← 俄利根

利未记选集

§9-17

祭司洁净条例与动物分类的灵意解释

本章节涉及祭司的洁净条例、可食走兽的分类(分蹄与反刍)以及皮肤疤痕的规定,并对这些律法进行了寓意解经,以阐明其道德和属灵的教训。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9

Πᾶς ὃς ἐὰν ἅψηται αὐτῶν ἁγιασθήσεται.1 Τινὲς τὸ « ἁγιασθήσεται, » μολυνθήσεται, φασὶν, οὐ διὰ τὴν θυσίαν, οἶμαι, ἀλλὰ διὰ τὸ τολμηρὸν αὐτοῦ ἁπτομένου. Ἀγγαῖος γάρ φησιν· « Ὅς ἂν ἅψηται, μιανθήσεται. »

“凡触这些物的都必成圣。” 我想,有些人说“都必成圣”意思是“都必被污秽”,这不是因为祭物,而是因为那触碰者的鲁莽。因为哈该说:“凡触碰的必被污秽。”

§10

Τοῦ αὐτοῦ. Λέγομεν ὡς διατροφῆς ἀφορμὴ μᾶλλον τοῖς ἱερεῦσιν ἦσαν αἱ θυσίαι καὶ σκιὰ τῆς εὐσεβείας. Διπλοῦν δέ ἐστι τὸ κέρδος τὸ ἀπὸ τοῦ θύειν· καὶ ὅτι Θεῷ προσάγεται τιμὴ, καὶ ὅτι ἃ θύει τις οὐκ ἂν προσκυνήσειεν, οὐδὲ ἂν οἰηθείη Θεὸν εἶναι.

同上。我们说,献祭更多的是祭司们生活的来源,也是虔敬的影子。而献祭所带来的益处是双重的:一是因为尊荣被归于神,二是因为凡人所献祭的,他绝不会去拜它,也不会认为它是神。

§11

Καὶ οὐ μὴ ἀποθάνητε. Θάνατον ὁ λόγος ἔοικεν ἀπειλεῖν ἱερεῦσιν, οἶνον καὶ σίκερα πίνουσιν, ἡνίκα ἂν εἰς τὴν σκηνὴν εἰσπορεύωνται. Δεῖ γὰρ τοὺς ὑπὲρ τοῦ λαοῦ εὐχομένους ἐπισκόπους ἀποστρέφεσθαι ἀπὸ μέθης, οὐ μόνον τῆς ἀπὸ οἴνου, ἀλλὰ καὶ τῆς τῶν πραγμάτων,2 καὶ διαλογισμῶν ἀνθρωπίνων. Οὐχ ὡς ἄτοπον δὲ ἀπαγορεύει τοῦτο, ἀλλ’ ὅτι ᾔδει τὸ ἀκρατὲς τῶν Ἰσραηλιτῶν, ὅτι ὁπόταν ἅψοιντο, εἰς ἀμετρίαν ἐχώρουν. Ἵν᾿ ὅτε εἰς τὰ ἅγια εἰσπορεύονται, νηφάλιον τὸ τῆς ψυχῆς ἀκριβὲς ἔχωσι, καὶ λεπτὸν τοῦ Θεοῦ μνημόσυνον.

“免得你们死亡。”这话似乎是对那些在进会幕时喝清酒和浓酒的祭司发出死亡的警告。因为替百姓祈祷的监督应当远离醉酒,不仅是因酒而醉,而且也是因世俗事务和属人的思虑而醉。神禁止此事,并非因为这在本质上荒谬,而是因为祂知道以色列人的放纵,一旦触及便会走向无度;以便在他们进入圣所时,能保持灵魂清醒的敏锐,并对神怀有微细的纪念。

§12

Διὰ τί οὐκ ἐφάγετε τὸ περὶ τῆς ἁμαρτίας ἐν τόπῳ ἁγίῳ; Δείκνυσι δὲ ὅτι μὴ τῶν ἱερέων ἐσθιόντων, ἀτέλεστος ἡ θυσία, καὶ ἡ ἁμαρτία μένει· ἐχρῆν γὰρ καὶ ἐκ τοῦ αἵματος εἰσενεχθῆναι, καὶ αὐτοὺς φαγεῖν.

