- 底本
- Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2042.tlg077.humanitext-grc1:27.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段论述了耶稣在彼拉多面前如何温和地暗示自己是全人类的王,探讨了古老抄本中强盗巴拉巴也被称为“耶稣”的深意,并阐释了彼拉多妻子梦见异象的圣意所在。
ΚΕΦ. ΚΖ΄ Στίχ. ια΄. Καὶ ἐπηρώτησεν αὐτὸν ὁ ἡγεμὼν, λέγων· Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; Ὡς ἐπὶ δημοσίῳ ἐγκλήματι κατακριθέντα αὐτὸν ἐρωτᾷ Πιλάτος λέγων· Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; Ζητεῖ μυκτηρίζων, ἢ ἀμφιβάλλων οὕτως ἐρωτᾷ. Ὁ δὲ Ἰησοῦς ἠρέμα, ὑπαινιττόμενος τὸ ναὶ, ὡς πάντων ἀνθρώπων βασιλεὺς, ἔφη τὸ, Σὺ λέγεις. Ἐπεὶ ὁ μὲν ἀρχιερεὺς δικαστικῶς ἠρώτα λέγων· Εἰπὲ ἡμῖν εἰ σὺ εἶ ὁ βασιλεὺς, Πιλάτος δὲ ἀποφαντικῶς. Ὅρα δὲ εἰ μὴ1 τὸ μὲν, Σὺ εἶπας, τῷ ἀρχιερεῖ λεγόμενον, τὸν δισταγμὸν αὐτοῦ λεληθότα ἐλέγχει· τὸ δὲ, Σὺ λέγεις, τῷ Πιλάτῳ, τὴν ἀπόφασιν αὐτοῦ κυροῖ. Ἦν γὰρ βασιλεὺς τοῦ Ἰσραὴλ, μήτε εἰπὼν ναὶ, ἵνα μὴ δῷ εὔλογον ἀφορμὴν τῷ Πιλάτῳ καταδικάζειν. Διὰ τὸ ἀμετάτρεπτον αὐτῶν οὐδὲ αὐτοῖς ἀντιφθέγγεται. Καλῶς δὲ οὐδὲ τῷ Πιλάτῳ ἀπεκρίθη, ὅτι ἀμφιβάλλει εἰ χρὴ αὐτὸν πρὸς τὰς ἀδίκους κατηγορίας ἀπολογεῖσθαι, καὶ ὅτι διχογνωμῶν ἐστι περὶ αὐτῶν. Δῆλον γὰρ ἦν, ὅτι, εἰ ἀπελογήσατο καὶ παρέστησεν ἑαυτὸν οὐδενὶ ἔνοχον ἐγκλήματος, ἀπέλυσεν ἂν2 ὁ δικαστὴς αὐτὸν, λαβὼν ὁδὸν τοῦ χρηστὰ περὶ αὐτοῦ ἀποφήνασθαι. Ὅθεν καὶ ὁ ἡγεμὼν ἐθαύμαζεν αὐτὸν, πῶς, δυνάμενος εἰπεῖν πολλὰς ἀπολογίας, ἐσιώπα. Διὸ καὶ ὡς θέλων αὐτὸν ἀπολῦσαι, εἰς τοῦτο αὐτὸν προετρέπετο· ὅτι γὰρ φθόνῳ παρεδόθη, καὶ Πιλάτῳ δῆλον ἦν. Οὐχ ἁπλῶς δὲ θαυμάζει, ἀλλὰ καὶ λίαν· τάχα μὲν διὰ τὸ ἄτρεπτον καὶ ἀτάραχον αὐτοῦ πρὸς θάνατον, καὶ ἐν τούτοις γαληνὸν τοῦ προσώπου· ἢ καὶ τὴν ὑπὲρ ἄνθρωπον αὐτοῦ μακροθυμίαν ἐθαύμαζεν. Εἰκὸς ἄρτι ὑποσπόνδων γενομένων Ῥωμαίοις Ἰουδαίων, τὸ κεχαρισμένον