- 底本
- Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2045.tlg001.humanitext-grc2:14.176-14.262
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
被赫拉变为生角半人马的许阿得斯与塞浦路斯半人马一同武装,巴克科斯女祭司、山岳与树木仙女及迈那得斯纷至沓来加入大军。狄奥尼索斯未执寻常兵戈,而是佩带常春藤、鹿皮、金酒角杯与暗藏锋芒的酒神杖统领诸军,全军开拔进军印度。
ἀνδρομέης ἤμειψε παλαίτερον εἶδος ὀπωπῆς·1
她改变了他们人类容颜昔日的形貌:
τοῖσι μὲν οὐατόεσσα φυῆς ἰνδάλλετο μορφή,
他们身上显现出兽耳之形,
ἱππείη δʼ ἀνέτελλε διʼ ἰξύος ὄρθιος οὐρὴ
一条马尾沿着腰间挺直耸立,
ἰσχία μαστίζουσα δασυστέρνοιο φορῆος,
鞭打着多毛胸膛主人的两胯;
καὶ βοέη βλάστησε κατὰ κροτάφοιο κεραίη,
额角边长出牛角,
ὄμματα δʼ εὐρύνοντο τανυκραίροιο μετώπου,
伸展出双角的额头上双眼变得宽大,
καὶ σκολιαὶ πλοκαμῖδες ἀνηέξηντο καρήνων,
弯曲的卷发从头颅上茂盛滋长,
γναθμοὶ δʼ ἀργιόδοντες ἐμηκύνοντο γενείων,
长着白齿的下颌从面颊处拉长,
ξείνη δʼ αὐτοτέλεστος ἀπʼ ἰξύος εἰς πόδας ἄκρους
腰间直达脚趾,
ἀμφιλαφὴς λασίοιο κατʼ αὐχένος ἔρρεε χαίτη.
沿着多毛的颈项自然流泻下浓密而奇异的鬃毛。
δώδεκα δὲ ξύμπαντας ἐκόσμεον ἡγεμονῆες,
十二位领袖整饬着全军:
Σπαργεύς τε Γληνεύς τε χοροίτυπος, ἀλλοφυὴς δὲ
斯帕耳柔斯与踏足起舞的格勒纽斯,
σύνδρομος Εὐρυβίῳ σταφυληκόμος ἵκετο Κητεύς,
卷发如葡萄串般的异形凯透斯与欧律比奥斯并肩奔行,
καὶ Ῥιφόνῳ Πετραῖος ὁμάρτεεν, ἀκροπότης δὲ
佩特赖奥斯紧随里丰诺斯,
Αἴσακος Ὀρθάων τε συνέστιχον, οἷς μίαν ἄμφω
嗜饮美酒的艾萨科斯与奥耳塔翁结队前行,
Ἀμφίθεμις καὶ Φαῦνος ἐποιήσαντο πορείην,2
安菲忒弥斯与法乌诺斯与他们同行一体,
εὐκεράῳ δὲ Φάνητι συνέμπορος ἦλθε Νομείων.
角生额际的法涅斯则有诺梅翁相伴。
Κενταύρων δʼ ἑτέρη διφυὴς κεκόρυστο γενέθλη,
另一支半人马的双重血脉也披甲就绪,
Κυπριάς, ὁππότε Κύπρις ἐπέτρεχεν εἴκελον αὔραις
即库普洛斯的一族;彼时塞浦路斯女神如清风般疾奔,
ἴχνιον ἱμείροντος ἀλυσκάζουσα τοκῆος,
逃避她那心生爱慕的父亲,
μὴ γενέτην ἀθέμιστον ἐσαθρήσειεν ἀκοίτην,
以免将生身之父视作不法之夫;
Ζεὺς δὲ πατὴρ ὑπόειξε γάμων ἄψαυστον ἐάσας
而父神宙斯退却了,任凭阿佛洛狄忒拒绝他的求爱、
ὠκυτέρην ἀκίχητον ἀναινομένην Ἀφροδίτην·
未受婚配触碰而更迅疾地难以追及;
ἀντὶ δὲ Κυπριδίων λεχέων ἔσπειρεν ἀρούρῃ3
但他没有进入塞浦路斯女神的床榻,
παιδογόνων προχέων φιλοτήσιον ὄμβρον ἀρότρων·
而是向原野播种,倾泻下繁育子嗣之犁的欢爱之雨;
γαῖα δὲ δεξαμένη γαμίην Κρονίωνος ἐέρσην
大地接纳了克罗诺斯之子的婚礼甘霖,
ἀλλοφυῆ κερόεσσαν ἀνηκόντιζε γενέθλην.
