- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 2-3. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1913-1923.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg013.humanitext-grc2:32.1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
尤利安向西奥多拉致谢信件与节礼,化解其对塞琉库斯的疑忌,并劝戒身为祭司者切不可留恋不敬神明的家人仆从,当从整肃门户之虔敬做起。
Τὸ βιβλίον, ὅπερ ἀπέστειλας διὰ Μυγδονίου, δεδέγμεθα, καὶ προσέτι πάντα ὅσα σύμβολα διὰ τῆς ἑορτῆς ἡμῖν ἐπέμπετο. ἔστι μὲν οὖν μοι καὶ τούτων ἕκαστον ἡδὺ, παντὸς δὲ ἥδιον, εὖ ἴσθι, τὸ πεπύσθαι με περὶ τῆς σῆς ἀγαθότητος, ὅτι σὺν θεοῖς ἔρρωταί σοι τὸ σῶμα, καὶ τὰ περὶ τοὺς θεοὺς ἐπιμελέστερον ἅμα καὶ συντονώτερον σπουδάζεται παρὰ σοῦ. περὶ δὲ ὧν πρὸς τὸν φιλόσοφον Μάξιμον ἔγραψας, ὡς τοῦ φίλου μου Σελεύκου διαφόρως ἔχοντος πρὸς σέ,1 πέπεισο μηθὲν αὐτὸν παρ’ ἐμοὶ τοιοῦτον πράττειν ἢ λέγειν, ἐξ ὧν ἄν σε μάλιστα διαβάλλοι· τοὐναντίον δὲ πάντα εὔφημα διεξέρχεται περὶ σοῦ, καὶ οὔπω λέγω τοῦθ’ ὅτι καὶ διάκειται περὶ σὲ καλῶς· ἐκεῖνο μὲν γὰρ αὐτὸς ἂν εἰδείη καὶ οἱ πάντα ὁρῶντες θεοί· τὸ δὲ ὅτι πάντων ἀπέχεται τῶν τοιούτων ἐπ’ ἐμοῦ, λίαν ἀληθεύων φημί. γελοῖον οὖν εἶναί μοι φαίνεται, μὴ τὰ πραττόμενα παρ’ αὐτοῦ σκοπεῖν ἀλλὰ τὰ κρυπτόμενα, καὶ ὧν οὐδέν ἐστί μοι φανερὸν τεκμήριον ἐξετάζειν. ἐπεὶ δὲ κατέδραμες αὐτοῦ πολλὰ πάνυ, καὶ περὶ αὑτῆς ἐδήλωσάς τινα, τὴν αἰτίαν μοι τῆς πρὸς αὐτὸν ἀπεχθείας φανερὰν ποιοῦσα, τοσοῦτον ἐγώ φημι πρός σε διαρρήδην, ὡς, εἴ τινα ἀνδρῶν ἢ γυναικῶν ἢ ἐλευθέρων ἢ δούλων ἀγαπᾷς οὔτε νῦν σέβοντα θεοὺς οὔτε ἐν ἐλπίδι τοῦ πείσειν αὐτὸν ἔχουσα,2 ἁμαρτάνεις. ἐννόησον γὰρ ὡς ἐπὶ σαυτῆς πρῶτον, εἴ τις οἰκετῶν τῶν φιλουμένων ὑπὸ σοῦ τοῖς λοιδορουμένοις καὶ βλασφημοῦσί σε συμπράττοι καὶ θεραπεύοι πλέον ἐκείνους, ἀποστρέφοιτο δὲ καὶ βδελύττοιτο τοὺς σοὺς φίλους ἡμᾶς, ἆρ’ οὐ τοῦτον αὐτίκα ἂν ἀπολέσθαι ἐθέλοις, μᾶλλον δὲ καὶ αὐτὴ τιμωρήσαιο; τί οὖν; οἱ θεοὶ τῶν φίλων εἰσὶν ἀτιμότεροι; λόγισαι καὶ ἐπ’ αὐτῶν τοῦτο, δεσπότας μὲν ἐκείνους ὑπολαβοῦσα, δούλους δὲ ἡμᾶς. εἴ τις οὖν ἡμῶν, οἵ φαμεν εἶναι θεράποντες θεῶν, οἰκέτην στέργοι τὸν βδελυττόμενον αὐτοὺς καὶ ἀποστρεφόμενον αὐτῶν τὴν θρησκείαν, ἆρ’ οὐ δίκαιον ἢ πείθειν αὐτὸν καὶ σώζειν, ἢ τῆς οἰκίας ἀποπέμπεσθαι καὶ πιπράσκειν, εἴ τῳ μὴ ῥᾴδιον ὑπερορᾶν οἰκέτου κτήσεως; ἐγὼ δὲ οὐκ ἂν δεξαίμην ὑπὸ τῶν μὴ φιλούντων θεοὺς ἀγαπᾶσθαι· ὃ δὴ καὶ σὲ καὶ πάντας φημὶ δεῖν τοὺς ἱερατικῶν ἀντιποιουμένους ἐντεῦθεν ἤδη διανοηθέντας ἅψασθαι συντονώτερον3 τῆς εἰς τοὺς θεοὺς ἁγιστείας· ἀπὸ τῆς οἰκίας δὲ σεβασμὸν εὔλογον παρέχεσθαι τῆς ἑαυτοῦ τὸν ἱερέα, καὶ πρώτην αὐτὴν ὅλην δι’ ὅλης ἀποφῆναι καθαρὰν τῶν τηλικούτων νοσημάτων.
