← 索福尼亚斯

亚里士多德《自然诸论》评注

§35.10-36.22

睡眠中残留运动移向心脏与梦境的形成

索福尼亚斯依照亚里士多德的学说,探讨了睡眠中感觉的残留运动如何被输送至心脏而产生梦境的机制,并以流水漩涡、液体搅动及云彩变异为喻加以论述。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.3#1

Ἐκ δὴ τούτων φανερόν, ὅτι οὐ μόνον ἐγρηγορότων αἱ κινήσεις εἰσὶν αἱ ἀπὸ τῶν αἰσθήσεων γινόμεναι τῶν θύραθεν καὶ τῶν ἐκ τοῦ σώματος ὑπαρχουσῶν, ἀλλὰ καὶ ὅταν γένηται τὸ πάθος τοῦτο ὃ καλεῖται ὕπνος, καὶ μᾶλλον τότε φαίνονται. μεθ’ ἡμέραν γὰρ ἐκκρούονται ἐνεργουσῶν τῶν αἰσθήσεων καὶ τῆς διανοίας καὶ ἀφανίζονται ὥσπερ παρὰ πολὺ πῦρ ἔλασσον1 καὶ λῦπαι καὶ ἡδοναὶ μικραὶ παρὰ μεγάλας, παυσαμένων δὲ ἐπιπολάζει καὶ τὰ μικρά· νύκτωρ δὲ δι’ ἀργίαν τῶν κατὰ μόριον αἰσθήσεων καὶ ἀδυναμίαν τοῦ ἐνεργεῖν διὰ τὸ ἐκ τῶν ἔξω εἰς τὸ ἐντὸς γίνεσθαι τὴν τοῦ θερμοῦ παλίρροιαν ἐπὶ τὴν ἀρχὴν τῆς αἰσθήσεως καταφέρονται, τὴν καρδίαν, καὶ γίνονται φανεραὶ καθισταμένης τῆς ταραχῆς. δεῖ δὲ ὑπολαβεῖν ἐπὶ τούτων ὅπερ καὶ ἐπὶ τῶν ῥευμάτων· ὥσπερ γὰρ ἐκεῖ τὰς μικρὰς δίνας τὰς ἐν τοῖς ποταμοῖς φερομένας πολλάκις μὲν ὁμοίας εἶναι, πολλάκις δὲ διαλυομένας εἰς ἄλλα συμβαίνει σχήματα διὰ τὴν ἀντίκρουσιν, οὕτω κἀνταῦθα τὴν κίνησιν ἑκάστην γίνεσθαι, λέγω δὲ κίνησιν τὴν εἰδωλικὴν ἐν τῇ καρδίᾳ ἐπιφορὰν τοῦ ἐγκαταλείμματος, καθ’ ἣν ἡ ἐν ἐκείνῃ αἰσθητικὴ ψυχὴ διεγείρεται. καὶ καθάπερ ἐκεῖ ἡ ἀφ’ ἑτέρου εἰς ἕτερον σχῆμα μεταβολὴ οὐκ ἄμεσος, οὕτω καὶ ἡ ἑκάστου εἰδώλου κίνησις ὄντος ἐν ὑποκειμένῳ τῷ πνεύματι ἢ τῷ αἵματι ἢ τῇ καρδίᾳ, ὅταν μὴ αὐτὴ μείνῃ ἀλλ’ ἀντικρουσθῇ, διὰ πολλῶν τῶν μεταξὺ φθάνει πρὸς τὸ ἔσχατον. ἀναγκαῖον οὖν τὴν πρώτην αἴσθησιν μὴ ὑπὸ μόνων τοῦ τε ἐξ οὗ καὶ εἰς ὃ κινεῖσθαι, ἀλλὰ καὶ ὑπὸ τῶν μεταξύ. ὡς γὰρ τόδε τὸ νέφος εἰ ἐοικός ἐστι λέοντι, εἶτα μεταβαλὸν διά τινων μεταξὺ εἰς ἀνθρώπου ἦλθεν ὁμοίωμα, οὐ μόνον τὸ τοῦ λέοντος καὶ ἀνθρώπου εἶδεν ἡ ψυχὴ σχῆμα ἀλλὰ καὶ τὰ μεταξύ, εἴτε ἡδέα ἦσαν αὐτῇ καὶ κεχαρισμένα εἴτε ἄλλως λυπηρὰ καὶ οὐκ εὔθυμα, οὕτω καὶ ἡ πρώτη αἴσθησις οὐ μόνον τῶν ἄκρων ἐν τοῖς ὕπνοις αἰσθάνεται, ἀλλὰ καὶ τῶν μεταξύ. ταῦτα δὲ ἢ τερατώδη πάντως ἢ προσηνῆ καὶ κατὰ φύσιν. διὸ καὶ μετὰ τὴν τροφὴν καὶ πάνυ νέοις οὖσιν, οἷον τοῖς παιδίοις, οὐ γίνεται ἐνύπνια· πολλὴ γὰρ ἡ κίνησις διὰ τὴν ἀπὸ τῆς τροφῆς θερμότητα. ὥστε καθάπερ ἐν ὑγρῷ, ἐὰν σφόδρα κινῇ τις, ὁτὲ μὲν οὐθὲν φαίνεται εἴδωλον, ὁτὲ δὲ φαίνεται μὲν διεστραμμένον δὲ πάμπαν, ὥστε φαίνεσθαι ἀλλοῖον ἢ οἷον ἦν, [τοῦ] ἠρεμήσαντος δὲ καθαρὰ καὶ φανερά,2 οὕτω καὶ ἐν τῷ καθεύδειν τὰ φάσματα καὶ αἱ ὑπόλοιποι κινήσεις αἱ συμβαίνουσαι ἀπὸ τῶν αἰσθήσεων ὁτὲ μὲν ὑπὸ μείζονος οὔσης τῆς εἰρημένης κινήσεως ἀφανίζονται πάμπαν, ὁτὲ δὲ τεταραγμέναι φαίνονται αἱ ὄψεις καὶ τερατώδεις καὶ χείρονα τὰ ἐνύπνια, οἷον τοῖς μελαγχολικοῖς καὶ πυρέσσουσι καὶ οἰνωμένοις· πάντα γὰρ τὰ τοιαῦτα πάθη πνευματώδη ὄντα πολλὴν ποιεῖται τὴν κίνησιν καὶ ταραχήν. καθισταμένου δὲ καὶ διακρινομένου τοῦ αἵματος ἐν τοῖς ἐναίμοις σῳζομένη τῶν αἰσθημάτων ἡ κίνησις ἀφ’ ἑκάστης τῶν αἰσθήσεων ἐρρωμένα τε ποιεῖ τὰ ἐνύπνια καὶ φαίνεσθαί τε καὶ δοκεῖν.3 δοκεῖ μὲν γὰρ τὰ ἀπὸ τῆς ὄψεως καταφερόμενα ὁρᾶν καὶ τὰ ἀπὸ τῆς ἀκοῆς ἀκούειν, ὁμοιοτρόπως δὲ καὶ ἀπὸ τῶν ἄλλων αἰσθητηρίων· τῷ γὰρ ἐκεῖθεν ἀφικνεῖσθαι τὴν κίνησιν πρὸς τὴν ἀρχὴν καὶ ἐγρηγόρως δοκεῖ ὁρᾶν καὶ ἀκούειν καὶ ὅλως αἰσθάνεσθαι. εἰ γὰρ ἡ ὄψις μὴ ἀπατηθείη ἐν τῇ τῶν δακτύλων ἐπαλλάξει ἐπίσης τῇ ἁφῇ, οὐδ’ ἐν τοῖς ὕπνοις ἀπατηθήσεται ἡ αἰσθητικὴ ψυχή, ἀλλ’ ἡ μὲν ἁπτικὴ δύναμις τὸ ἓν δύο λέγει, ἡ δὲ ὁρατικὴ ἐγρηγόρως ἀντέχεται καὶ ἀντιφάσκει, ὡς τὰ δοκοῦντα δύο οὔκ εἰσι δύο, ἀλλ’ ἕν.

