← 纳齐安的贵格利

受难的基督

§1.255-1.336

对犹大的惩罚警告与对忘恩负义的谴责

一位使者(或天使)警告犹大,虽然神尊重人类的自由意志而不加迫使,但应得的惩罚终将降临。随后,叙述者愤怒地谴责犹大的厚颜无耻,并将他从耶稣那里获得的多重恩惠与其因贪财而进行的卑劣背叛进行了对比。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
255

καὶ πᾶσι συνδράσασιν οὐ σμικροὶ πόνοι.

对于所有协同作恶的人,也将面临不小的苦难。

Αἴσθοιτο δ’ αὐτῶν δῆμος ὑβριστὴς ἅπας

愿所有傲慢的民众都能深切体会到这些苦难,

ἤτοι θανόντες ἢ φάος δεδορκότες,1

无论他们已经死去,还是仍得见光明,

οὓς νᾶμα πυρὸς αὖθις ὑποδέξεται.

火之流此后将再次接纳他们。

Ὀρθῶς λέλεκται μῦθος ἀψευδὴς ὅδε,

这句真实无妄的话语说得极其正确:

260

ἄκου’, Ἰούδα, σῶν κακῶν κατάστασιν.

“听着,犹大,听听你所受灾祸的境况。

Καίτοι προκόψω γ’ οὐδὲν ἢ σκῆψιν μόνην·2

然而我不会有任何进展,顶多只是给你个借口;

οὐ γὰρ Θεός σε σωφρονεῖν ἀναγκάσει·

因为神不会强迫你保持明智;

ἐν τῇ προαιρέσει δὲ καὶ γνώμῃ βροτῶν

而在凡人的选择和意愿中,

τὸ σωφρονεῖν ἔνεστιν εἰς τὰ πάντ’ ἀεί.“

明智始终且永远存在于万事之中。”

265

Ταῦτ’ εἶπεν οὐκ οἶδ’ ἄγγελός τις ἢ βροτὸς

这些话是一个天使还是一个凡人对他说的,我不知道,

πρὸς αὐτὸν, ὡς εἴρηκα, τὸν λογοπράτην.

正如我所说,是对那个出卖真道的人说的。

Ὦ γαῖα μῆτερ ἡλίου τ’ ἀναπτυχαί·

啊,母亲大地,以及太阳的展露!

οἵων λόγων ἄρρητον εἰσήκουσ’ ὄπα·

我听到了何等话语那不可言喻的声音!

Τάχ’ ἐξ ὀπαδοῦ δρᾶμα, Παῖ, κατηρτύθη,

“我的孩子,很快,这场戏是由一个追随者筹划的,

270

ὃν πολλάκις ἔδειξας αἰνιγμῷ φίλοις·

你曾多次用谜语向朋友们指出此人;

οὐ γάρ σ’ ἔλαθε, τῶνδ’ ὃς αἴτιος κακῶν.

因为谁是这些灾祸的始作俑者,并未逃过你的眼睛。

Ὦ παγκάκιστε, τοῦτο γάρ σ’ εἰπεῖν ἔχω,

最邪恶的人啊,因为我可以对你这样说:

σὺ ταῦτ’ ἔδρασας, σὸν προδοὺς εὐεργέτην·

你做了这些事,背叛了你的恩人;

σὰ ταῦτα, δαῖμον· τίς γὰρ ἂν ἄλλος ποτὲ

这些是你的所为,恶魔!因为还有谁

275

ἔδρασεν ἢ’βούλευσε δυσμενὴς ἀνήρ;

会作为仇敌做出或策划这些事呢?

Ὄλοιθ’ ὁ δράσας· ἡ δίκη δ’ ἐπίσταται,

愿作恶者灭亡!但正义深知一切,

αἰσχρός τε μύστης ἀξίαν τίσει δίκην.

耻辱的门徒将付出应得的代价。

Ἀργυραμοιβὲ, ποῦ συνῄδη σῷ δόλῳ;

银币兑换商啊,我何曾参与你的诡计?

Ἆρ’ εἰσέτι ζῇς δεινὰ ταῦτ’ εἰργασμένος

你做了这些可怕的事,难道还能活下去,

280

οὐδ’ ὑπὸ γῆς τάρταρα σὸν κρύπτεις δέμας;

甚至不把你的身体隐藏在地下塔耳塔洛斯吗?

Δεῖ γὰρ τανῦν ἢ γῆς σε κρυβῆναι κάτω

因为现在你要么必须藏于地下,

ἢ πυρὸς ἐν ῥιπαῖσιν αἰθέρος θανεῖν.

