← 俄利根

致阿非利加努斯书信

§1.14-1.16

辩驳被掳时期犹太人的自治与司法权

奥利金驳斥了阿非利加努斯对《苏珊娜传》中双关语的质疑,以及对捕囚时期犹太人司法权和财富(如约阿希姆的庭园)的怀疑。他引用《多比传》、《尼希米记》等圣经文献以及罗马统治下犹太人的自治实际来进行辩驳。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.12

Καὶ τοῦτο δὲ μικροῦ δεῖν1 ἔλαθέ με, ἀναγκαῖον παρατεθῆναι περὶ τοῦ πρῖνον-πρίσειν καὶ σχῖνον-σχίσειν· ὅτι καὶ ἐν ταῖς ἡμετέραις Γραφαῖς κεῖνταί τινες οἱονεὶ ἐτυμολογίαι αἵτινες παρὰ μὲν Ἑβραίοις οἰκείως ἔχουσι, παρὰ δὲ ἡμῖν οὐχ ὁμοίως. Οὐδὲν οὖν θαυμαστόν, ᾠκονομηκέναι τοὺς ἑρμηνεύσαντας τὰ περὶ τὴν Σωσάνναν ἀνευρεῖν ἤτοι σύμφωνον τῷ Ἑβραϊκῷ, οὐ γὰρ πείθομαι, ἢ ἀνάλογον τῷ συμφωνοῦντι τῷ Ἑβραϊκῷ ὀνομά τι παρώνυμον. Πῶς δὲ ἐν τῇ ἡμετέρᾳ Γραφῇ κεῖται τὸ τοιοῦτον, παραστήσομεν. Φησὶν ὁ Ἀδὰμ ἐπὶ τῇ γυναικὶ οἰκοδομηθείσῃ ὑπὸ τοῦ Θεοῦ ἐκ τῆς πλευρᾶς τοῦ ἀνδρός· « Αὕτη κληθήσεται γυνὴ, ὅτι ἐκ τοῦ ἀνδρὸς αὐτῆς ἐλήφθη. » Φασὶ δὲ οἱ Ἑβραῖοι « ἐσσὰ » μὲν καλεῖσθαι τὴν γυναῖκα· δηλοῦσθαι δὲ ἀπὸ τῆς λέξεως τὸ « ἔλαβον, » ὡς δῆλον ἐκ τοῦ· « Χῶς ἰσουὼθ ἐσσά, » ὅπερ ἑρμηνεύεται· « Ποτήριον σωτηρίου λήψομαι· » « ἴς » δὲ τὸν ἄνδρα, ὡς φανερὸν ἐκ τοῦ· « Ἑσρὴ ἄϊς, » ὅπερ ἐστί· « Μακάριος ἀνήρ. » Κατὰ μὲν οὖν Ἑβραίους ἴς καὶ ἐσσὰ ἀνδρὸς, ὅτι ἀπὸ ἴς ἀνδρὸς αὐτῆς ἐλήφθη αὕτη. Οὐδὲν οὖν θαυμαστὸν ἑρμηνεύσαντάς τινας τὸ περὶ Σωσάννης Ἑβραϊκὸν, ἐν ἀποῤῥήτοις, ὡς εἰκὸς, πάλαι παρ’ αὐτοῖς κείμενον, καὶ παρὰ τοῖς φιλομαθεστέροις καὶ φιλαληθεστέροις σωζόμενον, ἤτοι κυρίως ἐκδεδωκέναι τὰ τῆς λέξεως, ἢ εὑρηκέναι τὸ ἀνάλογον τοῖς κατὰ τὸ Ἑβραϊκὸν παρωνύμοις, ἵνα δυνηθῶμεν οἱ Ἕλληνες αὐτοῖς παρακολουθῆσαι. Καὶ γὰρ ἐπ’ ἄλλων πολλῶν ἔστιν εὑρεῖν οἰκονομικῶς τινα ὑπὸ τῶν ἑρμηνευσάντων ἐκδεδομένα· ἅπερ ἡμεῖς τετηρήκαμεν συνεξετάζοντες πάσας τὰς ἐκδόσεις ἀλλήλαις.

