- 底本
- Athanasius. Gelasius Kirchengeschichte. Loeschke, Gerhard; Heinemann, Margret; editors. Leipzig: Hinrichs, 1918.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2035.tlg003.humanitext-grc1:1.1-1.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
君士坦丁大帝致信尼科美迪亚教会,谴责拥护亚流派学说的尤西比乌和狄奥格尼斯,捍卫基督的神性及其与天父的不可分割性,同时感叹基督徒之间的不和并极力促成合一。
Κατὰ Εὐσεβίου καὶ Θεογνίου. »Κωνσταντῖνος Σεβαστὸς τῇ καθολικῇ ἐκκλησίᾳ Νικομηδέων. Τὸν δεσπότην θεὸν δηλαδὴ καὶ σωτῆρα Χριστὸν ἀκριβῶς ἅπαντες ἴστε, ἀγαπητοὶ ἀδελφοί, πατέρα τε καὶ υἱὸν εἶναι. πατέρα φημὶ ἄναρχον ἄνευ τέλους γονέα τοῦ αἰῶνος αὐτοῦ, υἱὸν δέ, τοῦτ᾽ ἔστι τὴν τοῦ πατρὸς βούλησιν,1 ἥτις οὔτε δι᾽ ἐνθυμήσεώς τινος ἀνείληπται, οὔτε πρὸς τὴν τῶν ἔργων αὐτοῦ τελεσιουργίαν διά τινος ἐξεζητημένης οὐσίας κατελήφθη. ὃς γὰρ τοῦτο καὶ νοεῖ καὶ νοήσει, οὗτος ἕξει πρὸς ἅπαν τιμωρίας γένος ἀκάματον ὑπομονήν.
针对尤西比乌和狄奥格尼斯。 »奥古斯都君士坦丁致尼科美迪亚的大公教会。 亲爱的弟兄们,你们众人都确切知道,主神和救主基督是父也是子。我是指无始无终的今世之父,以及子,即父的意志,这意志既未被任何省思所掌握,也未通过任何为完成其功业而探寻的本质来领会。因为凡理解并必将理解这一点的人,面对任何刑罚都将拥有不懈的忍耐。
ἀλλὰ γὰρ ὁ τοῦ θεοῦ υἱὸς Χριστὸς ὁ τῶν ἁπάντων δημιουργὸς καὶ τῆς ἀθανασίας αὐτῆς χορηγὸς ἐγεννήθη ὅσον πρὸς πίστιν ἀνῆκεν2 ᾗ πεπιστεύκαμεν, ἐγεννήθη — μᾶλλον δὲ προῆλθεν αὐτὸς καὶ πάντοτε ἐν τῷ πατρὶ ὢν ἐπὶ τὴν τῶν ὑπ᾽ αὐτοῦ γεγενημένων διακόσμησιν — ἐγεννήθη τοίνυν ἀμερίστῳ προελεύσει· ἡ γὰρ βούλησις ὁμοῦ καὶ τῷ οἰκητηρίῳ αὐτῆς ἐμπέπηγε καὶ ταῦθ᾽ ἅπερ διαφόρου δέεται ἐπιμελείας κατὰ τὴν ἑκάστου ποιότητα πράττει τε καὶ διοικεῖ. τί οὖν;
然而,万物的创造者、不死本身的赐予者、神的儿子基督被生下——就我们所信的信仰而言——祂被生下,或者更确切地说,祂自己走了出来,因祂常在父中,为了整理那些由祂所造之物——从而以不分割的显现被生下。因为那意志同时也被植入在它自己的居所之中,并根据各自的性质,行出并管理着这些需要不同关怀的事物。那么,又如何呢?
ἔστι τι μεταξὺ τοῦ θεοῦ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ; οὐδὲν δηλαδή· αὕτη γὰρ ἡ τῶν πραγμάτων συμπλήρωσις αἰσθήσει παρείληφε τὸ τῆς βουλήσεως πρόσταγμα, οὐχὶ δὲ μερισθεῖσαν ἐκ τῆς τοῦ πατρὸς οὐσίας τὴν βούλησιν διέστησεν. ὃ δὲ τούτοις ἕπεται· τίς ἐστιν, ὃς τοῦ Χριστοῦ τοῦ ἐμοῦ δεσπότου ὀπαδὸς δι᾽ αἰδῶ μᾶλλον ἢ μωρίαν δέδιεν;
在父神与子之间难道有什么中间物吗?显然没有。因为万物的这种圆满,凭借感知领受了意志的命令,而并未将那从父的本质中分出来的意志隔离开来。随之而来的便是:谁是我的主基督的追随者,却因羞愧而非愚蠢而感到害怕呢?
