- 底本
- Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2042.tlg077.humanitext-grc1:21.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
针对马太福音21章33节“凶恶园户”的比喻进行了寓意解经,将葡萄园比作以色列,篱笆比作律法,压酒池比作祭坛,楼台比作锡安或天国,园户比作犹太领袖,出外远行的家主比作神的宽容,仆人则比作历代先知。
ΚΕΦ. ΚΑ΄. Στίχ. λγ΄. Ἄνθρωπος ἦν οἰκοδεσπότης, ὅστις ἐφύτευσεν ἀμπελῶνα, καὶ φραγμὸν αὐτῷ περιέθηκε, καὶ ὤρυξεν ἐν αὐτῷ ληνὸν, καὶ ᾠκοδόμησε πύργον, καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς, καὶ ἀπεδήμησε, κ. τ. λ. Ἡ παραβολὴ οἰκοδεσπότην λέγει τὸν Θεὸν καὶ πατέρα, τὸν πολλὴν πρόνοιαν ἐξ ἀρχῆς εἰς τοὺς Ἰουδαίους ἐπιδειξάμενον. Ἀμπελὼν δὲ ἁπλῶς μὲν ὁ πρῶτος λαὸς, τουτέστιν ὁ Ἰσραὴλ, φυτευθεὶς ὑπὸ τοῦ Θεοῦ ἐν τῇ γῇ τῆς ἐπαγγελίας. Φραγμὸς δὲ ὁ νόμος, οὐκ ἐῶν αὐτοὺς μιγῆναι τοῖς ἔθνεσι. Ληνὸς τὸ θυσιαστήριον, ἤτοι ὁ τόπος τῶν σπονδῶν. Πύργος ἡ Σιὼν, ἢ ὁ οὐρανός. Γεωργοὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ καὶ οἱ σοφοὶ, καὶ οἱ κατὰ καιροὺς διδάσκαλοι. Ἀπεδήμησε δὲ ὁ οἰκοδεσπότης, ὅτε οὐκέτι ἡμέρᾳ ἐν στύλῳ νεφέλης καὶ νυκτὸς αὐτοῖς ἐν στύλῳ πυρὸς ἐπιφαίνεται. Ἢ ἡ τοῦ Θεοῦ μακροθυμία, ἡ μὴ παρὰ πόδας ἀπαιτοῦσα τοὺς Ἰουδαίους τὴν τῶν πταισμάτων τιμωρίαν. Ἀπαίτησις δὲ καρπῶν ὁ ἔννομος βίος· Καιρὸς αὐτῶν ἡ προφητικὴ ἀπαίτησις· Δοῦλοι πρῶτοι καὶ δεύτεροι παθόντες ἄτοπον, οἱ κατὰ διαφόρους καιροὺς ἀποσταλέντες προφῆται, οἷς1 τὸν μὲν ἔδηραν, ὡς Μιχαίαν, πατάξαντος ἐπὶ σιαγόνα Σεδεκίου·2 τὸν δὲ ἀπέκτειναν, ὡς Ζαχαρίαν, μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου· τὸν δὲ ἐλιθοβόλησαν, ὡς Ζαριοὺ υἱὸν Ἰωδαὲ τὸν ἱερέα. Τάχα δὲ ἀμπελὼν, ἢ ἡ βασιλεία τοῦ Θεοῦ, καὶ τὰ μυστήρια αὐτοῦ ἐν νόμῳ καὶ προφήταις, καὶ τῇ ἄλλῃ φυσιολογίᾳ. Καρποὶ δὲ ὁ ἐνάρετος ἐν ἤθεσι βίος. Φραγμὸς ὁ λογικὸς τόπος, καὶ τὸ γράμμα, ὡς μὴ κατοπτεύοιτο τοῖς ἔξω τὰ κεκρυμμένα μυστήρια. Ληνὸς τὸ βάθος τῆς δεχομένης