而这件事也几乎被我漏掉了,那就是有必要把关于冬青树与锯开、乳香黄连木与劈开的对应关系一并列出。因为在我们自己的圣经中,也存在着某种类似语源学的对应关系,这些关系一方面在希伯来人那里是恰切的,另一方面在我们这里却并非如此。因此,翻译苏珊娜故事的人设法找到某个派生的名称,或是与希伯来语相符的——对此我并不确信——或是与希伯来语中相符者相类比的,这并不足为奇。我们将说明这类情况在我们的圣经中是如何存在的。亚当论到神用男人的肋骨所造的女人时说:“这人要称为女人,因为她是从她的男人身上取出来的。”希伯来人说,女人被称为“埃萨”,而这个词表示“我取了”,这从“霍斯·伊苏奥特·埃萨”可以清楚看出,其意为“我要取救恩的杯”;而男人称为“伊斯”,这从“埃斯雷·阿伊斯”可以看出,意思是“有福的男人”。所以按照希伯来人的说法,是男人的“伊斯”和“埃萨”,因为她是从她的男人“伊斯”身上取出来的。所以,有些人翻译了关于苏珊娜的希伯来语〔文本〕——这文本很可能自古以来就在他们中间的秘藏之物里,并在那些更好学、更爱真理的人中间得以保存——他们或是按本义译出了其措辞,或是找到了与希伯来语中派生词相类比的说法,好让我们希腊人能够理解,这也不足为奇。因为在其他许多情况下,也可以发现译者们出于变通而译出的内容;这是我们在把所有译本相互比对时所注意到的。

