- 底本
- Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2042.tlg057.humanitext-grc1:1-19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-25
第一章探讨了约伯因魔鬼阴谋而失去财产与儿女的过程及“四角”的属灵解释,第十九章则阐述了约伯在比勒达严厉言语下所展现的忍耐,并将其比作等待上帝最终公断的斗士。
ΚΕΦ. Α΄. Οἱ ἱππεῖς ἐποίησαν ἡμῖν κεφαλὰς τρεῖς καὶ ἐκύκλωσαν τὰς καμήλους. Τὰς μὲν οὖν καμήλους πεποίηκε γενέσθαι1 ὑπὸ τοὺς ἱππεῖς· τὰς ὄνους δὲ καὶ τὰ ζεύγη τῶν βοῶν ὑπὸ τοὺς αἰχμαλωτίζοντας· τὰ πρόβατα δὲ ἐμίσει· διὰ τοῦτο πῦρ ἐπ’ αὐτὰ κατήγαγεν· ἀλλὰ καὶ τοῖς υἱοῖς ἐπεβούλευε, καὶ καιρὸν ἐζήτει τοῦ αὐτοὺς ἀπολέσαι.2 Εἰ εὑρήκει3 ἀναγινώσκοντας, οὐκ ἂν ἥψατο τῆς οἰκίας, οὐδὲ τόπον εἶχε τοῦ αὐτοὺς ἀποκτεῖναι· εἰ εὑρήκει προσευχομένους, οὐδὲν ἐδύνατο ποιῆσαι κατ’ αὐτῶν· ἀλλ’ ὅτε εὗρεν εὐκαιρίαν, ἴσχυσε. Ποῖος ἦν ὁ καιρός; μέθη ἦν, συμπόσιον ἦν. Τῷ δὲ τῶν γωνιῶν ἅψασθαι τὸ πνεῦμα,4 ἐπίστησον, ὅτι ἐν ταῖς τῶν γωνιῶν πλατείαις οἱ ὑποκριταὶ ἑστῶτες προσεύχονται· πᾶς δὲ ὁ μὴ ἐπιβεβηκὼς εὐθείας ὁδοῦ ταῖς γωνίαις κέχρηται· πλατεῖα δὲ γωνία ἐστὶν ἡ πολλὴ καὶ ἀνειμένη κακία.
第一章 骑兵们为我们分成了三队,并包围了骆驼。他使骆驼归于骑兵的支配之下,而将母驴和成对的牛归于掠夺者的支配之下;但他憎恨羊群,因此降火于它们。不仅如此,他还对儿子们设下阴谋,寻找机会要毁灭他们。如果他发现他们正在阅读圣书,他就不会触动那房屋,也没有机会杀害他们;如果他发现他们正在祷告,他将无法对他们做任何事。但当他找到机会时,他就得逞了。那是什么样的机会呢?是泥醉,是宴乐。至于风触及四角,请注意,伪善者们正站在街角上祷告;凡是不走正直之路的人,都利用这些街角。而宽阔的街角,就是那繁多且放纵的恶德。
ΚΕΦ. ΙΘ΄. Ἕως τίνος ἔγκοπον ποιήσετε ψυχήν μου; Ὥσπερ σώματα βαρέα ἐπιτιθέμενα ζώων σώμασι κάμνειν ποιεῖ τὰ βαστάζοντα· οὕτως εἰσί τινες λόγοι βαρεῖς, οὓς ἀκούσας τις, κάμνει ὡς ὑπὸ βάρους πιεζόμενος τῆς δυνάμεως τῶν λόγων, τῶν ὀνειδιστικῶς καὶ χαλεπῶς, ἢ ἐπὶ λοιδορίαις εἰρημένων· ὡς καὶ νῦν τῶν ὑπὸ Βαλδὰδ εἰρημένων, οἱονεὶ φορτίου αἰσθανθεὶς βαρέος ὁ Ἰὼβ, καμὼν τῇ ψυχῇ φησιν· «Ἕως τίνος