← 俄利根

致阿非利加努斯书信

§1.12

从雅各的先例看先知领受启示的多样方式

针对阿非利加努关于但以理在其他地方未表现出先知灵感的异议,俄利根引用圣经中关于雅各多样化神圣经验(梦境、显现和直接灵感预言)的记载,指出同一个圣徒通过多种方式接受上帝的启示是十分普遍的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.10

Πρὸς τούτοις ἔφασκες, ὅτι ὁ Δανιὴλ ὑπὸ μὲν τῆς Γραφῆς ταύτης λέγεται Πνεύματι ληφθεὶς ἐκβεβοηκέναι, ὡς ἀδίκως ἡ ἀπόφασις ἔχοι,1 ἡ δὲ φερομένη ὁμολογουμένως ὑπ’ αὐτοῦ Γραφὴ ἄλλῳ τρόπῳ περιέχει αὐτὸν προφητεύοντα, τουτέστιν ὁράμασι, καὶ ὀνείροις, καὶ ἀγγέλου ἐπιφανείᾳ· οὐδαμοῦ δὲ ἐπιπνοίᾳ προφητικῇ. Σὺ δέ μοι ἔοικας μὴ πάνυ τετηρηκέναι τὸ, « Πολυμερῶς καὶ πολυτρόπως πάλαι τὸν Θεὸν λελαληκέναι τοῖς πατράσιν ἐν τοῖς προφήταις,» οὐ μόνον ἐν τοῖς πᾶσιν, ἀλλὰ καὶ ἐν τοῖς καθ’ ἕνα. Παρατηρήσας δὲ εὑρήσεις τοῖς αὐτοῖς ἁγίοις καὶ ἐνύπνια γενόμενα θεῖα καὶ ἐπιφανείας ἀγγελικὰς, καὶ ἐπιπνοίας. Ἀρκεῖ δὲ ἐπὶ τοῦ παρόντος μαρτυρίαις χρήσασθαι τοῖς περὶ τοῦ Ἰακὼβ γεγραμμένοις· ὃς περὶ μὲν θείων ἐνυπνίων τοιαῦτα διηγεῖται· « Καὶ ἐγένετο, ἡνίκα ἐνεκίσσων2 τὰ πρόβατα, καὶ εἶδον ἐν τοῖς ὀφθαλμοῖς μου αὐτὰ ἐν ὕπνῳ, καὶ ἰδοὺ οἱ τράγοι καὶ οἱ κριοὶ ἀναβαίνοντες ἦσαν ἐπὶ τὰ πρόβατα καὶ τὰς αἶγας, διάλευκοι, καὶ ποικίλοι, καὶ σποδοειδεῖς ῥαντοί. Καὶ εἶπέ μοι ὁ ἄγγελος τοῦ Θεοῦ καθ’ ὕπνον· Ἰακώβ. Ἐγὼ δὲ εἶπον· Τί ἐστι; καὶ εἶπεν· Ἀνάβλεψον τοῖς ὀφθαλμοῖς σου, καὶ ἴδε τοὺς τράγους καὶ τοὺς κριοὺς ἀναβαίνοντας ἐπὶ τὰ πρόβατα καὶ τὰς αἶγας, διαλεύκους, καὶ ποικίλους, καὶ σποδοειδεῖς ῥαντούς· ἑώρακα γὰρ ὅσα σοι Λάβαν ποιεῖ. Ἐγώ εἰμι ὁ Θεὸς ὁ ὀφθείς σοι ἐν τόπῳ Θεοῦ, οὗ ἤλειψάς μοι ἐκεῖ στήλην, καὶ ηὔξω μοι ἐκεῖ εὐχήν. Νῦν οὖν ἀνάστηθι καὶ ἔξελθε ἐκ τῆς γῆς ταύτης, καὶ ἄπελθε εἰς τὴν γῆν τῆς γεννήσεώς σου. » Περὶ δὲ ἐπιφανείας ὕπαρ κρείττονος, ταῦτα περὶ αὐτοῦ εἴρηται· « Ὑπελείφθη δὲ Ἰακὼβ μόνος· καὶ ἐπάλαιεν ἄνθρωπος μετ’ αὐτοῦ ἕως πρωΐ. Εἶδε δὲ, ὅτι οὐ δύναται πρὸς αὐτὸν, καὶ ἥψατο τοῦ πλάτους τοῦ μηροῦ αὐτοῦ, καὶ ἐνάρκησε τὸ πλάτος τοῦ μηροῦ Ἰακὼβ, ἐν τῷ παλαίειν αὐτὸν μετ’ αὐτοῦ, καὶ εἶπεν αὐτῷ· Ἀπόστειλόν με· ἀνέβη γὰρ ὁ ὄρθρος. Ὁ δὲ εἶπεν· Οὐ μή σε ἀποστείλω, ἐὰν μή με εὐλογήσῃς. Εἶπε δὲ αὐτῷ· Τί τὸ ὄνομά σου; Ὁ δὲ εἶπεν· Ἰακώβ· εἶπε δὲ αὐτῷ· Οὐ κληθήσεται ἔτι τὸ ὄνομά σου Ἰακὼβ, ἀλλ’ Ἰσραὴλ ἔσται τὸ ὄνομά σου, ὅτι ἐνίσχυσας μετὰ Θεοῦ, καὶ μετὰ ἀνθρώπων δυνατός Ἠρώτησε δὲ Ἰακὼβ, καὶ εἶπεν· Ἀνάγγειλόν μοι τὸ ὄνομά σου· καὶ εἶπεν· Ἵνα τί τοῦτο ἐρωτᾷς τὸ ὄνομά μου; Καὶ εὐλόγησεν αὐτὸν ἐκεῖ. Καὶ ἐκάλεσεν Ἰακὼβ τὸ ὄνομα τοῦ τόπου ἐκείνου Εἶδος Θεοῦ· Εἶδον γὰρ Θεὸν πρόσωπον πρὸς πρόσωπον, καὶ ἐσώθη μου ἡ ψυχή. Ἀνέτειλε δὲ ὁ ἥλιος, ἡνίκα παρῆλθε τὸ εἶδος τοῦ Θεοῦ. » Ὅτι δὲ καὶ ἐξ ἐπιπνοίας προφητεύει, δῆλον ἐκ τούτων· « Ἐκάλεσε δὲ Ἰακὼβ τοὺς υἱοὺς αὐτοῦ καὶ εἶπε· Συνάχθητε, ἵνα ἀπαγγείλω ὑμῖν τί ἀποβήσεται ὑμῖν ἐπ’ ἐσχάτων τῶν ἡμερῶν· ἀθροίσθητε καὶ ἀκούσατε υἱοὶ Ἰακὼβ, ἀκούσατε Ἰσραὴλ τοῦ πατρὸς ὑμῶν· Ῥουβὶμ πρωτότοκός μου, σὺ ἰσχύς μου, καὶ ἀρχὴ τέκνων μου, σκληρὸς φέρεσθαι καὶ σκληρὸς αὐθάδης· ἐξύβρισας, ὡς ὕδωρ μὴ ἐκζέσῃς· ἀνέβης γὰρ ἐπὶ τὴν κοίτην τοῦ πατρός σου· τότε ἐμίανας τὴν στρωμνὴν, οὗ ἀνέβης. » Ὁμοίως δὲ καὶ πρὸς τοὺς λοιποὺς αἱ εὐλογίαι προφητεῖαι οὖσαι ἐξ ἐπιπνοίας εἴρηνται. Οὐδὲν τοίνυν θαυμαστὸν καὶ τὸν Δανιὴλ, ὁτὲ μὲν ἐξ ἐπιπνοίας λελαληκέναι3 τὸν κατὰ τῶν πρεσβυτέρων ἔλεγχον, ὁτὲ δὲ ἐνυπνίοις, ὡς καὶ σὺ φὴς, ἢ ὁράσει τε, καὶ ἄλλοτε γεγονέναι αὐτῷ ἀγγέλου ἐπιφάνειαν.