§1.13

Πρὸς τούτοις ἐπαπορεῖς αὐταῖς λέξεσι· « Πῶς αἰχμάλωτοι ὄντες ἐν τῇ Βαβυλῶνι, ἠστραγαλωμένοι, καὶ ἐν ταῖς πλατείαις ἄταφοι ῥιπτούμενοι, ὡς ἐν τῇ προτέρᾳ αἰχμαλωσίᾳ τοῦ Ἰσραὴλ ἱστόρηται, τῶν παίδων αὐτοῖς ἀποσπωμένων εἰς εὐνουχισμὸν, καὶ τῶν θυγατέρων εἰς παλλακὰς, ὡς προπεφήτευτο, οἵδε περὶ θανάτου ἔκρινον, καὶ ταῦτα τῇ τοῦ βασιλέως αὐτῶν γενομένῃ γυναικὶ Ἰωακεὶμ, ὃν σύνθρονον πεποίητο ὁ Βαβυλώνιος βασιλεύς; Εἰ δὲ οὐχ οὗτος, ἄλλος δὲ τοῦ λαοῦ Ἰωακείμ· πόθεν τοιαύτη κατάλυσις αἰχμαλώτῳ περιῆν, καὶ παράδεισος ἀμφιλαφὴς ἦν; πόθεν δὲ λαβὼν ἔλεγες τό· Ἠστραγαλωμένοι καὶ ἐν ταῖς πλατείαις ἄταφοι ῥιπτούμενοι· ἢ, ὅσον ἐπ’ ἐμῇ γνώσει, ἀπὸ τοῦ Τωβία; περὶ οὗ ἡμᾶς ἐχρῆν ἐγνωκέναι,2 ὅτι Ἑβραῖοι τῷ Τωβίᾳ οὐ χρῶνται, οὐδὲ τῇ Ἰουδήθ· οὐδὲ γὰρ ἔχουσιν αὐτὰ καὶ ἐν ἀποκρύφοις ἑβραϊστί· ὡς ἀπ’ αὐτῶν μαθόντες ἐγνώκαμεν. Ἀλλ’ ἐπεὶ χρῶνται τῷ Τωβίᾳ αἱ Ἐκκλησίαι, ἰστέον, ὅτι καὶ ἐν τῇ αἰχμαλωσίᾳ τινὲς τῶν αἰχμαλώτων ἐπλούτουν, καὶ εὖ ἔπραττον. Αὐτὸς δὲ ὁ Τωβίας φησί· « Καθότι ἐμεμνήμην τοῦ Θεοῦ ἐν ὅλῃ τῇ ψυχῇ μου, καὶ ἔδωκεν ὁ Ὕψιστος χάριν καὶ μορφὴν ἐνώπιον Νεμεσσάρου, καὶ ἤμην αὐτοῦ ἀγοραστής· καὶ ἐπορευόμην εἰς τὴν Μηδίαν, καὶ παρεθέμην Γαβαήλῳ τῷ ἀδελφῷ Γαβρία ἐν Ῥάγοις τῆς Μηδίας ἀργυρίου τάλαντα δέκα.» Καὶ ἐπιφέρει ὡς πλούσιος τό· « Ἐν ταῖς ἡμέραις Νεμεσσάρου ἐλεημοσύνας πολλὰς ἐποίησα τοῖς ἀδελφοῖς μου. Τοὺς ἄρτους μου ἐδίδουν πεινῶσι καὶ ἱμάτια τοῖς γυμνοῖς· καὶ εἴ τινα ἐκ τοῦ γένους ἑώρων τεθνηκότα καὶ ἐῤῥιμμένον· ὀπίσω τοῦ τείχους Νινευῒ, ἔθαπτον αὐτόν· καὶ εἴ τινα ἀπέκτεινε Σεναχηρεὶμ βασιλεὺς, ὅτε ἦλθε φεύγων ἐκ τῆς Ἰουδαίας, ἔθαψα αὐτοὺς κλέπτων· πολλοὺς γὰρ ἐπέκτεινεν ἐν τῷ θυμῷ αὐτοῦ. » Καὶ κατανόει εἴ γε μὴ πολὺν πλοῦτον ἐμφαίνει καὶ πολλὴν περιουσίαν ὁ κατάλογος ὁ τοσοῦτος τῶν εὐποιῶν τοῦ Τωβία· καὶ μάλιστα, ὅτι ἐπιφέρει λέγων τό· « Ἐπιγνοὺς, ὅτι ζητοῦμαι ἀποθανεῖν, φοβηθεὶς ἀνεχώρησα, καὶ διηρπάγη πάντα τὰ ὑπάρχοντά μου. » Ἀλλὰ καὶ ἕτερος αἰχμάλωτος Δαχιάχαρος ὁ τοῦ Ἀνανιὴλ υἱὸς ἀδελφοῦ Τωβία ἐπὶ πᾶσαν κατεστάθη τὴν λογιστείαν τῆς βασιλείας τοῦ βασιλέως Ἀχερδόνος, καὶ ἐπὶ πᾶσιν τὴν διοίκησιν· καὶ λέγεται, « ὅτι ἦν ὁ Δαχιάχαρος οἰνοχόος, καὶ ἐπὶ τοῦ δακτυλίου, καὶ διοικητὴς, καὶ ἐκλογιστής. » Καὶ ὁ Μαρδοχαῖος δὲ περὶ τὴν αὐλὴν διέτριβε τοῦ βασιλέως, καὶ τοσαύτην εἶχε παῤῥησίαν πρὸς αὐτὸν, ὥστε καὶ ἐν εὐεργέταις ἀναγεγράφθαι τοῦ Ἀρταξέρξου. Ἔτι δὲ καὶ ἐν τῷ Ἔσδρᾳ· Νεεμίας οἰνοχόος τοῦ βασιλέως καὶ εὐνοῦχος αὐτοῦ Ἑβραῖος τῷ γένει, ἠτήσατο τὰ περὶ τῆς οἰκοδομῆς τοῦ ναοῦ, καὶ ἔτυχεν· ὥστε μετὰ πλειόνων ἐπιτραπῆναι ἀπελθεῖν ἀνορθῶσαι τὸν ναόν. Τί οὖν θαυμαστὸν τὸ, παράδεισον, καὶ οἰκίαν, καὶ κτῆμα γεγονέναι τινὸς Ἰωακεὶμ, εἴτε πολυτελὴς εἴτε καὶ μετρία ἦν; Οὐ γὰρ σαφῶς δηλοῦται ἀπὸ τῆς Γραφῆς τὸ τοιοῦτον.