便喷涌出长角的异形种族。
τοῖσι κορυσσομένοισι συνέδραμον εἰν ἑνὶ Βάκχαι,
在他们武装之际,巴克科斯的侍女们汇聚一堂:
αἱ μὲν Μῃονίης ἀπὸ ῥωγάδος, αἱ δὲ κολώνης
有的自迈奥尼亚的山岩裂隙而来,
ἠλιβάτων ἤιξαν ὑπὲρ Σιπύλοιο καρήνων.
有的越过西皮罗斯峭拔的山巅自丘陵疾驰而至。
νύμφαι δʼ ἑλκεχίτωνες Ὀρειάδες ἄρσενι θυμῷ
曳地长袍的欧瑞阿得斯山岳水仙,
λυσσάδες ἐρρώοντο σὺν εὐθύρσοισι μαχηταῖς,αἵ τε παλιννόστων ἐτέων πολυδινέι νύσσῃ
心怀勇毅的男儿气概,如狂如醉地与手持精美权杖的战士们一同奔跃;
μηκεδανὸν ζώεσκον ἐπὶ χρόνον, αἱ μὲν ἐρίπναις
她们伴随着往复岁月的翻转标界度过了极其漫长的时间,
γείτονες οἰονόμων ἐπιμηλίδες, αἱ δὲ λιποῦσαι
有的作为牧人悬崖的邻居厄庇墨利得斯,
ἄλσεα δενδρήεντα καὶ ἀγριάδος ῥάχιν ὕλης,
有的离开树木葱郁的林地与荒野森林的脊梁,
συμφυέες Μελίαι δρυὸς ἥλικος· αἳ τότε πᾶσαι
是与同岁生长的橡树融为一体的墨利亚得斯木仙。
εἰς μόθον ἠπείγοντο συνήλυδες, αἱ μὲν ἑλοῦσαι
彼时她们全都结队奔赴战场:有的手持铜背手鼓,
τύμπανα χαλκεόνωτα, Κυβηλίδος ὄργανα Ῥείης,
那是库柏勒女神瑞亚的乐器;
αἱ δὲ κατηρεφέες πλοκάμους ἑλικώδεϊ κισσῷ,
有的用盘绕的常春藤遮覆发丝;
ἄλλαι ἐμιτρώθησαν ἐχιδναίοισι κορύμβοις·
有的以毒蛇盘缠为冠。
χειρὶ δὲ θύρσον ἄειρον ἀκαχμένον, αἷς τότε Λυδαὶ
她们手中高举锋利的酒神杖,
μαινάδες ὡμάρτησαν ἀταρβέες εἰς μόθον Ἰνδῶν·
无畏的吕底亚迈那得斯也同她们一道投身印度的战火。
ὧν τότε Βασσαρίδες θιασώδεες ἴδμονι τέχνῃ
彼时巴克科斯的乳母、欢庆的巴萨里斯女祭司们,
κρείσσονες ἠπείγοντο Διωνύσοιο τιθῆναι,
凭娴熟的技艺胜过她们,疾步赶去:
αἴγλη Καλλιχόρη τε καὶ Εὐπετάλη καὶ Ἰώνη
艾格勒、卡利科瑞、欧佩塔勒、伊俄涅、
καὶ Καλύκη γελόωσα Βρύουσά τε, σύννομος Ὥραις,
含笑的卡吕刻、伴随季节女神霍赖的布律欧萨、
Σειλήνη τε Ῥόδη τε καὶ Ὠκυνόη καὶ Ἐρευθὼ
塞勒涅、罗得、俄库诺厄、厄柔托、
Ἀκρήτη τε Μέθη τε, καὶ ἕσπετο σύννομος Ἅρπῃ
阿克瑞忒、墨忒;芳香如玫瑰的俄南忒作为哈耳珀的同伴随行,
Οἰνάνθη ῥοδόεσσα καὶ ἀργυρόπεζα Λυκάστη,
还有银足的吕卡斯忒、
Στησιχόρη Προθόη τε· φιλομμειδὴς δὲ γεραιὴ
斯忒西科瑞与普罗托厄;
οἰνοβαρὴς Τρυγίη πυμάτη κεκόρυστο καὶ αὐτή.