ἔγκοπον ποιήσετε τὴν ψυχήν μου, » καὶ ὡσεὶ φορτίον βαρὺ βαρυνεῖτε κατ’ ἐμοῦ τοὺς λόγους; Ὁρᾷς, ὅτι τυραννικοί εἰσιν οἱ τοῦ Σαυχαίων τυράννου λόγοι, οὓς ἀκούσας ὁ Ἰὼβ, λέγει τὰ προκείμενα. Οὐχ οὕτως γὰρ καθικνεῖται ψυχῆς ἀνθρώπου ἄλλο τι. ὡς λόγος σκληρός· πολλάκις γάρ τις ὑπομείνας βασάνους σώματι προσφερομένας, λόγους οὐχ ὑπέμεινεν. Ὁ μέντοιγε τέλειος ἀθλητὴς. εἰ καὶ κάμνων, ἀλλ’ ὑπομένει τοὺς χαλεποὺς λόγους· ὕβριν γὰρ ὑπομένειν, μεγάλου ἀνδρός ἐστι· διόπερ ἐν τοῖς ἀνδραγαθήμασιν ἑαυτοῦ ὁ Ἀπόστολος λέγει· « Λοιδορούμενοι εὐλογοῦμεν· βλασφημούμενοι παρακαλοῦμεν. » Καὶ νῦν δὲ ὁ Ἰώβ ἐστιν, ὁ τῶν ἀθλητῶν γενναιότατος. ὁ ταῦτα λέγων· οὗ καὶ τὸ βιβλίον οὐδὲν ἄλλο ἐξαιρέτως περιέχει ἢ τὴν ἀνδρείαν αὐτοῦ καὶ τὴν ὑπομονήν· ἀλλ’ ὅμως αἰσθάνεται τῶν καμάτων ὧν κεκμήκει ἀπὸ τοῦ λόγου τοῦ σκληροῦ τῶν ἐληλυθότων αὐτὸν ἐπισκοπῆσαι.5 Καὶ ἐπειδὴ ἡ τοῦ λόγου βαρύτης, ὥσπερ τι φορτίον ἐπιτιθέμενον τῇ ψυχῇ, κάμνειν αὐτὴν παρασκευάζει, διὰ τοῦτό φησιν· Ἀνθ’ ὅτου, ὦ φίλοι, ταῖς τοῦ σώματος ἀλγηδόσι προστίθετε τὸν τῆς ψυχῆς πόνον, μᾶλλον κεντοῦντες τοῖς ῥήμασιν ἢ τὰ πάθη τὸ σῶμα; Καταλαλεῖτέ μου. Πολλάκις καταλαλεῖ τις κακῶς ποιῶν· ὅταν δὲ ἀπερυθριάσῃ, εἰς πρόσωπον λέγει ἐκείνου, οὐκ ἐλέγχων, οὐδὲ τἀληθῆ λέγων, ἀλλ’ ὀνειδίζων καὶ ὑβρίζων. Κεκράξομαι, καὶ οὐδαμοῦ κρῖμα. Νῦν ἐὰν κράξω, οὐδαμοῦ τὸ κρῖμά μου ἔρχεται· ἔτι ἀθλῶ. Ὡσεὶ ἔλεγεν· Ὥς τις ἀθλητὴς ἐν σταδίῳ κέκραγα, καὶ οὐδαμοῦ τὸ κρῖμά μου ἐπανίσταται· ἔτι γὰρ παλαίω. Ἐὰν μὴ τελέσω τὸ πάλαισμα, οὐκ ἔρχεται τὸ κρῖμα τοῦ στεφάνου. Καὶ ταῦτά φαμεν, ἵνα μὴ κατηγορῶμεν τοῦ Θεοῦ, ὅτι τοσαῦτα πάσχει ὁ Ἰὼβ, καὶ οὐδαμοῦ τὸ κρῖμα, τουτέστιν ἡ ἀπόφασις τῆς ἐλευθερίας, καὶ τῆς τῶν δεινῶν ἀπαλλαγῆς.
