← 俄利根

申命记选集

§1-9

摩西的继承与律法的属灵阐释

本章节对《申命记》中的多处经文进行了解释,讨论了摩西到约书亚的领导权更迭、产业分配的属灵意义、西奈山神之声音的超自然本质、摩西坟墓被隐藏的原因,以及“为奴之家”与“人数稀少”的奥秘。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1

Ἐλάλησε Μωϋσῆς πρὸς πάντας υἱοὑς Ἰσραήλ κατὰ πάντα ὅσα ἐνετείλατο Κύριος αὐτῷ. Ἐπειδὴ ὁ μὲν Θεὸς τὴν δύναμιν ἀπεκάλυπτεν· ὁ δὲ προφήτης τῇ ἑαυτοῦ γλώσσῃ ἐκέχρητο πρὸς παράστασιν τῶν δεδηλωμένων. Κίνησις οὖν λέγεται ἡ προφητικὴ φωνὴ,1 οἷα παριστῶσα τὰ ὑπὸ Θεοῦ εἰρημένα.

摩西照着主所吩咐他的一切,对以色列的众人说话。因为一方面神启示了能力,另一方面先知用他自己的舌头来表明所显示的事。因此,先知的声音被称为一种“运动”,因为它表现了神所说的话。

§2

Καὶ εἶπα πρὸς ὑμᾶς ἐν τῷ καιρῷ ἐκείνῳ. Οὐχ ἀπλῶς ὁ Μωῦσῆς φησιν, « εἶπον ὑμῖν» ἀλλʼ ἐπειδὴ ἔμελλεν αὐτοῦ ἀναχωρήσαντος διαδέχεσθαι αὐτὸν Ἰησοῦς ὁ τοῦ Ναυῆ, οὐκ ἄτοπόν φησι τὸ πρᾶγμα, ἀλλὰ καὶ ἑπόμενον. Προλαβὼν γὰρ, φησὶ, παρεκάλεσα, καὶ, ὡς ἐπενεύσατε, ἐπέστησα κριτάς· ὥστε καὶ τῷ κατὰ προφητικὴν χάριν καὶ ὁδηγητικὴν διαδεχομένῳ με Ἰησοῦ τῷ τοῦ Ναυῆ πείθεσθε.2

“那时我对你们说。”摩西并不只是说“我对你们说”,而是因为在他离去之后,嫩的儿子约书亚将接替他,他说这件事情并非不合常理,而是顺理成章的。因为他说:“我已预先劝勉,并且正如你们同意的那样,我设立了审判官;因此,你们也要顺从那按着预言和引导的恩典接替我的、嫩的儿子约书亚。”

§3

Οὐ δυνήσομαι μόνος φέρειν ὑμᾶς. Καὶ τῶν προδευτάς.3

“我独自一人无法担当你们。”以及关于引导者们。

§4

Ἔδωκα τῷ Ῥουβὶμ καὶ τῷ Γάδ. Οἱ ὑποδεέστεροι τάχιον ἐν τῇ ἐπαγγελίᾳ γίνονται· οἱ δὲ ἐπιεικέστεροι βράδιον ἀπολαμβάνουσιν. Οἱ μὲν γὰρ ὑπὸ Μωῦσέως πρῶτοι εἰλήφασι τὴν κληρονομίαν· οἱ δὲ ὑπὸ τοῦ Ἰησοῦ ὕστερον. Ἀλλὰ καὶ περὶ πάντων δικαίων λέγεται, οὐ τῶν τυχόντων· ὡς γὰρ ὁ Ἀπόστολός φησιν· « Οὗτοι πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν, τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσιν. »

“我给了流便和迦得。”较低微的人更快地进入应许,而较优秀的人则较慢得到。因为在摩西手下的人首先得到了产业,而在约书亚手下的人则在后。但这不仅是对普通人,也是对所有义人说的;正如使徒所说:“这些人都是因信得了美好的证据,却仍未得着所应许的;因为神给我们预备了更美的事,免得他们若不与我们同得,就不能完全。”

§5

Φωνὴν ῥημάτων ἣν ὑμεῖς ἠκούσατε, καὶ τὰ ἑξῆς. Οὐχ ὅτι ὁρατὴ ἡ φωνὴ, οὐδʼ ὅτι φύσει φωνὴν ἔχει ὁ Θεός· τοῦτο γὰρ καὶ συνθέτου φύσεως ἂν εἴη·4 ἀλλʼ ἐπειδὴ καὶ αἱ σάλπιγγες, καὶ αἱ φωναὶ, ὡς αὐτὸς οἶδεν ὁ Θεὸς, ἐπετελοῦντο ἐκ τῆς τῶν ὁρωμένων συνεχείας δημιουργούμεναι στοιχείων· τοῦ πυρὸς λέγω καὶ τοῦ γνόφου· ὥστε καὶ ἀκούεται φωνὴ, καὶ οὐχ ὁρᾶται· ἀλλʼ οὗν ἐπὶ τῶν τοῦ Θεοῦ θαυμάτων καὶ ἡ φωνὴ ὁρᾶται.