此外,你用以下原话提出了疑问:“他们作为在巴比伦的俘虏,戴着脚镣,并且像在以色列先前的捕囚中被记载的那样,暴尸街头,其子被掠去阉割,其女被纳为妾,正如预言所说,他们又如何能对生死大事进行审判,而且这还是针对他们国王约阿希姆的妻子苏珊娜,而巴比伦国王曾让这位约阿希姆与他同坐王位?如果不是这位约阿希姆,而是民众中的另一个约阿希姆,俘虏何来如此的寓所,又何来茂盛的庭园?”然而,你从何处引用并说出“戴着脚镣,暴尸街头”这些话的呢?据我所知,难道不是来自《多比传》吗?关于这一点,我们本应知道希伯来人不使用《多比传》,也不使用《犹迪传》;因为他们甚至在希伯来语的外典中也没有这些书,这是我们从他们那里学到并得知的。但既然教会使用《多比传》,就应当知道,即使在捕囚之中,部分俘虏也是富裕且生活优渥的。多比自己就说:“因为我尽心记念我的上帝,至高者就在尼梅萨罗斯面前赐我恩宠和美貌,我成了他的采购员。我前往米底亚,在米底亚的拉盖,把十他连得银子寄存给加布里亚斯的兄弟加巴埃洛斯。”他还像富人一样补充道:“在尼梅萨罗斯的日子里,我对我的弟兄们行了许多施舍。我把我的饼分给饥饿的人,把我的衣服给赤身的人。如果我看见我的同胞中有人死了,被抛在尼尼微城墙后,我就埋葬他。如果塞纳赫里姆国王从犹太逃回时杀死了人,我就偷偷地埋葬了他们;因为他在愤怒中杀死了许多人。”请考虑一下,多比如此长篇的善行清单是否显示出他拥有极大的财富和丰厚的资产。尤其是他接着说:“当得知我被搜捕以处死时,我因害怕而逃走,我所有的财产都被掠夺一空。”而且,另一位俘虏,多比兄弟阿纳尼埃尔之子阿基阿哈罗斯,被任命掌管阿赫尔多诺斯国王王国的全部财务和行政;正如经上所说,“阿基阿哈罗斯曾是献酌官、印章掌管者、管理者和会计官”。莫德凯也常在国王的宫廷中活动,并且在王面前拥有极大的直言权,甚至被列入阿尔塔薛西斯的恩人名册中。此外,在《埃斯德拉纪》中,身为国王献酌官和宦官、希伯来裔的尼希米,为重建圣殿提出请求并获得了批准,从而获准带领许多人一同前往重建圣殿。既然如此,某个约阿希姆拥有庭园、府邸和财产,无论是奢华的还是适度的,又有什么值得惊奇的呢?因为圣经并没有对此作出明确的说明。

§1.14

Ἀλλὰ φῄς· « Πῶς περὶ θανάτου ἔκρινον ἐν αἰχμαλωσίᾳ τυγχάνοντες; » οὐκ οἶδα πόθεν ἀμφιβάλλων3 τὸ βασιλέως εἶναι γυναῖκα, διὰ τὴν ὁμωνυμίαν τοῦ Ἰωακεὶμ, τὴν Σωσάνναν. Λεκτέον δ’, ὅτι οὐδὲν παράδοξον, μεγάλων ἐθνῶν ὑποχειρίων γενομένων, πρὸς βασιλέως συγκεχωρῆσθαι τοῖς οἰκείοις νόμοις χρῆσθαι τοὺς αἰχμαλώτους καὶ τοῖς δικαστηρίοις. Καὶ νῦν γοῦν Ῥωμαίων βασιλευόντων, καὶ Ἰουδαίων τὸ δίδραχμον αὐτοῖς τελούντων, ὅσα συγχωροῦντος Καίσαρος ὁ ἐθνάρχης παρ’ αὐτοῖς δύναται, ὡς μηδὲν διαφέρειν βασιλεύοντος τοῦ ἔθνους, ἴσμεν οἱ πεπειραμένοι. Γίνεται δὲ καὶ κριτήρια λεληθότως4 κατὰ τὸν νόμον, καὶ καταδικάζονταί τινες τὴν ἐπὶ τῷ θανάτῳ· οὔτε μετὰ τῆς πάντη εἰς τοῦτο παῤῥησίας, οὔτε μετὰ τοῦ λανθάνειν τὸν βασιλεύοντα· καὶ τοῦτο ἐν τῇ χώρᾳ τοῦ ἔθνους πολὺν διατρίψαντες χρόνον μεμαθήκαμεν καὶ πεπληροφορήμεθα. Καί τοι γε ὑπὸ Ῥωμαίοις δύο φυλαὶ μόναι εἶναι ἱστόρηνται, ἥ τε Ἰούδα καὶ Βενιαμίν· ἔστω δὲ καὶ Λευϊτική. Ὁ δὲ, παρὰ τὸν λαὸν Ἰούδα, Ἰσραὴλ, δέκα ἦσαν φυλαί· καὶ εἰκὸς, ἀρκεσθέντας τοὺς Ἀσσυρίους τῷ ὑποχειρίους αὐτοὺς ἔχειν, ἐπιτετραφέναι αὐτοῖς τὰ οἰκεῖα δικαστήρια.