αὐτοῖς ᾤοντο ἐν τῇ ἑορτῇ συγχωρεῖσθαι. Καὶ Σαοὺλ δὲ, συγχωρήσας τῷ λαῷ τὸν Ἰωνάθαν, δηλοῖ πρὶν αὐτοῖς καὶ τοιοῦτον. Ὡς νομίζων δὲ, ὅτι τὸν ἀναίτιον, ἢ τὸν μυρίοις ἐγκλήμασιν ὑπαίτιον αἰτήσονται, εἶπε τοῦτο ὁ Πιλάτος, ὡς δικαίοις οὖσιν. ᾜδει γὰρ, ὅτι οὐδὲν σαφῆ ἔλεγχον εἶχον κατ’ αὐτοῦ. Παλαιοῖς δὲ πάνυ ἀντιγράφοις ἐντυχὼν, εὗρον καὶ αὐτὸν τὸν Βαραββᾶν Ἰησοῦν λεγόμενον. Οὕτως γοῦν εἶχεν ἡ τοῦ Πιλάτου πεῦσις ἐκεῖ· Τίνα θέλετε ἀπὸ τῶν δύο ἀπολύσω ὑμῖν; Ἰησοῦν τὸν Βαραββᾶν, ἢ Ἰησοῦν τὸν λεγόμενον Χριστόν; Ὡς γὰρ ἔοικε, πατρωνυμία ἦν τοῦ λῃστοῦ ὁ Βαραββᾶς, ὅπερ ἑρμηνεύεται διδασκάλου υἱός. Συντιθέμενον οὖν τὸ τοῦ Βαραμβᾶν ὄνομα σημαίνει υἱὸς τοῦ διδασκάλου ἡμῶν. Καὶ τίνος ἄρα διδασκάλου υἱὸν χρὴ νομίζειν τὸν ἐπίσημον λῃστὴν, ἢ τοῦ ἀνδρὸς αἱμάτων, τοῦ ἐξ ἀρχῆς ἀνθρωποκτόνου, ὃν καὶ μέχρι τῆς δεῦρο μᾶλλον αἱροῦνται οἱ μαθόντες παρ’ αὐτοῦ ἀνθρωποκτονεῖν, ἢ τὸν ζωοποιοῦντα τοὺς ἀνθρώπους, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν; Κρινόμενος ὑπὸ τοῦ Πιλάτου, ἐχρημάτιζε3 τῇ τούτου γυναικὶ, ἵνα τῇ μὲν σιωπῇ τὴν ἀνδρείαν καταπλαγῇ, τῷ δὲ χρηματισμῷ γνῷ, ὅτι οὐκ ἄνθρωπον, ἀλλὰ Θεὸν κρίνει. Διὰ δὲ τοῦτο αὐτὸς οὐκ εἶδεν ἢ ἵνα μὴ σιωπήσῃ τῷ ὄναρ, ἢ ὅτι οὐκ ἐπιστεύετο, ἢ ὅτι ἀνάξιος ἦν, ἢ ἵνα ἀκούσας ἃ ὑπέμεινεν ἡ γυνὴ, συμπαθήσῃ. Οὐ γὰρ μόνον εἶδε τὸ ἐνύπνιον, ἀλλὰ καὶ πολλὰ ἔπαθε, καὶ ἐν νυκτὶ πρὸς τὸ φοβερώτερον γίνεσθαι. Ἄλλως τε δὲ Προνοίας ἔργον τὸ ὄναρ, οὐ λεγόμενον μὲν τί ἦν, δεικνύον δὲ, ὅτι οὐχ ἵνα μὴ πάθῃ ὁ Ἰησοῦς ἐδείχθη, ἀλλ’ ἵνα σωθῇ ἡ γυνή. Μακαρία δὲ ἡ τοιαῦτα ἀπέχουσα4 ἐν ὀνείροις τὸ παθεῖν, ἵνα μὴ ὑπερπάθῃ. Εἰ δὲ σύμβολόν ἐστιν αὕτη τῆς ποτε ὑπὸ Πιλάτου κυριευομένης Ἐκκλησίας, καὶ οὐκέτι οὔσης αὐτῷ ὑποχειρίου διὰ τὴν εἰς Χριστὸν πίστιν...... γὰρ, ἀλλόφυλος γὰρ ἡ γυνή.