要么必须死在天空中烈火的吹袭中。

Ὦ μῖσος, ὦ μέγιστον, ἔχθιστον κακόν·

啊,怨恨,啊,最大、最可恶的邪恶!

(τὴν Δεσπότην προδοῦσαν ἐξαυδῶ κάραν,)3

(我大声对那背叛了主宰的头颅说)

285

ἔτλης προσελθεῖν ὡς φίλος Διδασκάλῳ·

你竟敢像朋友一样接近老师;

ἦλθες πρὸς αὐτὸν, ἦλθες ἔχθιστος γεγὼς

你来到他面前,来时已变得极为可憎,

καὶ Πατρὶ καὐτῷ παντί τ’ ἀνθρώπων γένει.

无论对父、对他,还是对全人类。

Πῶς πῶς προσεῖπας, πῶς κατησπάσω προδούς;

你如何、如何称呼他,背叛时如何亲吻他?

Γλώσσῃ προσηύδας, καρδίᾳ μίασμ’ ἔχων.

你口中说着话,心中却怀着污秽。

290

Καὶ ταῦτα δράσας ἥλιόν τε προσβλέπειν

做了这些事,你难道还敢注视太阳,

καὶ γαῖαν, ὦ κάκιστε, τολμᾷς εἰσέτι;

并注视大地吗,最邪恶的人啊?

Ταῦτ’ οὔτι θάρσους ἐστὶν οὐδ’ εὐτολμίας

这决非勇敢,也非真正的胆量——

εὐεργέτην προδόντα τολμᾶν προσβλέπειν,

背叛恩人的人竟敢抬头注视,

ἀλλ’ ἡ μεγίστη τῶν ἐν ἀνθρώποις νόσων

而是凡人中所有疾病中最大的一种,

295

πασῶν, ἀναίδει’. Εὖ δ’ ἐπεμνήσθην σέθεν,

无耻。我很好地提到了你,

καίτοι πρὸς οὐδὲν κέρδος, αἰσχύνην δέ σου,

虽然毫无益处,却为了让你蒙羞,

καὶ μὴ παρόντος, κἂν θάνῃς, κἂν φῶς βλέπῃς·

即使你不在场,无论你是死是活;

ἐγώ τε γὰρ λέξασα κουφισθήσομαι

因为我说了真话,灵魂便会释怀,

ψυχὴν τἀληθῆ,4 σύ τε κοὐ κλύων μάθῃς·

而你,即使没有听见,也会明白;

300

μάθῃς γὰρ εὑρὼν τὴν κατ’ ἀξίαν τίσιν.

因为你会通过发现应得的报应而明白。

Ἐκ τῶν δὲ πρώτων πρῶτον ἄρξομαι λέγειν.

我将首先从最初的事情开始说起。

Ἄκου’, Ἰούδα, τὰ πρὸς αὐτοῦ καλά σοι·

听着,犹大,他为你所做的美事:

Εἵλκυσεν ἐκ σκότους σε τῆς ἀγνωσίας,

他将你从无知的黑暗中拉出来,

ἔσωσέ σ’, ὑπέδειξε φῶς σωτηρίας,

他拯救了你,指明了拯救之光,

305

δέδωκέ σοι χάρισμα πολλῶν θαυμάτων,

他赐予你行诸多神迹的恩赐,

μύσταις ἔφησε καὶ σὲ συνεδριάσαι

他曾说你也将与门徒同座,

κρῖναί τε φυλὰς Ἰσραὴλ παντὸς γένους.

并审判以色列全族的各支派。

Ἔθηκεν ἀργύρια πάντα χερσί σου,

他将所有的银钱放在你手中,

ἔκοψέ σου πρόφασιν ἀναργυρίας.

切断了你缺乏银钱的借口。

310

Ἔκλεπτες ἀεὶ, μὴ δόκει λεληθέναι,

你一直在偷窃,不要以为能瞒过人,

ὅδ’, ἅτε πανάγαθος, οὐκ ἤλεγχέ σε

此人因为至善,并没有用言语

λόγοισιν, οὐδὲ πρὸς σέθεν κακούμενος,

责备你,即使他被你伤害,

εἰδώς σε σαφῶς καὶ πρὸ τῆς τολμηρίας,

甚至在你的狂妄行为之前,他就已经清楚地知道你,

ἔνιψε καὶ σοὺς δυσμενεστάτους πόδας

他甚至洗了你那最怀敌意的双脚,

315

ἄρτου τρύφος τ’ ἔδωκε μυστικωτάτου.

