- 底本
- Themistius, In Aristotelis Physica Paraphrasis. Commentaria in Aristotelem Graeca V.2, ed. H. Schenkl, Berlin: Reimer 1900, pp. 1-236. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:1.2-2.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
德米斯提厄斯开启对《物理学》第一卷第一章的释义,阐明自然哲学的目标在于认知自然本原,并通过示例说明了从“对我们先在之物(普遍与复合之物)”走向“按自然先在之物(单纯本原)”的研究进程。
1. Πρόκειται τῇδε τῇ συγγραφῇ ἐπιστήμην τινὰ πορίσασθαι τῆς τε φύσεως καὶ τῶν ὑπ’ αὐτῆς γινομένων. τὸ μὲν γὰρ ἄνευ λόγου ταῦτα γινώσκειν ῥᾴδιον καὶ πᾶσιν ἀνθρώποις· ἅπαντες γὰρ ἂν εἰπεῖν ἔχοιμεν οἵ γε τὴν αἴσθησιν ὑγιαίνοντες, ὅτι τοῦτο μέν ἐστιν γῆ, τοῦτο δὲ ὕδωρ, τοῦτο δὲ φυτόν, τοῦτο δὲ ζῷον· ἀλλὰ τῷ μετ’ ἐπιστήμης γνωσομένῳ καὶ τὰς ἀρχὰς αὐτῆς πρότερον ἀνάγκη γινώσκειν.1 δηλοῦσι δὲ τοῦτο καὶ αἱ λογικώτεραι τῶν τεχνῶν· γραμματικοὺς γὰρ λέγομεν οὐ τοὺς ἐπακούοντας τῶν ὀνομάτων, ἀλλὰ τοὺς εἰπεῖν ἔχοντας, ἐξ ὅσων ἕκαστον ὄνομα σύγκειται στοιχείων, μουσικούς τε αὖ οὐ τοὺς αἰσθανομένους τῶν μελῶν διὰ τῆς ἀκοῆς, ἀλλὰ τοὺς διαλύειν αὐτὰ δυναμένους εἰς τόνους καὶ ἡμιτόνια. πῶς ἂν οὖν τι περὶ ἀρχῶν μετὰ ἀποδείξεως ἔχοιμεν λέγειν, εἴ γε ἡ μὲν ἀπόδειξις ἐκ προτέρων, εἰ δὲ τὰ πρότερα ἐπιζητοίημεν, ἀρχὰς τῶν ἀρχῶν εὑρεῖν βουλησόμεθα; τὸ πρότερον οὖν διχῶς· καὶ πρὸς ἡμᾶς καὶ πρὸς τὴν φύσιν. πρὸς ἡμᾶς μὲν οὖν πρότερον τὸ γνωριμώτερον ἡμῖν καὶ ὃ ῥᾷον ἂν καταλάβοιμεν, οἷον τὰ ὀνόματα καὶ αἱ συλλαβαὶ τῶν γραμμάτων· πρὸς δὲ τὴν φύσιν πρότερα τὰ κατὰ τὴν οὐσίαν ἁπλούστερα, οἷον τὰ γράμματα τῶν ὀνομάτων, ἀνάπαλιν δὲ ἡ πορεία· ἡμεῖς μὲν γὰρ ἀπὸ τῶν συνθέτων ἐπὶ τὰ ἁπλούστερα πρὸς δὲ τὴν φύσιν πρότερα ἀναλύομεν, ἡ φύσις δὲ ἐκ τῶν ἁπλῶν τὰ σύνθετα μηχανᾶται. ὅταν μὲν οὖν περὶ τῶν συγκειμένων ποιώμεθα λόγον, ἐκ τῶν φύσει προτέρων αὐτὸ ἀποδείξομεν· ὅταν δὲ περὶ τῶν ἀρχῶν, ἐκ τῶν πρὸς ἡμᾶς προτέρων. καὶ ἔστιν ἐκείνη μὲν ἡ κυρίως ἀπόδειξις, αὕτη δὲ εἰ καὶ μὴ κυρίως, ἀλλὰ ἡμῖν ἱκανῶς. ἐὰν οὖν ἀρχώμεθα τοῦ περὶ τῶν ἀρχῶν λόγου ἀπὸ κοινῶν τινων καὶ πλείοσιν ὑπαρχόντων, οὐ † ταρακτέον·2 ἀπὸ γὰρ τούτων ἐπὶ τὰ ἴδια βαδιούμεθα. γνωριμώτερα δ’ ἡμῖν τὰ κοινὰ τῶν ἰδίων ἐστίν· οἷον γὰρ σύγκειται μᾶλλον καὶ ὥσπερ ἐν τοῖς αἰσθητοῖς, εἰ προσίῃ τι ζῷον, ὅλου τοῦ σώματος ἡ ὄψις θᾶττον ἀντιλαμβάνεται ἢ κεφαλῆς τε καὶ χειρῶν καὶ ποδῶν (οὕτω γοῦν εἴποι τάχιον ἄν ὅτι ζῷον τὸ προσιὸν ἢ ἄνθρωπος), οὕτως ἐν τοῖς ὑπὸ λόγου θεωρουμένοις τὰ καθόλου τε καὶ κοινὰ σαφέστερα ἡμῖν τῶν προσεχῶν καὶ ἰδίων ἐστίν, καίτοι μᾶλλον ἐκείνων συγκεχυμένα· ἔστι γὰρ καὶ τῷ νῷ οἷον ὅλον μέν τι τὸ καθόλου, οἷον δὲ μέρη ὅσα ἐκεῖνο περιλαμβάνει. οὕτω δὲ καὶ οἱ ῥήτορες ποιοῦσι καὶ περὶ τῶν κοινῶν κεφαλαίων πρῶτον, εἶθ’ οὕτως περὶ τῶν ἰδίων εἴδους ἑκάστου διδάσκοντες. οὕτω δὲ καὶ ἐν τοῖς ἀναλυτικοῖς ὁ περὶ τοῦ συλλογισμοῦ λόγος προτάττεται τοῦ τε ἀποδεικτικοῦ καὶ διαλεκτικοῦ καὶ σοφιστικοῦ (ἀπὸ γὰρ τῶν κοινῶν ὁρμώμενοι ῥᾷον ἑκάστου τὰ ἴδια καὶ τὰ προσεχῆ διακρίνομεν) καὶ αἱ πρῶται δὲ ἡμῖν φαντασίαι γίνονται ἀδιάρθρωτοι καὶ ἀπὸ τῶν κοινῶν· τὰ γοῦν παιδία προσαγορεύει πάντας τοὺς ἄνδρας πατέρας καὶ μητέρας τὰς γυναῖκας τὸ ἄρρεν ἢ θῆλυ καταλαμβάνοντα ὡς κοινὰ ῥᾷον, πρὶν διορίζειν τοῖν γονέοιν τὰ ἴδια. εἴποις δ’ ἄν κατά τινα τρόπον ὁμοίως ἔχειν καὶ τοὔνομα πρὸς τὸν ὁρισμόν, λέγω δὲ ὄνομα μὲν οἷον ἄνθρωπον, ζῷον δὲ πεζὸν δίπουν τὸν ὁρισμόν· τὸ μὲν γὰρ ὁλοσχερῶς καὶ συγκεχυμένως σημαίνει καὶ οἷόν τέ ἐστι κεῖσθαι καὶ καθ’ ἑτέρων πλειόνων κατὰ τοῦ γεγραμμένου καὶ πεπλασμένου, ὁ δὲ ὁρισμὸς ἔοικεν εἰς τὰ μέρη διαιροῦντι τὴν ὑποκειμένην οὐσίαν. ἀναλαβόντι οὖν ἀρκτέον ἐντεῦθεν.3