第27章第11节:“巡抚问他说:‘你是犹太人的王吗?’” 彼拉多问他,仿佛他是因公罪而被定罪的人,说:“你是犹太人的王吗?”他是带着嘲讽,或是带着疑惑,如此询问。但耶稣温和地暗示了肯定,作为全人类的王,说:“你说的是。”因为大祭司是像审判官一样问:“告诉我们你是不是那王”,而彼拉多则是以确认的方式问。且看对大祭司说的“你说了”是否揭露了他隐秘的迟疑,而对彼拉多说的“你说的是”是否确认了他的宣告。因为他确实是以色列的王,但没有说“是”,免得给彼拉多定罪他的合理借口。 因着他们的顽固,他甚至不对他们作声。他也很好地没有回答彼拉多,因为彼拉多怀疑他是否应当针对那些不公的控告进行辩护,并且彼拉多对这些事也心存犹豫。因为显而易见,如果他进行辩护并表明自己没有任何罪名,审判官就会找到为他做出公正裁决的途径而释放他。因此巡抚也希奇他,在能够进行许多辩护的情况下,他竟如何保持沉默。因此,巡抚仿佛想要释放他一样,促请他这样做;因为彼拉多也显然知道他是因为嫉妒才被交上来的。他不仅是希奇,而且是极度希奇;这或许是因为他面对死亡时那不变和安详的态度,以及在这些处境中他平静的面容;或者他希奇他那超乎常人的百般忍耐。 由于犹太人刚刚成为罗马人的属民,他们认为在节日里会给他们让步。扫罗向百姓妥协而宽免约拿单,也表明他们以前就有这样的惯例。但彼拉多心想,他们要么会求释放无罪的人,要么会求释放犯了无数罪行的人,便这样对他们说,仿佛他们是公义的人一样。因为他知道他们对他并没有明确的控诉实据。 在遇到非常古老的抄本时,我发现巴拉巴本人也被称为耶稣。无论如何,彼拉多那里的询问是:“你们要我给你们释放这两个人中的哪一个?耶稣·巴拉巴,还是那称为基督的耶稣?”因为,看来巴拉巴是这个强盗的父称,其意译为“教师之子”。因此,巴拉巴的名字组合起来的意思是“我们教师之子”。那么,我们应当认为这个著名的强盗是谁的教师之子呢?岂不就是那流血者、从起初就是杀人者的儿子吗?那些从他那里学会杀人的人,直到今日还更愿意选择他,而不是选择那赐人生命的我们的主耶稣基督。 在受彼拉多审判时,他向彼拉多的妻子示警,以便彼拉多因他的沉默而对其勇气感到惊愕,并因这示警而得知他所审判的不是人,乃是神。然而,彼拉多自己没有见这异梦,要么是为了不让他因这异梦而保持沉默,要么是因为他不被信任,要么是因为他不配,要么是为了让他听见妻子所受的苦之后产生同情。因为她不仅见了这个梦,而且受了许多苦,并且是在夜间,为的是显得更加可怕。此外,这异梦是神圣护理的作为,虽然没有说梦是什么,但表明它显现出来不是为了让耶稣免受苦难,而是为了让这妇人得救。而在梦中承受如此痛苦的妇人是有福的,免得她承受过度的痛苦。而如果她是曾经被彼拉多管辖、如今因着对基督的信仰而不再受制于他的教会的象征,那就更是如此了;因为这妇人是个异邦人。
- 27.11Ὅρα δὲ εἰ μὴ
带有双重否定的劝告性表达,意为“且看是否不……”。它在修辞上促使读者反思耶稣对大祭司和对彼拉多的不同回答所蕴含的神学意图。
- 27.11εἰ ἀπελογήσατο ... ἀπέλυσεν ἂν
与过去事实相反的虚拟条件句(反事实条件句),由连词 εἰ 接直说语气不定过去时(ἀπελογήσατο)构成条件从句,主句则是直说语气不定过去时(ἀπέλυσεν)加上语气词 ἄν,表明一个未曾实现的过去可能性。
- 27.11ἐχρημάτιζε
动词 χρηματίζω 表达“传达神圣警示”或“通过梦境启示”的基督教与圣经特有用法。在此,隐含的主语是基督(或神),作为对彼拉多妻子施加梦中启示的主体。
- 27.11ἀπέχουσα
动词 ἀπέχω(足额收到、承受)的现在分词阴性单数形式。在此被理解为在梦中“预先足额体验了”痛苦,用以形容因而在日后免于遭受过度痛苦(或毁灭)的妇人的有福状态。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(4 处,最近 2026-11-24)
- 2026-11-24 AI校阅 — number 1 处
- 2026-11-24 AI校阅 — patch 1 处
- 2026-11-24 AI校阅 — 译文 1 处
- 2026-09-21 AI校阅 — 注 1 处