从这些事情中显然可见,由外在的感觉以及源自肉体的感觉所产生的运动,不仅存在于醒着的人身上,而且当这种被称为睡眠的受动状态产生时也存在,并且在此时更显现出来。因为在白天,由于诸感觉和思想处于活动中,它们被排挤并被消除,正如在大火之旁微火被消除、在巨大的痛苦与快乐之旁微小的痛苦与快乐被消除一样;但当活动停止时,甚至微小的事物也会浮现于表面。而在夜间,由于各局部感觉的休眠,以及由于热量由外向内回流而导致无法活动,它们被向下输送至感觉的始基即心脏,并在扰动平息时变得显明。对于这些现象,必须如同对待流水那样来理解;因为正如在那里,河流中移动的微小漩涡往往相似,但又往往由于相撞而分解为其他形状,这里每一种运动的产生也是如此——我所说的运动,是指残留物在心脏中的影像式的附着,依照它,心脏内部的感觉灵魂被唤醒。正如在那里从一种形状向另一种形状的转变不是无中介的,在作为底层的呼吸气或血液或心脏之中的每一个影像的运动,只要它自身不保持原样而是受到碰撞,它也会经过许多中间状态到达终点。因此,第一感觉不仅被出发点和终点所推动,而且也被中间事物所推动,这是必然的。因为正如若这一片云像一头狮子,然后经过某些中间状态演变,变成了人的形象,灵魂不仅看到了狮子和人的形状,而且也看到了中间的形状——无论这些形状对它而言是令人愉悦的,抑或是痛苦不适的——同样,第一感觉在睡眠中也不仅感知到两极,而且感知到中间事物。而这些事物要么全然是怪异的,要么是令人愉悦且合乎自然的。因此在进食之后以及对于极年幼者(如婴儿),都不会产生梦境;因为源自食物的热量导致运动极其剧烈。所以正如在液体中,如果有人剧烈搅动,有时全然不显现任何影像,有时虽显现出来但完全扭曲,以致显得不同于原本的模样,而当它平静下来时影像便纯净而显然,同样在睡眠中,幻象以及由感觉所残留的运动,有时由于上述运动过大而被彻底消除,有时显现的景象混乱而怪异,梦境较差,例如在抑郁质者、发烧者和醉酒者身上就是如此;因为所有这类充满呼吸气的受动状态都会造成巨大的运动和扰动。而在有血动物中,当血液平息并澄清时,由各感觉而来的感觉印象的运动得以留存,使梦境变得强劲,并使其得以显现且显得真实。因为〔人〕似乎看到从视觉向下运送来的东西,听到从听觉而来的东西,从其他感觉器官而来的也是如此;因为正是通过运动从那里到达始基,即使在醒着时人也似乎在看、在听并在整体上进行感知。因为如果在手指交叉时视觉不像触觉那样受骗,那么在睡眠中感觉灵魂也不会受骗;然而,触觉能力说一为二,视觉能力在清醒时却坚守并反驳道,显得为二的东西并不是两个,而是一个。

语法注3 条
  1. 3.3ὥσπερ παρὰ πολὺ πῦρ ἔλασσον

    介词 παρά 支配宾格表示对比或参照(“在……之旁”、“相比之下”)。在此省略句中,前文的谓语动词 ἀφανίζονται 被补充用作 ἔλασσον [πῦρ] 以及随后的 λῦπαι καὶ ἡδοναὶ μικραί 的谓语。

  2. 3.3[τοῦ] ἠρεμήσαντος δὲ καθαρὰ καὶ φανερά

    [τοῦ] ἠρεμήσαντος 是独立属格结构,其隐含的逻辑主语是前文提到的液体(τὸ ὑγρόν)。在后半句 καθαρὰ καὶ φανερά 中,省略了主语 εἴδωλα 以及谓语 φαίνεται(或 ἐστίν),意为“当[液体]平静下来时,[影像]便纯净而显然”。

  3. 3.3ἐρρωμένα τε ποιεῖ τὰ ἐνύπνια καὶ φαίνεσθαί τε καὶ δοκεῖν

    动词 ποιεῖ 支配宾语 τὰ ἐνύπνια 和谓语形容词 ἐρρωμένα 构成双宾格(使动)结构,同时其后并列支配不定式 καὶ φαίνεσθαί τε καὶ δοκεῖν,意为“使梦境变得强劲,并使其显现且显得真实”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg041.humanitext-grc1:35.10-36.22