τοὺς καρποὺς τοὺς τῆς ψυχῆς, πᾶν ἐπὶ πόλεμον ἐπιβαλλούσης.3 Πύργος καὶ διῃρημένος περὶ Θεοῦ λόγος. Ναὸς μὲν ἡ τοῦ ἐν αὐτῷ θείου ναοῦ. Γεωργοὶ οἱ πρῶτοι πιστευθέντες τὰ λόγια τοῦ Θεοῦ· οἷς ἀποδημεῖ εἰς τὴν αὐτοῦ περισπεῖν, δοὺς ἀφορμὴν, ἐξ ὧν αὐτὸς ἐφύτευσε, φραγμόν τε ἔθηκεν, ὤρυξεν, ᾠκοδόμησε, τοῦ φέρειν καρπόν. Καιρὸς καρπῶν, ὃν οἶδεν οἰκοδεσπότης, τάχα οὐχ ὅτι ἐκφύειν φύλλα, ἢ κυπρίζειν, ἢ ὀμφακίζειν, ἢ τρυγᾶσθαι· οἷον οἱ τῆς νηπιότητος, ἢ τῆς συμπληρώσεως τοῦ λόγου, ἢ οἱ τῆς ἐν ἀρετῇ προκοπῆς, ἢ ἀρχῆς· οἱ δὲ τῆς ἀγάπης, καὶ χαρᾶς, καὶ εἰρήνης, καὶ τῶν λοιπῶν. Δοῦλοι οἱ προφῆται τὰ πνευματικὰ καρπώματα ἀπαιτοῦντες προσάγειν ὡς ἱερεῖς τῷ Θεῷ.
第21章第33节:“有个家主,栽了一个葡萄园,周围围上篱笆,里面挖了一个压酒池,盖了一座楼,租给园户,就往外国去了”等等。 这比喻将从起初就对犹太人展现了极大关怀的神与父称为“家主”。而“葡萄园”简单来说是指最初的子民,即被神栽植在应许之地的以色列。“篱笆”是指律法,它不允许他们与外邦人混杂。“压酒池”是指祭坛,即奠祭之地。“楼”是指锡安,或是天国。“园户”是指民间的长老、智者以及各个时代的教师。而家主“出外远行”,是指祂不再在白日以云柱、在夜间以火柱向他们显现的时候。或者,它是指神的宽容,并不立时向犹太人追讨过犯的惩罚。而“要”果子是指遵守律法的生活。“果子的季节”是指先知的要求。那些遭受了无理对待的第一批和第二批“仆人”,是指在不同时代被派遣的先知们,他们当中,有人被打了(如米雅,因西底家打他的脸),有人被杀了(如撒迦利亚,在殿和坛之间被杀),有人被用石头打死了(如祭司耶何耶大的儿子撒迦利亚)。或者,“葡萄园”也许是指神的国,以及祂在律法、先知和其他自然探索中的奥秘。而“果子”是指道德行为中的美德生活。“篱笆”是指理性领域及字句,免得外人窥探那隐藏的奥秘。“压酒池”是指接纳灵魂果实的深处,而这灵魂已将一切投入于交战之中。“楼”是指关于神而被条理分明地阐述的道理。殿则是指其内部神圣之殿的殿。而“园户”是指最先被信托神圣言的人;主向他们远行,提供了机会,使他们能从祂自己所栽植、围篱、挖掘和建造的事务中结出果子。家主所知道的“果子季节”,或许不是指长叶、开花、结生葡萄或收获;这些就像是幼年时期、话语的圆满、或是美德的进步与开端;而是指爱、喜乐、和平及其他果子的季节。“仆人”是指先知,他们作为祭司,要求将属灵的果子奉献给神。
- 21.33οἷς
关系代词与格,引导接下来的部分宾格结构 τὸν μὲν... τὸν δὲ... τὸν δὲ...,指代先行词“仆人们(先知们)”。
- 21.33πατάξαντος ἐπὶ σιαγόνα Σεδεκίου
以西底家为主语的属格绝对结构。此处的背景源自旧约中先知米雅被伪先知西底家打脸的事件(如列王纪上22:24)。
- 21.33πᾶν ἐπὶ πόλεμον ἐπιβαλλούσης
属格现在分词阴性单数 ἐπιβαλλούσῃς 修饰前方的属格名词 ψυχῆς(灵魂),表示“将一切投身于(属灵)交战中的(灵魂)”。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(4 处,最近 2026-11-24)
- 2026-11-24 AI校阅 — 译文 1 处
- 2026-09-21 AI校阅 — 原文 3 处