而嗜笑而沉醉于浓酒的老妪特律吉厄自己也在队尾披挂上阵。
κεκριμένον μὲν ἕκαστος ἑὸν στρατὸν ἤγαγε Βάκχῳ,
每个人都率领自己各自的部众前来归附巴克科斯,
πάντων δʼ ἡγεμόνευε πυρίβρομος Εἰραφιώτης
雷火轰鸣的埃拉菲奥忒斯光芒四射,
ἀστράπτων ἀρίδηλος· ἐς ὑσμίνην δὲ χορεύων
统领着所有人;
οὐ σάκος, οὐ δόρυ θοῦρον ἐκούφισεν, οὐ ξίφος ὤμῳ,
然而他踏着舞步踏入混战,既未拿起盾牌,也未执起狂暴的长矛,
οὐ κυνέην ἐπέθηκεν ἀκερσικόμοισιν ἐθείραις,
肩上未悬利剑,
χάλκεον ἀρραγέος κεφαλῆς σκέπας, ἀλλὰ καρήνου
亦未曾将护卫不碎头颅的青铜头盔覆于未剪的秀发之上;
ἄπλοκον ἐσφήκωσε δρακοντείῳ τρίχα δεσμῷ,
相反,他用盘曲如蛇的束带紧紧系住头顶未梳的头发,
κράασι κυκλώσας βλοσυρὸν στέφος· ἀντὶ δὲ τυκτῆς
将狰狞的花冠环绕在额头上;
δαιδαλέης κνημῖδος ἕως ἐπιγουνίδος ἄκρης
他没有穿戴精巧锻造的护胫,
ἄργυφα πορφυρέοις ἐπεθήκατο ταρσὰ κοθόρνοις,
而是用紫红色的高统软鞋裹住白皙的双足直达膝盖之巅,
νεβρίδα λαχνήεσσαν ἐπὶ στέρνοιο καθάψας,
在胸前系上一件毛茸茸的小鹿皮,
στικτὸν ἔχων θώρηκα, τύπον κεχαραγμένον ἄστρων·
穿戴着带有星辰印记的斑驳胸甲,
καὶ χρυσέην λαγόνεσσι περίτροχον ἥρμοσε μίτρην.
腰间则系上一圈金色的环形束带。
λαιῇ μὲν κέρας εἶχε βεβυσμένον ἡδέος οἴνου,
他的左手握着一支装满甜美佳酿的牛角杯,
χρύσεον εὐποίητον, ἀπʼ οἰνοχύτου δὲ κεραίης
以黄金精巧制成,
ὄρθιος οἰνοπότοιο κατέρρεεν ὁλκὸς ἐέρσης·
从那倒酒的角杯中笔直流淌下一股可作酒饮的甘露;
χειρὶ δὲ κέντορα θύρσον, ἐελμένον οἴνοπι κισσῷ,
他的右手轻执一柄缠绕着深酒色常春藤的锋利权杖,
δεξιτερῇ κούφιζεν, ἐπʼ ἀκροτάτῳ δὲ κορύμβῳ
在那最顶端的果穗中,
χαλκοβαρὴς πετάλοισι κατάσκιος ἦεν ἀκωκή.