并分给你最神秘的面包。

Καὶ ταῦθ’ ὑπ’ αὐτοῦ, παγκάκιστ’ ἀνδρῶν, παθὼν

最邪恶的人啊,在承受了他所做的这一切之后,

προὔδωκας αὐτὸν, δῶρα δ’ ἐκτήσω φόνου

你背叛了他,并获得了谋杀的报酬,

πολλῶν προσόντων. Εἰ γὰρ ἦσθ’ ἀνάργυρος,

尽管你拥有许多财物。因为如果你本无钱财,

λαβὴν ἂν εἶχες5 τῶνδ’ ἐρασθῆναι τάχα,

你或许会有借口去贪图这些,

320

νῦν δ’ οὐκ ἔχεις πρόφασιν, οὐκ ἔχεις λόγον

但现在你没有借口,没有言辞

χείλη διᾶραι καὶ κατειπεῖν αἰτίαν.

能让你张开双唇并说出原因。

Οὐ γὰρ τοσοῦτον σὺ δυνήσῃ πώποτε,

因为你绝不可能做到那么多,

οὐδ’ εἰ γένος πᾶν δαιμόνων σοι συνδράμῃ

即使整个魔鬼族类都来协助你,

καὶ γῆν ἅπασαν ῥημάτων πλήσει κακῶν,

并用邪恶的话语填满整个大地,

325

ἐπεί μιν ἐσθλὸν ὄντ’ ἐπίσταται κτίσις,

因为被造物深知他是至善的,

καὶ πάντες ἐγνώρισαν ἐκ τῶν πραγμάτων.

所有人也已从事实中认清了这一点。

Ἀλλ’ ἦγξεν ἀγχόνη σε φιλαργυρίας,

然而,贪财的勒颈绳索扼杀了你,

ἣ ῥίζα πάντων τῶν κακῶν πέφυκέ πως,

它不知何故本是万恶之根,

φρούδη δὲ πίστις, ἣ πρὶν ἀπόλωλέ σοι.

信任已经消失,在此之前它已从你身上消亡。

330

Τοιόσδε φανεὶς φῶς ὁρᾶν τολμᾷς, τάλα;

你以这种面目出现,还敢看光吗,可怜的人?

ἢ τὸν πρὶν οὐκ ἄρχειν Θεὸν δοκεῖς ἔτι

还是你认为神不再像以前那样统治,

ἢ ζυγὰ δίκης ἐν κενοῖς κεῖσθαι τανῦν;

或者正义的平衡如今空无一物?

Ὦ κακὸν ἔρνος, οὔποτ’ εἶ ῥίζης βροτῶν,

啊,邪恶的嫩芽,绝不是出自凡人的根,

πικρῶν δὲ ῥιζῶν φημί σ’ ἐκπεφυκέναι,

我说你是从苦根中长出来的,

335

ἀλάστορος μὲν πρῶτον, εἶτα δὲ φθόνου,

首先是复仇恶魔的根,其次是嫉妒的根,

φθόνου πότμου θ’, ὅσα τε γῆ τρέφει κακά·

是嫉妒和宿命,以及大地所养育的一切邪恶的根。

语法注5 条
  1. 1.256Αἴσθοιτο ... θανόντες ἢ φάος δεδορκότες

    单数主语 δῆμος 与复数分词 θανόντες 和 δεδορκότες 相关联。这是“按意义一致”(constructio ad sensum)的例子,语法上的单数名词实际上指代群体的复数个体。

  2. 1.261προκόψω γ’ οὐδὲν ἢ σκῆψιν μόνην

    此处的虚词 ἤ 并非表示比较的“比”,而是与否定词 οὐδέν 连用,表示排除或例外(“除了……之外什么也没有”),类似于 ἀλλ' ἤ 或 πλὴν ἤ 的用法。

  3. 1.284τὴν Δεσπότην προδοῦσαν ἐξαυδῶ κάραν

    此处的 κάραν(头,在此作阴性名词)是代指人的借代用法。阴性分词 προδοῦσαν 与 κάραν 一致,而阳性名词 Δεσπότην(主人)则充当分词的直接宾语。

  4. 1.298λέξασα κουφισθήσομαι ψυχὴν τἀληθῆ

    名词 ψυχὴν 是关系宾格(“在心灵方面”或“在我的灵魂中”)。而 τἀληθῆ(真相)则是主动分词 λέξασα(说出)的直接宾语。

  5. 1.318Εἰ γὰρ ἦσθ’ ἀνάργυρος, λαβὴν ἂν εἶχες

    这是一个针对过去持续状态的虚拟条件句,由前件中的 εἰ 搭配直陈式未完成过去时(ἦσθα,εἰμί的第二人称单数),以及后件中的 ἄν 搭配直陈式未完成过去时(εἶχες)构成。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(1 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 原文 1 处
urn:cts:greekLit:tlg2022.tlg003.humanitext-grc1:1.255-1.336