第十九章 你们使我的灵魂受苦要到几时呢?正如放在动物身上的沉重负担使运载者劳累,同样也有一些沉重的言语,人听了之后,会感到疲惫,仿佛被那些充满指责、严厉或侮辱的言语的力量所压碎。现在对于比勒达所说的话也是如此,约伯仿佛感到了沉重的负担,在灵魂疲惫中说道:“你们使我的灵魂受苦要到几时呢?”并且像沉重的负担一样,针对我加重你们的言语。你看到了,书亚人统治者的言语是残暴的,约伯听了之后说了这些话。因为没有任何其他东西能像严厉的言语那样触及人的灵魂;因为很多时候,一个能忍受肉体拷问的人,却无法忍受言语。然而,完美的斗士即使感到疲惫,也仍然忍受着严厉的言语;因为忍受侮辱是伟大人物的特征。因此,使徒在叙述自己的英勇事迹时说:“被人咒骂,我们就祝福;被人毁谤,我们就劝导。”而现在说话的约伯,正是斗士中最崇高的一位;他的书除了他的勇气和忍耐之外,别无其他特殊内容。然而,他仍然感受到了由于那些来探望他的人的严厉言语而带来的疲惫。既然言语的沉重如同放在灵魂上的负担,使其感到疲惫,因此他说:朋友们,你们为何在肉体的痛苦之外,又加上灵魂的忧伤,用言语刺痛灵魂,甚于病痛刺痛肉体? 你们毁谤我。很多时候,人做着恶事却还要毁谤别人;而当他厚颜无耻时,就会当面说出来,不是为了指正,也不是说真话,而是为了责备和侮辱。 我呼求,却无处有公断。现在如果我呼求,我的公断无处可寻;我仍在战斗。这正像他所说的那样:如同竞技场上的斗士,我呼求了,却无处出现我的公断,因为我还在格斗。如果我不完成格斗,冠冕的公断就不会到来。我们说这些,是为了不让我们指责神,因为约伯受了这么多苦,却无处有公断,也就是说,没有释放和免除灾难的裁决。
- 1πεποίηκε γενέσθαι
动词 ποιέω 结合不定式表示使役(使……成为)。语境中未表达的主语是考验约伯的魔鬼。随后的介词短语 ὑπὸ τοὺς ἱππεῖς(ὑπό + 宾格)表示进入骑兵的支配之下。
- 1τοῦ αὐτοὺς ἀπολέσαι
带属格冠词 τοῦ 的不定式,修饰名词 καιρόν(机会),表示目的或内容(“毁灭他们的机会”)。
- 1Εἰ εὑρήκει
过去虚拟条件句,条件从句使用过去完成时直陈语气(εὑρήκει),结论从句使用带 ἄν 的不定过去时直陈语气(ἥψατο)。在后半部分 οὐδὲ τόπον εἶχε(未完成过去时直陈语气)中,ἄν 被省略(或共用),以生动地呈现结果。
- 1Τῷ δὲ τῶν γωνιῶν ἅψασθαι τὸ πνεῦμα
不带介词的与格冠词不定式短语。它以宾格 τὸ πνεῦμα 为其主语,以属格 τῶν γωνιῶν 为其宾语,整体构成表示手段或相关的与格(“关于风触及四隅”)。
- 19τῶν ἐληλυθότων αὐτὸν ἐπισκοπῆσαι
属格分词 τῶν ἐληλυθότων(来访者)伴随表示目的的不定式 ἐπισκοπῆσαι(探望/视察)。αὐτόν 是该不定式的宾格宾语。整个短语修饰前面的 τοῦ λόγου τοῦ σκληροῦ(“来探望他的人的严厉言语”)。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(2 处,最近 2026-09-22)
- 2026-09-22 AI校阅 — 原文 1 处
- 2026-07-23 读者报告(校订者修正) — 原文 1 处