ἆρ᾽ οὖν πάσχει τὸ θεῖον, ἐπειδὰν ἡ τοῦ σεμνοῦ σώματος οἴκησις πρὸς ἐπίγνωσιν τῆς ἰδίας ἁγιότητος ὁρμᾷ, ἢ ὑποπίπτει θίξει τὸ τοῦ σώματος ἐκκεχωρισμένον; ἆρ᾽ οὐχὶ διέστηκε τοῦθ᾽ ὅπερ ἐκ τῆς τοῦ σώματος ἀφήρηται ταπεινότητος; οὐχὶ δὲ ζῶμεν, κἂν πρὸς θάνατον ἡ τῆς ψυχῆς εὔκλεια τὸ σῶμα προσκαλέσηται;
那么,神圣者会受苦吗,当那神圣身体的居所奔向对其自身圣洁的认识时,或者与身体分离者会屈服于接触吗?难道那从身体的卑微中被除去的部分,不是与身体相异的吗?即使灵魂的荣耀将身体召唤至死亡,我们难道不活着吗?
Τί τοίνυν ἐνταῦθα ἡ ἀβλαβής τε καὶ εἰλικρινὴς πίστις ἄξιον ἀμφιβολίας κατείληφεν; ἢ οὐχ ὁρᾷς ὅτι σεμνότατον σῶμα ὁ θεὸς ἐπελέξατο, δι᾽ οὗ τὰ τῆς πίστεως τεκμήρια καὶ τὰ τῆς οἰκείας ἀρετῆς ὑποδείγματα ἔμελλεν ἐμφανίζειν, καὶ τὴν ἤδη συγκεχυμένην ὀλεθρίῳ πλάνῃ τοῦ ἀνθρωπίνου γένους ἀπώλειαν ἀποσείεσθαι, καινήν τε θρησκείας διδόναι διδασκαλίαν καὶ τῷ τῆς ἁγνείας ὑποδείγματι τὰς ἀναξίας τοῦ νοῦ πράξεις καθαίρειν, ἔπειτα δὲ τὴν μὲν τοῦ θανάτου βάσανον ἐκλύειν, τὰ δὲ τῆς ἀθανασίας ἔπαθλα προαναφωνεῖν.
那么,无害且纯洁的信仰在此有何值得怀疑之处?难道你没有看到,神选择了一个极其庄严的身体,借此祂将彰显信仰的凭证和祂自己美德的榜样,并摆脱那已因致命迷误而陷入混乱的人类的灭亡,且传授新的宗教教义,以纯洁的榜样涤除心灵不配的行径,随后解除死亡的痛苦,并预先宣告不朽的奖赏?
ἀλλ᾽ ὑμεῖς, οὓς λοιπὸν ἀδελφοὺς ἡ τῆς ἀγάπης κοινωνία εἰκότως ὑπ᾽ ἐμοῦ προσαγορεύεσθαι ποιεῖ, οὐκ ἀγνοεῖτέ με τὸν ὑμέτερον συνθεράποντα, οὐκ ἀγνοεῖτε τὸ τῆς ὑμετέρας σωτηρίας ὀχύρωμα, οὗ τὴν φροντίδα γνησίως ἐπανῄρημαι, καὶ δι᾽ οὗ τῶν ἡμετέρων ἐχθρῶν οὐ μόνον τὰ ὅπλα κατεμαχεσάμεθα ἀλλὰ καὶ ζῶντας ἔτι τὴν ψυχὴν συγκατείρξαμεν πρὸς τὸ τὴν τῆς φιλανθρωπίας ἀληθῆ πίστιν ἐκφάναι.
但是你们,因着爱的交通,此后我理所当然地称你们为弟兄,你们并非不知道我是你们的同工仆人,也并非不知道你们得救的壁垒,对此我真诚地承担起关怀,并借此我们不仅击败了我们敌人的武器,而且甚至在他们还活着时,便将他们的灵魂禁锢(于善意中),以彰显对仁爱的真实信仰。
ἀλλ᾽ ἐγὼ ἐπὶ τοῖς ἀγαθοῖς τούτοις διὰ τὴν τῆς οἰκουμένης μάλιστα ἀνανέωσιν ἔχαιρον. καὶ γὰρ θαύματος ἦν ἄξιον ἀληθῶς ἔθνη τοσαῦτα εἰς ὁμόνοιαν ἐπαγαγεῖν, ἃ πρὸ βραχέος ἐλέγετο τὸν θεὸν ἀγνοεῖν. πλὴν τί ἔμελλε γινώσκειν τὰ ἔθνη ταῦτα, ἃ οὐδεμίαν φιλονεικίας ἐπανῄρηντο φροντίδα; τί οὖν νοεῖτε, ἀδελφοὶ ἀγαπητοί, ὡς ὑμᾶς αὐτοὺς αἰτιῶμαι; Χριστιανοί ἐσμεν καὶ οἰκτρᾷ διαθέσει διχονοοῦμεν.
