ἀτμῷ,
一个在酷暑烈焰蒸腾下干渴的人,
βαιὸν ἑαῖς παλάμῃσιν ἀφυσσάμενος χυτὸν ὕδωρ
若用双手汲取少许流水,
λαίλαπα καρχαλέης ἀποσείεται αὐτίκα δίψης·
即刻便能驱散干渴的烈风;
καὶ μέλι μᾶλλον ἔχει ταχινὸν κόρον· ἆ μέγα θαῦμα,
而蜂蜜则更快令人感到腻烦。呀,何等伟大的奇迹!
τοῦτο πιὼν ἐθέλω πιέειν πάλιν· ἀμφότερον γὰρ
饮过此物,我仍欲再饮;
καὶ γλυκερὸν τόδε χεῦμα καὶ οὐ κόρον ἀνδράσι τίκτει.
因为这道甘泉既甜美无比,又绝不会让人生厌!
ἥβη, κάλπιν ἄειρε καὶ ἔρχεο δεῦρο λαβοῦσα
赫柏啊,端起你的水瓮,
Τρώιον οἰνοχόον,3 ζαθέων δρηστῆρα κυπέλλων,
携着特洛伊的斟酒侍者、圣杯的执役者前来此处吧,
ὄφρα μελιρραθάμιγγος ἀφυσσάμενος ποταμοῖο
好让甘尼美得斯从这滴着蜜汁的河流中汲水,
Ζηνὸς ὅλους κρητῆρας ἀναπλήσῃ Γανυμήδης.
斟满宙斯的所有酒樽。
δεῦτε, φίλοι, γεύσασθε μελισταγέος ποταμοῖο.
来吧,朋友们,尝尝这流蜜的河水!
ἐνθάδε παπταίνω τύπον αἰθέρος· αὐτόχυτον γὰρ
我在此处望见了天界的缩影;因为那自然涌流的、
κεῖνο, τό περ καλέουσι Διὸς πόμα, νέκταρ Ὀλύμπου
被称为宙斯的甘霖、奥林匹斯的仙馔琼浆,
νηιάδες χθονίοισιν ἀναβλύζουσι ῥεέθροις.4
如今正被水仙女们在人间的溪流中喷涌挥洒!”
- 14.352ὄρθιον ἐσμαράγησε μόθων ἀντίκτυπον ἠχώ
此句承接前一语段末尾(ἄλλη δʼ ἐν παλάμῃσι, κατάσχετος ἅλματι λύσσης)。主语为 ἄλλη,主谓语为 ἐσμαράγησε,ὄρθιον 作状语性宾格(或修饰 ἠχώ)。分词短语 χερσὶ περικροτέουσα ... βαρύβρομα νῶτα βοείης 描述其敲击牛皮鼓发出轰鸣的场景。
- 14.374ἀκάρηνον ἐπείγετο σῶμα καμήλου, καὶ σφαλερῇ πλήσσουσα βαθυνομένην χθόνα χηλῇ ὕπτιος αὐτοκύλιστος ἐπωλίσθησε κονίῃ
句法上存在意合一致(synesis):主语语法上虽为中性词 ἀκάρηνον σῶμα καμήλου,但阴性分词 πλήσσουσα 与阴性名词 κάμηλος 一致,而阳性主格形容词 ὕπτιος 与 αὐτοκύλιστος 则属于向意义上主体或史诗定型用法的性移借,生动刻画了无头骆驼狂乱挣扎终至倾倒的全过程。
- 14.430Ἥβη, κάλπιν ἄειρε καὶ ἔρχεο δεῦρο λαβοῦσα Τρώιον οἰνοχόον
呼格 Ἥβη 指神界负责司酒的青春女神赫柏,而非抽象名词“青春”。宾语短语 Τρώιον οἰνοχόον 为特洛伊斟酒侍者(即下文指名的甘尼美得斯 Γανυμήδης)的借代指称。
- 14.435αὐτόχυτον γὰρ κεῖνο, τό περ καλέουσι Διὸς πόμα, νέκταρ Ὀλύμπου νηιάδες χθονίοισιν ἀναβλύζουσι ῥεέθροις
长距离倒置(hyperbaton)结构:核心骨架为主语 νηιάδες、主动词 ἀναβλύζουσι 以及宾语 κεῖνο(由 αὐτόχυτον 修饰)。其间插入了关系从句 τό περ καλέουσι Διὸς πόμα 与同格短语 νέκταρ Ὀλύμπου,用以说明 κεῖνο 的具体内涵。