“你们为何没有在圣所吃这赎罪祭呢?”这表明,如果祭司不吃,祭礼就不完全,罪就依然存留;因为本应既将血带入,他们自己也应当吃。

§13

Εἰ σήμερον προσαγηόχασι τὰ περὶ τῆς. ἁμαρτίας αὐτῶν. Ἐπεὶ συνέβη, φησὶ, τοῖς περὶ Ναδὰβ καὶ Ἀβιοὺδ προσκρούσασι τῷ Θεῷ ἀποθανεῖν, ὅτε καιρὸς ἦν φαγεῖν αὐτοὺς τὸ περὶ ἁμαρτίας τοῦ λαοῦ τοῦ ἀφεθῆναι ἃ ἥμαρτε, πῶς οἱ ἐν ἁμαρτίαις ἡμεῖς3 σήμερον ἐλεγχθέντες διὰ τοῦ φαγεῖν τὴν ἄφεσιν προξενήσομεν; Χρὴ γὰρ τὸν ἱερέα πρότερον περὶ αὑτοῦ ἐξιλάσασθαι.

“今日,他们若献了赎罪祭……”他说,既然拿答和亚比户因得罪神而死的事已经发生,而当时正是他们应当吃百姓的赎罪祭以使百姓所犯的罪得赦免的时候,我们今天既然在罪中被指责,又怎能通过吃来带来赦免呢?因为祭司必须先为自己赎罪。

§14

Ταῦτα τὰ κτήνη ἃ φάγεσθε. Θηρία μὲν οὖν οὐδαμῶς ἐστι καθαρά· πάντα γὰρ ἀκάθαρτα κατὰ τὸν εἰπόντα νόμον· « Πᾶν ὃ ἐὰν πορεύηται ἐπὶ χειρῶν αὐτοῦ ἐν πᾶσι τοῖς θηρίοις, ἀκάθαρτα ἔσται ὑμῖν. » Εἴη δ’ ἂν γενικῶς θηρία πάντες οἱ ὠμότατοι τῶν ἀνθρώπων, περὶ ὡν φησιν ὁ Προφήτης· « Ἐν τῷ ἐγγίζειν ἐπ’ ἐμὲ κακιῶντας τοῦ φαγεῖν τὰς σάρκας μου·» καὶ τὰ ἑξῆς.

“这是你们可吃的走兽。”因此野兽绝不是洁净的;因为根据那说道“在一切野兽中,用爪行走的,对你们都是不洁净的”律法,一切都是不洁净的。从比喻上说,野兽应该是所有最残忍的人,正如先知关于他们所说:“那作恶的靠近我,要吃我肉的时候”等等。

§15

Πᾶν κτῆνος διχηλοῦν ὁπλήν. Δικηλῆ4 τὸν εὐσεβῶς ἐν τῷ αἰῶνι τούτῳ πολιτευόμενον καὶ διὰ τὸν μέλλοντα αἰῶνα ἐπ’ ἐκεῖνον σπεύδοντα· πρὸς δὲ τὸ διχηλεῖν καὶ ὀνυχιστῆρας ὀνυχίζειν περιαιρούμενον τὰ περιττὰ καὶ νεκρὰ, ἀπὸ τῶν χειρῶν, τοῦτ’ ἔστι πράξεων· καὶ ποδῶν, τουτέστι τῆς πορείας. Πρὸς τούτοις καὶ ἀνὰ μηρυκισμὸν οὐκ ἀποτιθέμενον μόνον τὴν πνευματικὴν τροφὴν, ἀλλὰ καὶ ἀναμιμνησκόμενον καὶ συνεχῶς αὐτὴν μελετῶντα.

“凡分蹄的走兽。”“分蹄”是指在今世虔敬生活、并为了来世而向着它奔跑的人;而在分蹄之外,“有分蹄之趾”是指从自己的手(即行为)和脚(即行径)中除去多余和死寂之物的人。此外,“倒嚼”是指不仅储存属灵的粮食,而且还回忆并不断默想它的人。