然而,我对这些善事感到欢欣,尤其是为了天下万国的更新。因为真正让这么多不久前还据说不认识神的民族和睦相处,实在是一件奇迹。然而,这些从未有过争斗之心的民族,又怎么会知道这些呢?那么,亲爱的弟兄们,你们怎么会认为我在指责你们自己呢?我们是基督徒,却在可悲的心性上彼此不和。
αὕτη ἄρα ἐστὶν ἡ ἡμετέρα πίστις, αὕτη ἡ τοῦ ἁγιωτάτου νόμου διδασκαλία; ἀλλὰ τίς ἐστιν αἰτία, δι᾽ ἣν ὁ τοῦ παρόντος κακοῦ ὄλεθρος ἐξεγήγερται; ὢ τῆς ἀτοπίας, ὢ μίσους ὑπερβολὴ πάσης ἀγανακτήσεως μέγεθος ὑπερπαίουσα. τίς ἡ τοῦ λῃστηρίου τούτου ἀναπέφανται δεινότης, ἣ τὸν τοῦ θεοῦ υἱὸν ἀρνεῖται ἐξ ἀμερίστου τοῦ πατρὸς οὐσίας προεληλυθέναι; ἆρ᾽ οὐχὶ πανταχοῦ ἐστιν ὁ θεός, καίτοι γε τοῦτον πάντοτε παρεῖναι ἡμῖν αἰσθανόμεθα; ἆρ᾽ οὐχὶ διὰ τῆς τούτου δυνάμεως ἡ τῶν ὅλων συνέστηκεν εὐκοσμία; καίτοι γε τῆς τοῦ χωρισμοῦ διαστάσεως ἐστέρηται;3
这难道是我们的信仰吗?这难道是那最圣洁律法的教导吗?但究竟是什么原因,激起了眼前这邪恶的毁灭?哦,这是何等的荒谬,哦,这是超越一切愤慨程度的极度仇恨!这个强盗集团现出了何等可怕的真面目,它居然否认神的儿子是从父不分割的本质中走出来的?难道神不是无处不在吗,尽管我们总能感受到祂与我们同在?万物的优美秩序难道不是借着祂的力量吗,尽管祂免于分离的阻隔?
- 1.1φημὶ ἄναρχον ἄνευ τέλους γονέα τοῦ αἰῶνος αὐτοῦ, υἱὸν δέ, τοῦτ᾽ ἔστι τὴν τοῦ πατρὸς βούλησιν
作为 φημί(“我意指/说”)宾语的并列对格结构。名词 γονέα(“父”)与 υἱόν(“子”)在此作为直接宾语或带有省略不定式的对格主语。此处的 τοῦτ᾿ 被理解为 τοῦτ' ἔστι(“即/也就是说”)的缩写,将“子”与“父的意志”(τὴν τοῦ πατρὸς βούλησιν)以同格形式连接起来。
- 1.2ὅσον πρὸς πίστιν ἀνῆκεν
由关系代词 ὅσον 与无人称动词 ἀνήκει(“属于/涉及”)构成的惯用副词性关系从句。意为“就……而言”或“在……的范围内”,在此处限制了动词 ἐγεννήθη(“被生下”)在信仰层面的适用范围。
- 1.8καίτοι γε τῆς τοῦ χωρισμοῦ διαστάσεως ἐστέρηται
连词 καίτοι 引导让步从句,其动词为第三人称单数被动完成时 ἐστέρηται(“被剥夺/免除”)。主语为前文提到的“万物的优美秩序”(εὐκοσμία)或其背后的神圣力量。这表明尽管神无处不在,但祂的存在免受物理意义上“分离的阻隔”。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(17 处,最近 2026-11-24)
- 2026-11-24 AI校阅 — patch 5 处
- 2026-11-24 AI校阅 — 译文 10 处
- 2026-10-12 AI校阅 — 原文 1 处
- 2026-09-21 AI校阅 — 原文 1 处
