← 朱利安

书信集

§69.1

致希梅利乌斯的悼慰与丧痛的普遍性

作者致信悼念亡妻而陷入极度悲痛的挚友希梅利乌斯,引述大流士与德谟克利特关于“寻觅三位未历丧痛之人”的典故,勉励其作为受过真正教养之人当以理性克服哀思。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§69.1

Οὐκ ἀδακρυτί σου τὴν ἐπιστολὴν ἀνέγνων, ἣν ἐπὶ τῷ τῆς συνοικούσης θανάτῳ πεποίησαι, τοῦ πάθους τὴν ὑπερβολὴν ἀγγείλας. πρὸς γὰρ τῷ καὶ καθ’ ἑαυτὸ λύπης τὸ ξυμβὰν ἄξιον εἶναι,1 γυναῖκα νέαν καὶ σώφρονα καὶ θυμήρη τῷ γήμαντι, πρὸς δὲ καὶ παίδων ἱερῶν μητέρα, πρὸ ὥρας ἀναρπασθῆναι καθάπερ δᾷδα λαμπρῶς ἡμμένην, εἶτα ἐν ὀλίγῳ καταβαλοῦσαν τὴν φλόγα, ἔτι καὶ τὸ τὰ τοῦ πάθους εἰς σὲ τείνειν οὐχ ἧττόν μοι δοκεῖ λυπηρὸν εἶναι. ἥκιστα γὰρ δὴ πάντων ἄξιος ἦν ὁ καλὸς ἡμῖν Ἱμέριος ἀλγεινοῦ τινὸς εἰς πεῖραν ἐλθεῖν, ἀνὴρ καὶ λόγῳ χρηστὸς καὶ ἡμῖν εἰς τὰ μάλιστα τῶν φίλων ὁ ποθεινότατος. οὐ μὴν ἀλλ’ εἰ μὲν ἕτερος ἦν, ᾧ γράφειν περὶ τούτων ἐχρῆν, πάντως ἂν ἔδει μοι πλειόνων εἰς τοῦτο λόγων, τό τε συμβὰν ὡς ἀνθρώπινον καὶ τὸ φέρειν ὡς ἀναγκαῖον καὶ τὸ μηδὲν ἐκ τοῦ μᾶλλον ἀλγεῖν ἔχειν πλέον, καὶ πάντα ὅσα ἐδόκει πρὸς τὴν τοῦ πάθους παραμυθίαν ἁρμόττειν ὡς ἀγνοοῦντα διδάσκοντι. ἐπεὶ δὲ αἰσχρὸν ἡγοῦμαι πρὸς ἄνδρα καὶ τοὺς ἄλλους νουθετεῖν εἰδότα ποιεῖσθαι λόγους, οἷς χρὴ τοὺς μὴ εἰδότας σωφρονεῖν παιδεύειν, φέρε σοι τὰ ἄλλα παρεὶς ἀνδρὸς εἴτ’ εἴπω σοφοῦ μῦθον εἴτε δὴ λόγον ἀληθῆ, σοὶ μὲν ἴσως οὐ ξένον, τοῖς πλείοσι δέ, ὡς εἰκός, ἄγνωστον, ᾧ δὴ καὶ μόνῳ χρησάμενος ὥσπερ φαρμάκῳ νηπενθεῖ λύσιν ἂν εὕροις τοῦ πάθους οὐκ ἐλάττω τῆς κύλικος, ἣν ἡ Λάκαινα τῷ Τηλεμάχῳ πρὸς τὸ ἴσον τῆς χρείας ὀρέξαι πιστεύεται.2 φασὶ γὰρ Δημόκριτον τὸν Ἀβδηρίτην, ἐπειδὴ Δαρείῳ γυναικὸς καλῆς ἀλγοῦντι θάνατον οὐκ εἶχεν ὅ τι ἂν εἰπὼν εἰς παραμυθίαν ἀρκέσειεν, ὑποσχέσθαι οἱ τὴν ἀπελθοῦσαν εἰς φῶς ἀνάξειν, ἢν ἐθελήσῃ τῶν εἰς τὴν χρείαν ἡκόντων ὑποστῆναι τὴν χορηγίαν. κελεύσαντος δ’ ἐκείνου μηδενὸς φείσασθαι, ὅ τι δ’ ἂν ἐξῇ λαβόντα τὴν ὑπόσχεσιν ἐμπεδῶσαι, μικρὸν ἐπισχόντα χρόνον εἰπεῖν, ὅτι τὰ μὲν ἄλλα αὐτῷ πρὸς τὴν τοῦ ἔργου πρᾶξιν συμπορισθείη, μόνου δὲ ἑνὸς προσδέοιτο, ὃ δὴ αὐτὸν μὲν οὐκ ἔχειν ὅπως ἂν λάβοι, Δαρεῖον δὲ ὡς βασιλέα ὅλης τῆς Ἀσίας οὐ χαλεπῶς ἂν ἴσως εὑρεῖν. ἐρομένου δ’ ἐκείνου, τί ἂν εἴη τοσοῦτον ὃ μόνῳ βασιλεῖ γνωσθῆναι συγχωρεῖται, ὑπολαβόντα φασὶ τὸν Δημόκριτον εἰπεῖν, εἰ τριῶν ἀπενθήτων ὀνόματα τῷ τάφῳ τῆς γυναικὸς ἐπιγράψειεν, εὐθὺς αὐτὴν ἀναβιώσεσθαι τῷ τῆς τελετῆς νόμῳ δυσωπουμένην. ἀπορήσαντος δὲ τοῦ Δαρείου καὶ μηδένα ἄρα δυνηθέντος εὑρεῖν ὅτῳ μὴ καὶ παθεῖν λυπηρόν τι συνηνέχθη, γελάσαντα συνήθως τὸν Δημόκριτον εἰπεῖν Τί οὖν, ὦ πάντων ἀτοπώτατε, θρηνεῖς ἀνέδην ὡς μόνος ἀλγεινῷ τοσούτῳ συμπλακείς, ὁ μηδὲ ἕνα τῶν πώποτε γεγονότων ἄμοιρον οἰκείου πάθους ἔχων εὑρεῖν. ἀλλὰ ταῦτα μὲν ἀκούειν ἔδει Δαρεῖον, ἄνδρα βάρβαρον καὶ ἀπαίδευτον, ἔκδοτον ἡδονῇ καὶ πάθει· σὲ δέ, ἄνδρα Ἕλληνα καὶ παιδείαν ἀληθῆ πρεσβεύοντα, καὶ παρὰ σαυτοῦ τὸ ἄκος ἐχρῆν ἔχειν, ἐπεὶ καὶ ἄλλως αἰσχύνη τῷ λογισμῷ γένοιτ’ ἄν, εἰ μὴ ταὐτὸν σθένοι τῷ χρόνῳ.3