“你们所听见言语的声音,”等等。这并不是因为声音是看得见的,也不是因为神在本性上拥有声音;因为这将属于复合的本性。而是因为,正如神自己所知道的,号角和声音都是从可见元素的连续体中——我是指火和幽暗——被创造和产生的。因此,声音被听见而看不见;然而,在神的奇迹中,连声音也是看得见的。

§6

Καὶ ὤμοσεν ἴνα μὴ διαβῶτὸν Ἰορδάνηντοῦτον. Μωῦσῆς, μὴ δοξάσας τὸν Θεὸν ἐπὶ τοῦ λαοῦ, ἐκωλύθη παρελθεῖν μετʼ αὐτῶν, ἵνα μὴ ὅν ἐτίμων ζῶντα, ἐν θεῶν θεραπείαις τιμήσωσιν ἀπελθόντα. Διὸ δὴ καὶ ἀποθανόντος ἀφανῆ τὸν τάφον ἐποίησεν.

“他又起誓,不容我过这约旦河。”摩西因未在百姓面前荣耀神,被阻止与他们一同过去,免得他们在他离世后,像崇拜神明一样崇拜这位在生前备受他们尊敬的人。正因如此,当他去世时,神使他的坟墓不为人知。

§7

Διαμαρτύρομαι ὑμῖν σήμερον τόν τε οὐρανὸν καὶ τὴν γῆν. Ὁ Θεὸς τοὺς αὐτὸν προσκυνοῦντας οὐ συγχωρῶν δαίμοσι συνάπτεσθαι, ἀλλὰ τοὺς ἅπαξ αὐτὸν ἐγνωκότας ἐκτὸς εἶναι κελεύων τῆς πρὸς ἐκείνους διαθέσεως, καὶ παραζηλῶν ἐν τῇ ἀποστασίᾳ τῶν λαῶν, τὰς μελλούσας αὐτοῖς προλέγει τιμωρίας διὰ τὴν πονηρίαν τῶν ἐπιτηδευμάτων αὐτῶν.

“我今日呼天唤地向你们作证。”神不容许敬拜祂的人与鬼魔联合,而是命令那些一旦认识祂的人,要远离对那些鬼魔的任何依附,并在百姓背叛时激起愤恨,因他们行为的邪恶,预言了他们将要面临的惩罚。

§8

Ἐξ οἴκου δουλείας. Καὶ γὰρ ἀληθῶς τὰ σωματικὰ πράγματα καὶ ὑλικὰ, οἶκός ἐστι δουλείας, ὥσπερ ἐκ τῶν ἐναντίων οἶκός ἐστιν ἐλευθερίας.

“从为奴之家。”因为事实上,肉体和物质的事物正是为奴之家,正相反,[属灵的事物]则是自由之家。

§9

Ὑμεῖς γάρ ἐστε ὀλιγοστοὶ παρὰ πάντα τὰ ἔθνη. Καλῶς τοῖς ἀπὸ τῆς μερίδος εἴρηται· « Ὀλι γοστοί ἐστε παρὰ πάντα τὰ ἔθνη. » Συγγενῶς τε τὸ, « Ὀλίγοι οἱ σωζόμενοι, » καὶ τὸ, « Ἀγωνίζεσθε εἰσελθεῖν διὰ τῆς στενῆς πύλης. »

“因为你们在万民中人数是最少的。”对那些属于分的人很好地说道:“你们在万民中人数是最少的。”这与“得救的人少”以及“你们要努力进窄门”也是紧密相关的。

语法注4 条
  1. 1Κίνησις οὖν λέγεται ἡ προφητικὴ φωνὴ

    “先知的声音”(ἡ προφητικὴ φωνὴ)是主格主语,而“运动”(κίνησις)则是与被动动词“λέγεται”(被称为)连用的谓语主格。

  2. 2τῷ κατὰ προφητικὴν χάριν καὶ ὁδηγητικὴν διαδεχομένῳ με Ἰησοῦ τῷ τοῦ Ναυῆ πείθεσθε

    命令式动词“πείθεσθε”(顺从)支配与格。此处,分词和形容词修饰语以复杂的语序(超前排置/倒装)包围着名词短语“Ἰησοῦ τῷ τοῦ Ναυῆ”(嫩的儿子约书亚),所有成分在与格上保持一致。

  3. 3Καὶ τῶν προδευτάς

    属格冠词“τῶν”与第一变格名词“προδευτής”(先驱、领导者)的宾格复数形式“προδευτάς”组合在一起。这很可能是抄本上的讹误或省略导致的语法不一致(本应为属格“προδευτῶν”)。译文依大意处理为“关于领导者们”。

  4. 5συνθέτου φύσεως ἂν εἴη

    这是使用助词“ἄν”与祈愿式“εἴη”构成的潜在祈愿式结构,表示如果假定神在本性上拥有声音,将会导致的假设性后果(“将会属于……”)。“συνθέτου φύσεως”是表示特征的属格(描写属格)。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)urn:cts:greekLit:tlg2042.tlg053.humanitext-grc1:1-9