但你说:“他们处在捕囚之中,如何能对生死进行审判?”我不知道你是出于何种原因,因约阿希姆的名号相同,便怀疑苏珊娜是国王的妻子。然而应当说,这并无奇特之处,当大国被征服后,国王会允许俘虏使用他们自己的法律和法庭。事实上,如今在罗马人的统治下,犹太人向他们缴纳两德拉克马税,我们这些亲历者都知道,在凯撒的特许下,他们的民族领袖在他们中间拥有多大的权力,以至于与统治该民族的国王无异。而且在法律的许可下,暗中也有法庭运作,并有人被判处死刑;这既非在此事上拥有完全公开的权力,也非完全瞒过统治者。关于这一点,我们在该民族的土地上居留了很长时间,已经了解并确信了。况且,在罗马人统治下,据记载只有两个支派存在,即犹大和便雅悯,或许也包括利未支派。而与犹大民众相对的“以色列”则有十个支派;很可能是亚述人只要他们臣服便已满足,因而允许了他们拥有自己的法庭。

语法注4 条
  1. 1.12μικροῦ δεῖν

    意为“几乎”、“差一点”的副词性短语。在此处用于引出作者意识到自己几乎漏掉了关于丹伊里审判中树名与惩罚方式之间的字词双关的进一步说明。

  2. 1.13περὶ οὗ ἡμᾶς ἐχρῆν ἐγνωκέναι

    使用非人称动词 ἐχρῆν(χρή 的未完成过去时)后接不定式,表示“我们本应当知道(而实际可能忽略了)”的虚拟语气。针对阿非利加努斯引用《多比传》的情况,指出其应当了解希伯来人不接受这些经典的事实。

  3. 1.14οὐκ οἶδα πόθεν ἀμφιβάλλων

    分词 ἀμφιβάλλων 的逻辑主语是对话对方阿非利加努斯。此句作为插入语,表达作者对其怀疑来源的不解(“我不知道你是基于什么原因而怀疑……”)。

  4. 1.14Γίνεται δὲ καὶ κριτήρια λεληθότως

    由于主语 κριτήρια 是中性复数名词,根据古典希腊语法则,动词使用了单数第三人称形式(γίνεται)。此处提供了在罗马统治下犹太人“秘密地”运作其司法法庭的历史见证。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(9 处,最近 2026-11-24)
  • 2026-11-24 AI校阅 — insert 1 处
  • 2026-11-24 AI校阅 — patch 3 处
  • 2026-11-24 AI校阅 — postfix 1 处
  • 2026-11-24 AI校阅 — 译文 1 处
  • 2026-09-22 AI校阅 — 原文 1 处
  • 2026-09-21 AI校阅 — 原文 1 处
  • 2026-09-21 修正OCR错误 — 原文 1 处
urn:cts:greekLit:tlg2042.tlg045.humanitext-grc1:1.14-1.16