读罢你因丧妻而作、向我诉说极度悲痛的来信,我未尝不潸然泪下。不仅因为此事本身便足资悲痛——一位年轻、端庄、深得夫心的女子,兼为纯洁子女的母亲,竟在青春韶华被夺走生命,宛如一支原本明亮燃起的火把转瞬熄灭了光焰;而且在我看来,这痛苦的折磨降临到你身上,亦同样令人痛心。因为我们优秀的希梅利乌斯断不该承受任何痛苦的煎熬,此人不仅言辞纯美,于我们亦是至为珍爱之挚友。然而,倘若我这封信所要劝慰的是另一个人,我势必需要用更多的言辞,去教导一个懵懂无知之人:所发生之事乃人间常情,隐忍承受实属必然,更为剧烈的悲伤并无丝毫益处,以及一切看似适合抚慰伤痛的道理。但是,对于一个本就懂得规诫他人的人,若再搬出那些教导愚顽之人保持克制的陈词滥调,我认为实乃不逊;因此,且容我略去其他言辞,为你讲一则智者的寓言——抑或实为真切的故事:此典故对你或许并不陌生,对大多数人想必鲜为人知;单凭将此故事当作忘忧的良药,你便可寻得脱离悲痛的解脱,绝不逊于传说中那位斯巴达女子因同样的需要递给忒勒玛科斯的忘忧杯。相传阿布德拉的德谟克利特,在面对大流士为其绝代佳偶的离世悲恸万分、苦无抚慰之辞时,曾向他承诺:只要大流士肯为所需诸事提供完备资财,他便将亡妇领回阳世。大流士命他毋庸顾忌靡费,凡能践行诺言者皆可支取;德谟克利特沉吟片刻后答道,施行此事的其余诸物皆已齐备,唯缺一事,此物自己无论如何无从求得,但大流士贵为全亚细亚之王,或许不难寻获。大流士追问何等重大之物竟唯君王方能得知,据说德谟克利特应声答道:只要能在亡妻的墓碑上镌刻三位从未经历丧痛之人的姓名,她便会遵循密仪之法立即还魂复生。及至大流士茫然无策,终未能觅得一位不曾遭受凄楚之事的人,德谟克利特便如常失笑道:“万般荒谬之人啊!既在这世间过往之人中找不到任何一个未曾尝过己身灾祸者,你又何苦肆意号啕,仿佛普天之下唯有你一人深陷如此剧痛之中呢?”然而,这些话本是让大流士那般沉溺于享乐与情欲的蛮族未开化之人听的;至于你,身为希腊人且笃信真正教养之士,本应从自身内心寻得解救之药。因为即便不论其他,倘若理性所拥有的力量竟不能等同于时间,那便将成为理性的奇耻大辱了。

语法注3 条
  1. 412aπρὸς γὰρ τῷ καὶ καθ’ ἑαυτὸ λύπης τὸ ξυμβὰν ἄξιον εἶναι

    介词 πρός(除……之外)支配与格带冠词不定式 τῷ ... εἶναι,随后的宾格不定式短语 γυναῖκα νέαν ... ἀναρπασθῆναι 作为同位语具体阐释 τὸ ξυμβάν(所发生之事)的内容。全句与主节 ἔτι καὶ τὸ ... τείνειν οὐχ ἧττόν μοι δοκεῖ λυπηρὸν εἶναι 相互呼应。

  2. 412dἣν ἡ Λάκαινα τῷ Τηλεμάχῳ πρὸς τὸ ἴσον τῆς χρείας ὀρέξαι πιστεύεται

    关系代词 ἣν 先行词为 τῆς κύλικος,从句采用了动词 πιστεύεται(被相信)的个人被动句式(主格加不定式结构)。主语 ἡ Λάκαινα(指海伦)作为不定式 ὀρέξαι(递出)的施事主语。

  3. 413dεἰ μὴ ταὐτὸν σθένοι τῷ χρόνῳ

    该条件从句(εἰ 加祈愿式)与主节的潜在祈愿式归结句 αἰσχύνη ... γένοιτ’ ἄν 相配合。ταὐτόν 作同等效力之内在宾格,与格 τῷ χρόνῳ 表示比较或相当的基准(“与时间具有同等效力”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2003.tlg013.humanitext-grc2:69.1