§16

Οὗτος ὁ νόμος περὶ τῶν κτηνῶν καὶ τῶν πετεινῶν καὶ πάσης ψυχῆς. Πολὺν ποιεῖται λόγον περὶ καθαροῦ καὶ ἀκαθάρτου· πρῶτον ἁγίαν εἶναι τὴν ψυχὴν ἐκπαιδεύει. Εἰ γὰρ τὸ φυσικὸν τοιοῦτον οἷον ἐκ προστάγματος Θεοῦ γέγονεν, ἀκάθαρτον, πόσῳ μᾶλλον τὸ ἀπὸ μοχθηρᾶς προαιρέσεως, καὶ οὐκ ἐκ προστάγματος Θεοῦ γεγονός; Εἰ τὸ οὗ Θεὸς ποιητὴς ἀκάθαρτον εἶναι νομίζοι τις, πόσῳ μᾶλλον τὸ ἐναντίως ἔχον πρὸς τὸ τοῦ Θεοῦ βούλημα, καὶ ποιοῦν ὅπερ ἀπηγόρευσεν;

“这是关于走兽、飞鸟和各样活物的条例。”这里花了很大篇幅讲洁净与不洁净;首先是教育灵魂要保持圣洁。因为如果那依神命令而生的自然之物都算作“不洁净”,那么由邪恶选择所生、并非依神命令而生的事物,岂不更是如此?如果有人认为神作为创造主所造之物是不洁净的,那么那与神的旨意相反、行神所禁止之事的事物,岂不更是如此?

§17

Ἀνθρώπῳ ἐάν τινι γένηται ἐν δέρματι χρωτὸς αὐτοῦ οὐλή. Ἀνάγεται ταῦτα ἐπί τινας μώμους τῆς ψυχῆς. Καὶ ὥσπερ ἐπὶ τῶν τοῦ σώματος τραυμάτων μετὰ τὴν θεραπείαν ἔσθ’ ὅτε ἴχνος τοῦ πεπονθέναι τοὺς τόπους καταλείπεται ἐν τῇ καλουμένῃ οὐλῇ· τὸν αὐτὸν τρόπον ἡ λαβοῦσα τραῦμα ἁμαρτίας ψυχὴ, κἂν τύχῃ θεραπείας, οἱονεὶ οὐλὴν ἐνίοτε ἔχει καταλειπομένην. Δεῖ δὲ καὶ τὸν τρόπον τοῦ ἀπ’ αὐτῆς καθαρισμοῦ ἢ οὐ καθαρισμοῦ ἐξεπίστασθαι.

“若有人皮肤上长了疤痕。”这些被归指为灵魂的某些瑕疵。正如身体受创,在治疗后有时会在受创部位留下被称为“疤痕”的痕迹;同样地,受了罪之创伤的灵魂,即使得到了医治,有时也会留下如疤痕般的东西。而且,人们还必须彻底了解从中得到洁净或不洁净的方式。

语法注4 条
  1. 9ἁγιασθήσεται

    关于七十士译本《利未记》6:27(6:18)中出现的“必成圣”这一表述,部分诠释者将其等同于“必被污秽”(μιανθήσεται/μολυνθήσεται)。作者对此进行调和,认为这种污秽源于不逊触摸行为本身,并引用《哈该书》2:12-13作为依据。

  2. 11ἀποστρέφεσθαι ἀπὸ μέθης, οὐ μόνον τῆς ἀπὸ οἴνου, ἀλλὰ καὶ τῆς τῶν πραγμάτων

    修饰“醉酒”(μέθης)的有并列的属格短语“因酒而醉”(τῆς ἀπὸ οἴνου)和“因世俗事务而醉”(τῆς τῶν πραγμάτων)。后者中的“事务”(πραγμάτων)在与“酒”的对比中,指代使灵魂浑浊的世俗烦杂事务。

  3. 13πῶς οἱ ἐν ἁμαρτίαις ἡμεῖς

    整个句子的骨架是一个反问句,由 πῶς(如何)和第一人称复数将来时动词 προξενήσομεν(我们怎能带来,暗指不能)构成。分词 ἐλεγχθέντες(被指责)修饰主语 ἡμεῖς。

  4. 15Δικηλῆ

    承接前文的“分蹄的”(διχηλοῦν),作为宾格引入寓意性解释。整句话省略了主动词,作为定义句发挥功能,即:“‘分蹄’是指……的人”。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(6 处,最近 2026-09-22)
  • 2026-09-22 AI校阅 — 原文 3 处
  • 2026-09-21 AI校阅 — 原文 3 处
urn:cts:greekLit:tlg2042.tlg051.humanitext-grc1:9-17