- 底本
- Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2045.tlg001.humanitext-grc2:1.178-1.272
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
堤丰对诸星座及月神发起猛烈攻击,使天球陷入极大动荡,但俄里翁、蛇夫座等星座奋起抵抗,天琴座亦预言了宙斯的胜利。巨人随后扫荡奇里乞亚的河川,凭借顶天立地的庞大身躯踏入深海,继续逞威暴虐。
καὶ δολιχῇ παλάμῃ δεδραγμένος Ἡνιοχῆος
他用修长的手掌抓住了御夫座,
νῶτα χαλαζήεντος ἐμάστιεν Αἰγοκερῆος,
鞭笞着多雹摩羯座的背脊,
καὶ διδύμους ἐπὶ πόντον ἀπʼ αἰθέρος Ἰχθύας ἕλκων
又将双鱼座从以太拖向大海,
κριὸν ἀνεστυφέλιξε, μεσόμφαλον ἄστρον Ὀλύμπου,
震骇并击打着白羊座——奥林匹斯的中脐之星,
γείτονος εἰαρινοῖο πυραυγέος ὑψόθι κύκλου
它高居于邻近的春日火曜之轮上空,
ἀμφιταλαντεύοντος ἰσόζυγον ἦμαρ ὀμίχλῃ.1
正是此轮将白昼与薄暮之夜置于平衡的秤上。
ὁλκαίοις δὲ πόδεσσιν ἀνῃώρητο Τυφωεὺς
堤丰迈着拖曳的双足凌空悬挂,
ἀγχινεφής· πετάσας δὲ πολυσπερὲς ἔθνος ἀγοστῶν
迫近云霄;他张开广布四散的臂膀部族,
αἰθέρος ἀννεφέλοιο κατέσκεπεν ἄργυφον αἴγλην
挥舞着蜿蜒的群蛇之军,遮蔽了明澈以太的银白光华。
αἰθύσσων ὀφίων σκολιὸν στρατόν· ὧν ὁ μὲν αὐτῶν2
群蛇之中,有的直立跃起,
ὄρθιος ἀξονίοιο διέτρεχεν ἄντυγα κύκλου,
穿过车轴之轮的轮缘,跳上天界天龙座的脊骨,
οὐρανίου δὲ Δράκοντος ἐπεσκίρτησεν ἀκάνθῃ
发出战争的咝鸣;
Ἄρεα συρίζων· ὁ δὲ Κηφέος ἐγγύθι κούρηςἀστραίαις παλάμῃσιν ἰσόζυγα κύκλον ἑλίξας
有的在刻甫斯之女身旁,卷起等同于星宿之手的圆环,
δέσμιον Ἀνδρομέδην ἑτέρῳ σφηκώσατο δεσμῷλοξὸς ὑπὸ σπείρῃσιν· ὁ δὲ γλωχῖνι κεραίης
将受缚的安德洛墨达在盘绕的曲躯之下用另一重绳索紧紧绑缚;
ἰσοτύπου ταύροιο δράκων κυκλοῦτο κεράστης,οἰστρήσας ἑλικηδὸν ὑπὲρ βοέοιο μετώπου
另一条角蝰在肖似同形的金牛座角尖盘绕成圈,张开大口,
ἀντιτύπους Ὑάδας, κεραῆς ἴνδαλμα Σελήνης,
在牛额之上盘旋激荡着对面的毕宿——那是带角月神的肖影;
οἰγομέναις γενύεσσιν· ὁμοπλεκέων δὲ δρακόντων
交织群蛇喷毒的带饰将牧夫座束为头冠;
ἰοβόλοι τελαμῶνες ἐμιτρώσαντο Βοώτην·
更有凶悍的蛇看见奥林匹斯上的另一条天蛇,
καὶ θρασὺς ἄλλος ὄρουσεν, ἰδὼν Ὄφιν ἄλλον Ὀλύμπου,
便跃身而起,
πῆχυν ἐχιδνήεντα περισκαίρων Ὀφιούχου,
在蛇夫座的蛇臂周围腾跃,
καὶ στεφάνῳ στέφος ἄλλο περιπλέξας Ἀριάδνης,
在阿里阿德涅的冠冕上又编叠了一顶冠冕,躬起颈项,
αὐχένα κυρτώσας, ἐλελίζετο γαστέρος ὁλκῷ.