对此,你还声称,在这部圣经中,据说但以理被圣灵充满,大声呼喊判决是不公的;而公认为他所传下来的圣经,则记载了他以另一种方式进行预言,即通过异象、梦境和天使的显现,但绝非通过先知的灵感。但在我看来,你似乎没有充分注意到那句话:“上帝既在古时藉着众先知多次多方地晓谕列祖,”这不仅是对所有人而言,也是对每一个人而言。如果你加以留意,就会发现同样的圣徒们既经历过神圣的梦境、天使的显现,也经历过灵感。目前,只需使用关于雅各的记载作为见证便已足够;关于神圣的梦境,他这样叙述道:“及至羊群受胎的时候,我在梦中举目观看,见跳母羊的公山羊和公羊都是有白斑的、有花斑的、有灰斑的。上帝的使者在梦中对我说:‘雅各。’我说:‘我在这里。’他说:‘你举目观看,跳母羊的公山羊和公羊都是有白斑的、有花斑的、有灰斑的;因为凡拉班向你所行的,我都看见了。我是你在上帝之所显现给你的上帝,你在那里用油浇过柱子,向我许过愿。现今你起来,离开这地,回你本地去吧。’”而关于清醒时更优胜的显现,则有关于他的如下记载:“只剩下雅各一人。有一个人来和他摔跤,直到黎明。那人见自己胜不过他,就摸了他的大腿窝一下;雅各的大腿窝正在和那人摔跤的时候就扭伤了。那人说:‘天亮了,容我去吧!’雅各说:‘你不给我祝福,我就不容你去。’那人说:‘你名叫什么?’他说:‘我叫雅各。’那人说:‘你的名字不要再叫雅各,要叫以色列;因为你与上帝与人较力,都得了胜。’雅各问他说:‘请把你的名字告诉我。’那人说:‘何必问我的名字?’于是在那里给雅各祝福。雅各便给那地方起名叫毗努伊勒(意即“上帝之面”),说:‘我面对面见了上帝,我的性命仍得保全。’他刚走过毗努伊勒,太阳就升起来了。”而他同样凭灵感进行预言,这从以下经文便可看出:“雅各叫了他的儿子们来,说:‘你们都聚集在一起,我好把你们日后必遭遇的事告诉你们。雅各的儿子们,你们要聚集听,要听你们父亲以色列的话:流便哪,你是我的长子,是我的力量,我的强壮之始,本当大有尊荣,权力超众。你放纵如水,必不得居首位;因为你上了你父亲的床,污秽了我的榻,你上去了。’”同样,对其他儿子的祝福,作为预言,也是凭灵感说出的。因此,如果但以理也同样,有时凭灵感说出对长老们的谴责,有时如你所说,通过梦境或异象,而在其他时候经历天使的显现,这并没有什么可奇怪的。

语法注3 条
  1. 1.10ὡς ἀδίκως ἡ ἀπόφασις ἔχοι

    在由连词 ὡς(表示“认为……、由于……”)引导的从属句中,动词 ἔχοι 使用了间接引语斜格祈愿语气(optativus obliquus),这是由于主句动词 ἕφασκες(你曾声称)为过去时态所致。

  2. 1.10ἐνεκίσσων

    动词 κισσάω(怀胎、受孕)的未完成过去时第三人称复数形式,这是旧约希腊语译本(七十士译本)中特有的用词,用于叙述雅各梦境中羊群交配受孕的时期。

  3. 1.10λελαληκέναι

    这是一个现在完成时活性不定式,与对格主语 τὸν Δανιὴλ 一起构成“对格加不定式”结构,依赖于无人称句 Οὐδὲν θαυμαστὸν [ἐστί](这不足为奇)。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(5 处,最近 2026-11-24)
  • 2026-11-24 AI校阅 — number 3 处
  • 2026-11-24 AI校阅 — postfix 1 处
  • 2026-09-21 AI校阅 — 译文 1 处
urn:cts:greekLit:tlg2042.tlg045.humanitext-grc1:1.12