沉重的青铜尖刃被叶片所掩蔽。
ἀλλʼ ὅτε δὴ Διόνυσος ἔσω Κορυβαντίδος αὐλῆςχρύσεον εὐποίητον ἐδύσατο κόσμον Ἐνυοῦς,
当狄奥尼索斯在科律班忒斯的神殿内穿戴齐战神精工制作的金色盛装,
εὔδια καλλείψας χοροτερπέος ἔνδια Ῥείης
离开起舞悦人的瑞亚那宁静的居所时,
Μῃονίην παράμειβεν·4 ὀρεσσιπόλοις δʼ ἅμα Βάκχαις
便穿越了迈奥尼亚;
δαίμονι βοτρυόεντι συνεσσεύοντο μαχηταί·
战士们与巡游山野的巴克科斯信徒一同紧随这长满葡萄果串的神明奔涌。
οἱ μὲν ἐυτροχάλοιο κυβερνητῆρες ἀπήνης
有人驾驭着轮转平稳的大车,
φυταλιῆς κομίσαντο νέης μοσχεύματα Βάκχου·
运送巴克科斯新植园的枝条;
πολλαὶ δʼ ἡμιόνων στίχες ἤιον, ἀμφὶ δὲ νώτῳ
许多成群的骡子走在路上,
νέκταρος ἀμπελόεντος ἐκούφισαν ἀμφιφορῆας·
背脊上托运着装满葡萄琼浆的双耳细颈瓶;
καὶ βραδέων ἐπέθηκαν ὄνων τετληότι νώτῳ
在行动缓慢的驴子坚忍的背上,
ῥήγεα φοινικόεντα καὶ αἰόλα δέρματα νεβρῶν·
他们铺上了深红色的毯子和斑驳的鹿皮;
ἄλλοι δʼ οἰνοποτῆρες ἅμα χρυσέοισι κυπέλλοις
其他饮酒者携带着金杯,
ἀργυρέους κρητῆρας ἀγίνεον, ὅπλα τραπέζης·
并搬运着作为餐桌武器的银制调酒缸;
καὶ χαροπῆς Κορύβαντες ἐποίπνυον ἀγχόθι φάτνης
而科律班忒斯们在闪亮的马槽旁忙碌着,
αὐχένα πορδαλίων ζυγίῳ δήσαντες ἱμάντι,
用轭具的皮带系住猎豹的脖颈,
κισσοδέτοις δὲ λέοντας ἐπιστώσαντο λεπάδνοις
并用常春藤缠绕的挽带紧紧拴住了雄狮。
- 14.176ἀνδρομέης ἤμειψε παλαίτερον εἶδος ὀπωπῆς
主语为前一节末尾涂抹魔药的赫拉(Ἥρη)。ἤμειψε(不定过去时主动式)作及物动词,意为“改变”,宾语为 παλαίτερον εἶδος ὀπωπῆς(“人类昔日容貌之形貌”),ἀνδρομέης 为属格,修饰 ὀπωπῆς。
- 14.190οἷς μίαν ἄμφω Ἀμφίθεμις καὶ Φαῦνος ἐποιήσαντο πορείην
关系代词与格 οἷς 指代前文的艾萨科斯(Aisakos)与奥耳塔翁(Orthaon)。ἐποιήσαντο 取宾语短语 μίαν ... πορείην(“踏上同一旅程/一道行军”),整句结构为:安菲忒弥斯与法乌诺斯二者与前述二人共同踏上了同一步调的行军。
- 14.199ἀντὶ δὲ Κυπριδίων λεχέων ἔσπειρεν ἀρούρῃ
ἔσπειρεν 的主语为父神宙斯(Ζεὺς δὲ πατήρ)。Κυπριδίων λεχέων 由介词 ἀντί(“代替”)支配作属格,意为“代替与塞浦路斯女神的同榻”。其后接的分词短语 προχέων φιλοτήσιον ὄμβρον... 为方式分词,描绘宙斯将孕育子嗣的欢爱甘霖播洒于原野(ἀρούρῃ)。
- 14.247ἀλλʼ ὅτε δὴ Διόνυσος ... Μῃονίην παράμειβεν
由 ἀλλʼ ὅτε δὴ 引导的长篇时间从句一直延伸至第249行(Ῥείης),主句则由 Μῃονίην παράμειβεν(“穿越了迈奥尼亚”)开启。从句内部以 Διόνυσος 为主语,统摄限定动词 ἐδύσατο(“穿上”)与伴随分词 καλλείψας(“离去”),随后衔接至主句的核心动词 παράμειβεν 及 συνεσσεύοντο(第251行)。