借着腹部的拖曳而剧烈震颤。
καὶ Ζεφύρου ζωστῆρα καὶ ἀντιπόρου πτερὸν Εὔρου
多臂的堤丰挥动着西风之带与迎面而来的东风之翼,
αἰθύσσων πολύπηχυς ἐπεστρωφᾶτο Τυφωεὺςνύσσαν ἐς ἀμφοτέρην, μετὰ Φωσφόρον Ἕσπερον ἕλκων
在两端的折返标柱间回旋,
καὶ λόφον Ἀτλάντειον. ἐνὶ βρυόεντι δὲ κόλπῳ
在晨星之后又拖曳着暮星与阿特拉斯的峰峦。在生满海苔的渊薮中,
πολλάκι συμμάρψας Ποσιδήιον ἅρμα θαλάσσης
他屡屡抓住波塞冬的海车,
εἰς χθόνα βυσσόθεν εἷλκεν· ἁλιβρέκτων δὲ κομάων
自深渊将其拖至陆地;
αὖ ἐρύσας στατὸν ἵππον ὑποβρυχίης παρὰ φάτνης
又将一匹自水下马槽中拖出的浸透盐水之鬃的系马,
οὐρανίην ἔρριψεν ἐς ἄντυγα πῶλον ἀλήτην
化作流浪的马驹向着天轮抛掷,
αἰχμάζων ἐς Ὄλυμπον· ἱμασσομένοιο δὲ δίφρου
矛头直指奥林匹斯;在受鞭笞的太阳战车下,
ἠελίου χρεμέτιζον ὑπὸ ζυγὰ κυκλάδες ἵπποι·
回旋的骏马在轭下嘶鸣。
πολλάκι δʼ ἀγραύλοιο πεπαυμένον ἱστοβοῆος
他又屡屡挥动从田野车辕上解下的、
ταῦρον ἀπειλητῆρι μεμυκότα πήχεϊ σείων
在威胁的臂弯中咆哮的公牛,
ἰσοφυὲς μίμημα κατηκόντιζε Σελήνης,
掷向月神的等貌幻象,
καὶ δρόμον ἐστήριξεν· ἀνακρούσας δὲ χαλινῷ
遏止了她的奔驰之途;他用缰绳勒回公牛的白颈带,
ταύρων λευκὰ λέπαδνα κατερροίζησε θεαίνης,
向着女神发出呼啸咝鸣,
λοίγιον ἰοβόλοιο χέων συριγμὸν ἐχίδνης.
倾吐着毒蝰毁灭性的尖鸣。
οὐδὲ κορυσσομένῳ Τιτηνιὰς εἴκαθε Μήνη·
然而泰坦之女月神并未对他的披甲进攻屈服:
μαρναμένη δὲ Γίγαντος ὁμοκραίροισι καρήνοις
她与巨人同生角的头颅相搏,
ταυρείης ἐχάραξε φαεσφόρα κύκλα κεραίης·καὶ βόες αἰγλήεντες ἐμυκήσαντο Σελήνης
以其牛角的光华车轮在其上刻下伤痕;
χάσμα Τυφαονίοιο τεθηπότες ἀνθερεῶνος.
月神光芒四射的牛群因惊骇于堤丰咽喉的张皇深渊而哞哞长鸣。
ἀστραίας δὲ φάλαγγας ἀταρβέες ὥπλισαν Ὧραι.