我们已经收到了你通过米格多尼乌斯送来的书册,以及借节庆之机送致我们的全部礼物。固然这其中的每一样都令我欣喜,但请你确信,最为甘美的莫过于得知你的贤德安泰:承蒙诸神护佑,你贵体康健,对于诸神的事奉也由你操办得愈发周详与热忱。关于你写信给哲学家马克西穆斯、称我的朋友塞琉库斯对你心怀恶感一事,请你深信,他在我面前绝无任何中伤你的言行;恰恰相反,凡谈及你,他所言皆为赞誉之辞。我尚不敢断言他内心里对你亦怀有善意,盖因那唯有他本人及洞察万物的诸神才能知晓;但他当着我的面绝不行诸如此类之事,我此言确凿无疑。因此在我看来,不着眼于他表露在外的作为,反去揣度隐秘之事,查究毫无确凿证据之端,实属荒谬。然而,既然你如此严苛地指摘他,又披露了若干关于你自身之事,向我挑明了你对他厌恶的缘由,那么我当对你直言不讳:若你宠爱某人,无论男女、自由人抑或奴隶,其人如今既不敬奉诸神,你又无望将其感化劝导,那你便铸成了大错。请先依你自身的境况设想一番:假使蒙你钟爱的一名家仆,却与辱骂、毁谤你的人沆瀣一气,对他们奉迎备至,反倒规避并憎恶作为你朋友的我们,难道你不会立刻期望除掉此人,甚或亲自将其惩戒吗?既然如此,诸神难道还不及朋友尊贵吗?面对诸神亦当做此考量,视彼等为主宰,而视我们为仆役。若自称为诸神侍从的我们当中有人竟怜爱那憎恶诸神、唾弃诸神仪礼的仆役,难道理所应当的作法不正是:要么感化并挽救他,要么将其逐出家门并在有人难以割舍仆役之资财时予以出卖?我决不愿接受那些不爱诸神之人的爱戴;我主张你以及一切献身祭司之职的人,此刻起都当深明此理,更奋发有力地致力于对诸神的圣礼;而祭司应当由自家庭院做起,展现合宜的虔敬,首先使自己的整个门户全然洁净,杜绝这等痼疾。
- 32.1περὶ δὲ ὧν πρὸς τὸν φιλόσοφον Μάξιμον ἔγραψας, ὡς τοῦ φίλου μου Σελεύκου διαφόρως ἔχοντος πρὸς σέ
句首 περὶ δὲ ὧν 为包含先行词的关系代词引缩(相当于 περὶ δὲ τούτων ἃ ἔγραψας)。其后的 ὡς 引导属格独立结构(τοῦ φίλου μου Σελεύκου διαφόρως ἔχοντος),用以引出信中所指控或陈述的主张(“声称……/以……为由”),充当全句的话题提示成分,统领后接的主句祈使动词 πέπεισο。
- 32.1οὔτε νῦν σέβοντα θεοὺς οὔτε ἐν ἐλπίδι τοῦ πείσειν αὐτὸν ἔχουσα
在此处,οὔτε ... σέβοντα 是修饰宾语 τινά 的宾格分词,而与之通过 οὔτε... οὔτε 并列的 ἔχουσα 却转为主格阴性单数,修饰条件从句的主语(即书信的收信人)。两项分词在格上并不对称,前者说明对象的状态(如今不敬神),后者说明主体的心态(不抱有感化的希望)。
- 32.1ὃ δὴ καὶ σὲ καὶ πάντας φημὶ δεῖν τοὺς ἱερατικῶν ἀντιποιουμένους ἐντεῦθεν ἤδη διανοηθέντας ἅψασθαι συντονώτερον
句首关系代词 ὃ 指代前文所述的准则(不接受不敬神者的爱戴),作内涵宾格或分词 διανοηθέντας 的宾语。句式骨架为 φημὶ δεῖν(“我断言……当该”)引导的宾格不定式结构,不定式 ἅψασθαι(中间态,支配属格)的逻辑主语为 σὲ καὶ πάντας τοὺς ... ἀντιποιουμένους,并带有宾格分词 διανοηθέντας 修饰。