1. 本著作所设定的目标,是获得关于自然以及由自然产生之物的某种科学知识。因为缺乏理性的说明而认知这些事物是容易的,且为人人所共有;事实上,只要感觉健全,我们所有人都能说出这是土、这是水、这是植物、这是动物。然而,对于将带着科学知识去认知的人而言,必须先认知自然的本原。那些更具理性的技艺也表明了这一点:因为我们称之为文法家的,并不是那些能听懂词语的人,而是那些能够说出每个词由多少字母要素构成的人;我们称之为音乐家的,同样不是那些通过听觉感知旋律的人,而是那些能将旋律分解为全音和半音的人。那么,假若论证确实源自先在之物,而我们若去追寻那些先在之物,便会意图去寻找本原的本原,我们又怎能带着论证去谈论关于本原的任何事情呢?因此,“先在”有两种含义:或相对于我们,或相对于自然。因而,相对于我们而言的先在,是对我们更易知的、我们能更容易把握的事物,正如词语和音节相对于字母一样;但相对于自然而言的先在,是在实体上更为单纯的事物,正如字母相对于词语一样,只是进程相反。因为我们是从复合之物向着更为单纯且相对于自然先在之物进行分析,而自然则是从单纯之物构建出复合之物。因此,当我们论及复合之物时,将从本性上先在之物出发来加以论证;而当我们论及本原时,则从相对于我们先在之物出发。前者是本义上的论证,而后者即便不是本义上的论证,但对我们而言已经足够。因此,即便我们关于本原的论述是从某些共同的、属于更多事物的东西开始,也不必惊慌;因为我们将从这些事物出发走向特有的事物。而且,共同之物对于我们而言比特定之物更易知;因为共同之物仿佛更为复合,正如同在可感觉之物中,假若有某种动物走近,视觉把握整个身体要比把握头、手和脚更为迅速(至少人们更快说出走近的是动物,而不是说出走近的是人),在由理性观照之物中也是如此,普遍和共同之物对我们而言比邻近和特有的事物更为清晰,尽管它们比起后者更为混杂。因为对智性而言,普遍之物就像是一个整体,而它所包揽的一切事物就像是部分。修辞学家们也是这样做的,他们首先讲授共同的主题,然后才讲授每个种特有的主题。在分析论中同样如此,关于三段论的论述被置于关于论证的三段论、辩证的三段论和智者学派的三段论之前(因为从共同之物出发,我们能更容易地辨别每个事物的特有和邻近特征)。此外,我们的最初表象也是未经分节的,并且源自共同之物;幼童之所以把所有的男人叫作父亲、把所有的女人叫作母亲,正是因为在分辨父母双亲的特有特征之前,他们更容易将雄性或雌性作为共同之物加以把握。在某种意义上人们也可以说,名称与定义的关系同样如此——我所说的名称如“人”,定义如“两足着地的动物”。因为名称是粗略且混杂地表示,并能够加诸于其他更多事物,例如画出的人和雕塑出的人,而定义则类似于把作为基底的实体分割为其组成部分。因此,在重新接续之后,必须由此开始。
- 1.1τῷ μετ’ ἐπιστήμης γνωσομένῳ καὶ τὰς ἀρχὰς αὐτῆς πρότερον ἀνάγκη γινώσκειν
与格分词 τῷ γνωσομένῳ 是非人称结构 ἀνάγκη[ἐστί]所要求的与格,充当不定式 γινώσκειν 的逻辑主语。καὶ τὰς ἀρχὰς αὐτῆς 中的 καί 起递进累加作用(“连同其本原也……”),表明认知对象不仅包含自然本身,还包含其本原。
- 1.1οὐ † ταρακτέον
由动词形容词 ταρακτέον(源自 ταράσσω)构成的非人称动名词表达,意为“不必惊慌/混乱”。虽然校勘标记了十字符(crux)提示抄本异文或损坏,但结合上下文,此处语意明确指即使从普遍共同的观念开始探讨本原,也不必感到不安或困惑。
- 1.1ἀναλαβόντι οὖν ἀρκτέον ἐντεῦθεν
与动词形容词 ἀρκτέον(源自 ἄρχω)连用的与格分词 ἀναλαβόντι 表动作主体。此处 ἀναλαμβάνω 意为“重新接续/承接论述”,整句构成为:“对于重新接续论述者而言,应当由此开始”。