无畏的时序女神们武装起星宿的方阵。
καὶ στίχες οὐρανίων Ἑλίκων νωμήτορι κύκλῳεἰς ἐνοπὴν σελάγιζον· ἐπερροίζησε δὲ πυρσῷ
天界螺旋的队列以导向之轮在战号中闪耀;
αἰθέρα βακχεύων στρατὸς αἰόλος, οἵ τε Βορῆα,
火光中令以太陷入狂乱的斑驳大军呼啸发威——那些分据北风、
καὶ Λιβὸς ἕσπερα νῶτα, καὶ οἳ λάχον ἄντυγας Εὔρου,
西南风的西方之背、
καὶ Νοτίους ἀγκῶνας· ὁμοζήλῳ δὲ κυδοιμῷ
东风轨辙与南方肘弯的星群尽皆如此。在同仇敌忾的骚乱中,
ἀπλανέων ἀτίνακτος ἀπεπλάγχθη χορὸς ἄστρων,
本不可动摇的恒星合唱队竟迷离走散,
ἀντιπόρους δʼ ἐκίχησαν ἀλήμονας· ἔβρεμε δʼ ἠχῇ
迎面撞上了流转的行星;
οὐρανίῳ κενεῶνι πεπαρμένος ὄρθιος ἄξων
刺入天界空隙、
μεσσοπαγής· ὁρόων δὲ κυνοσσόος ἔθνεα θηρῶν
扎根中央的直立地轴伴着巨响震颤。驱犬的俄里翁见凶兽群集便拔出佩剑,
Ὠρίων ξίφος εἷλκε, κορυσσομένου δὲ φορῆος
武装的佩剑者手中,
φαιδρὰ Ταναγραίης ἀμαρύσσετο νῶτα μαχαίρης·
塔纳格拉长刃的明亮背脊闪烁耀目;
καὶ σέλας αἰθύσσων πυριθαλπέος ἀνθερεῶνος
干渴的星犬挥舞着灼热咽喉的光芒,
δίψιος ἀστερόεντι κύων ἐπεπάφλασε λαιμῷ
自其繁星的喉管中沸腾喷涌,
πέμπων θερμὸν ὕλαγμα, καὶ ἠθάδος ἀντὶ λαγωοῦ
发出滚烫的吠声,不再追逐惯常的野兔,
θηρσὶ Τυφαονίῃσιν ἀνήρυγεν ἀτμὸν ὀδόντων.
而是向着堤丰的凶兽喷吐牙齿的蒸汽。
καὶ πόλος ἐσμαράγησεν· ἀμειβομένη δὲ καὶ αὐτὴ
天穹轰鸣:作为回应,
οὐρανὸν ἑπτάζωνον ἰσηρίθμων ἀπὸ λαιμῶν
七口的回音自同数的咽喉,
πληιάδων ἀλάλαζε βοὴν ἑπτάστομος ἠχώ,
向着七带的天空呼喊出昴宿的战号,
καὶ καναχὴν ἰσόμετρον ἐπεγδούπησαν ἀλῆται.
行星亦以相称的轰鸣发出巨响。
σμερδαλέην δὲ Γίγαντος ἰδὼν ὀφιώδεα μορφὴν
目睹巨人可怕的蛇形躯体,
αἰγλήεις Ὀφιοῦχος ἀλεξικάκων ἀπὸ χειρῶνγλαυκὰ πυριτρεφέων ἀπεσείσατο νῶτα δρακόντων,
明耀的蛇夫座从攘灾的双手中甩开火育巨蟒的苍白背脊,
στικτὸν ἀκοντίζων σκολιὸν βέλος, ἀμφὶ δὲ πυρσῷλαίλαπες ἐρροίζησαν, ἐτοξεύοντο δὲ λοξοὶ
投射出斑驳弯曲的飞矢,风暴围绕着烈火呼啸,
ἠέρα βακχεύοντες ἐχιδνήεντες ὀιστοί·
斜向狂乱的蛇形箭矢在空中如醉如狂地射出。
καὶ θρασὺς ἰχθυόεντος ὁμόδρομος Αἰγοκερῆος
与鱼尾摩羯座同道并驰的勇敢人马座射出箭镞;
Τοξευτὴρ βέλος ἧκεν· ἁμαξαίῳ δʼ ἐνὶ κύκλῳ
在天车轮中居间显现、
μεσσοφανὴς διδύμῃσι Δράκων μεμερισμένος Ἄρκτοις
界隔二熊的天龙座,
αἰθερίης ἐλέλιξε σελασφόρον ὁλκὸν ἀκάνθης·
卷起其以太脊骨的光华拖尾;厄里戈涅的邻人、
γείτων δʼ Ἠριγόνης ἐλατὴρ ὁμόφοιτος Ἁμάξης
天车的同游驭者牧夫座,
πήχεϊ μαρμαίροντι καλαύροπα πάλλε Βοώτης·
以闪耀的手臂挥动起牧杖;在“跪者”
γούνατι δʼ Εἰδώλοιο3 καὶ ἀγχιπόρῳ παρὰ Κύκνῳ
的膝旁与临近的天鹅座之侧,
φόρμιγξ ἀστερόεσσα Διὸς μαντεύσατο νίκην.
