← 俄利根

马太福音古注

§12.14-12.15

法利赛人的谋害阴谋与耶稣的退避

注释阐明了法利赛人谋划除灭耶稣的阴谋,以及耶稣为了抑制他们的恶念而避开,并在此期间医治众人以展现祂的全能与谦逊。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§12.14

ΚΕΦ. ΙΒ΄. Στιχ. ιδ΄. Οἱ δὲ Φαρισαῖοι συμβούλιον ἔλαβον κατ’ αὐτοῦ ἐξελθόντες, ὅπως αὐτὸν ἀπολέσωσιν. Ὅσῳ τις ἐγγίζει τῷ Ἰησοῦ, συμβούλιον οὐ λαμβάνει. Οὐ γὰρ ἐγγίζει τῷ Ἰησοῦ ἡ συμβουλὴ τῶν κακῶν. Ὅτε δέ τις τοῦ Ἰησοῦ ἔρχεται ἔξω, συμβούλιον λαμβάνει τοῦ ἀπολέσαι1 τὸ φῶς, τὴν ὁδὸν τὴν ἀγαθὴν, τὴν ζωὴν, τὸν θησαυρὸν, τὸν μαρτυρήσαντα τὴν ἀγάπην, τὴν εἰρήνην. Τοῦτον ἄν τις ἀπολέσῃ, υἱὸς ἀπωλείας καλεῖται.

第12章第14节:“法利赛人出去,商议怎样可以除灭耶稣。”人越接近耶稣,就越不怀恶意的阴谋。因为恶人的阴谋并不接近耶稣。但是,当人离开耶稣走到外面时,他便谋划要除灭那光、那善路、那生命、那珍宝、那见证了爱的一位、以及那和平。人若失去了这一位,就被称为“灭亡之子”。

§12.15

Στιχ. ιε΄. Ὁ δὲ Ἰησοῦς, γνοὺς ἀπεχώρησεν. Οὐκ ἔδει γὰρ αὐτὸν μένειν μετὰ τῶν υἱῶν τῆς ἀπωλείας. Ἐκεῖνοι ἀπώλεσαν,2 ἡμεῖς, μὴ ζητήσαντες, εὕρομεν. Εὑρέθην γὰρ, φησὶ, τοῖς ἐμὲ μὴ ζητοῦσιν· ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν. Αὐτὸς γὰρ ἦλθεν ἐπὶ τὰ πρόβατα τὰ ἀπολωλότα· αὐτοὶ δὲ ἐπελάθοντο τοῦ ἰδίου ποιμένος. Ἀναχωρεῖ, οὐ δεδιὼς τὴν ἐπιβουλὴν, ἀλλὰ τὴν κακίαν ἀναστέλλων·3 καὶ ἵνα μή τις οἰηθῇ διὰ δειλίαν αὐτὸν ἀποκεχωρηκέναι, πάντας οὖν ἐθεράπευσε, τὴν παναλκῆ αὐτοῦ ἐνδεικνύμενος δύναμιν. Πλὴν ὑποστέλλει μὴ δημοσιεύεσθαι,4 ὡς ἐπιεικὴς καὶ ἀκενόδοξος.

第15节:“耶稣知道了,就离开那里。”因为祂不应当与灭亡之子留在同处。他们失去了,我们虽然没有寻找,却寻找到了。因为祂说:“没有寻找我的,我让他们找到了;没有访问我的,我向他们显现了。”因为祂自己是来到失丧的羊群那里,他们却忘记了自己专属的牧人。祂离开,并非害怕阴谋,而是为了抑制他们的恶念;且免得有人以为祂是因为胆怯而离开,所以祂医治了所有人,展现了祂无所不能的力量。不过,祂嘱咐他们不要把祂传扬出去,因祂是温和且不求虚荣的。

语法注4 条
  1. 12.14τοῦ ἀπολέσαι

    属格不定式,用作名词 συμβούλιον(阴谋、计划)的同格或限定属格,或表示“为了除灭”的目的属格不定式。它以随后的几个宾格(τὸ φῶς 等象征基督的词)作为其宾语。

  2. 12.15ἀπώλεσαν

    以不及物或省略宾语的形式使用,指法利赛人“失去”或“企图除灭”基督。这与后文的 ἡμεῖς εὕρομεν(我们寻找到了)形成鲜明对比。

  3. 12.15ἀναστέλλων

    这是一个主格的现在活性分词,修饰主语(耶稣),意为“抑制”或“平息”他们的恶念,说明了耶稣退去时的意图。

  4. 12.15μὴ δημοσιεύεσθαι

    被动不定式,用作动词 ὑποστέλλει(此处意为“吩咐”)的宾语,表示“(嘱咐)不要被公开”。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(5 处,最近 2026-11-24)
  • 2026-11-24 AI校阅 — 注 1 处
  • 2026-11-24 AI校阅 — 译文 1 处
  • 2026-09-22 AI校阅 — 原文 1 处
  • 2026-09-21 AI校阅 — 原文 2 处
urn:cts:greekLit:tlg2042.tlg077.humanitext-grc1:12.14-12.15