繁星的里拉琴预言了宙斯的胜利。
Κωρυκίου δὲ κάρηνα λαβὼν ἐτίναξε Τυφωεύς,
堤丰抓起科律基翁的峰峦并将其摇撼,
καὶ Κίλικος ποταμοῖο ῥόον ναετῆρα πιέζων
压制奇里乞亚之河的居留水流,
Ταρσὸν ὁμοῦ καὶ Κύδνον ἑνὶ ξύνωσεν ἀγοστῷ·
将塔尔索斯与库德诺斯合并于一掌之中;
καὶ κραναοῖς βελέεσσιν ὀιστεύων στίχας ἅλμης
以粗砺石块为矢射向盐水的浪列,
εἰς σκοπέλους μετένασσε, μετʼ αἰθέρα πόντον ἱμάσσων·
将波涛移至悬崖,在鞭笞以太之后又鞭笞大海。
νισσομένου δὲ Γίγαντος ἁλιβρέκτου ποδὸς ὁλκῷ
当巨人以浸润盐水的拖曳之足前行时,
φαίνετο γυμνωθεῖσα διʼ ὕδατος ἄβροχος ὀσφύς,
在水中显露出他未沾湿的裸露腰肢,
καὶ μεσάτῳ βαρύδουπον ὕδωρ ἐπεβόμβεε μηρῷ·
沉重的轰鸣之水在他大腿中部回旋咆哮;
νηχόμενοι δὲ δράκοντες, ἁλιγδούπων ἀπὸ λαιμῶν
泅泳的群蛇自轰鸣如潮的喉咙中嘶吼着战争,
Ἄρεα συρίζοντες, ἐπεστρατόωντο θαλάσσῃ
喷吐着剧毒,
ἰὸν ἀποπτύοντες· ἐν ἰχθυόεντι δὲ πόντῳ
铺陈于海面之上。当堤丰立于鱼族群聚的大海、
ἱσταμένου Τυφῶνος ἔσω βρυόεντος ἐναύλου
置身于苔藓覆生的水底溪谷时,
βένθεϊ ταρσὰ πέπηκτο, καὶ ἠέρι μίγνυτο γαστὴρ
脚掌深植于深渊,
θλιβομένη νεφέεσσι· Γιγαντείου δὲ καρήνου
腹部受云层挤压而与虚空交混;
φρικτὸν ἀερσιλόφων ἀίων βρύχημα λεόντων
听到巨人头颅上高耸鬃毛的雄狮发出令人战栗的咆哮——
- 1.183ἀμφιταλαντεύοντος ἰσόζυγον ἦμαρ ὀμίχλῃ
现在分词 ἀμφιταλαντεύοντος(阳性属格单数)与前文的 γείτονος εἰαρινοῖο πυραυγέος ... κύκλου(邻近春日的火曜之轮,即春分圈/天赤道)保持一致。中性宾格形容词 ἰσόζυγον 修饰 ἦμαρ(白昼),与格 ὀμίχλῃ(昏暗/夜色)表示权衡比较的标准,形象地描绘了春分时节昼夜平分的景象。
- 1.187ὧν ὁ μὲν αὐτῶν
关系代词属格 ὧν 是部分属格,指代前文的蛇军(ὀφίων ... στρατόν)。随后的 ὁ μέν ... ὁ δέ ... ὁ δέ 构成部分同位语结构(partitive apposition),逐一具体描述巨躯上各条毒蛇分别发动的攻击。
- 1.256Εἰδώλοιο
古希腊天文学中的传统星座用语,指代“下跪者”(Engonasin),即后世的武仙座(Hercules)。在古典诗歌中常以 Εἴδωλον(幻象/坐像)这一代称指代该星座。
